1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

3

ξεστῶν καθαρισμὸς καὶ πινάκων καὶ ποτηρίων ὡς καὶ οἱ γραμματεῖς, ἀποδεκατώσεις τε καὶ ἀπαρχαὶ καὶ ἐνδελεχεῖς εὐχαὶ καὶ σχήματα ἐθελοθρησκευτικὰ τῆς ἐνδυσίας διά τε τῆς ἀμπεχόνης καὶ τῶν δελματικῶν ἤτουν κολοβίων καὶ τοῦ πλατυσμοῦ τῶν φυλακτηρίων, τουτέστι σημάτων τῆς πορφύρας καὶ κρασπέδων καὶ ῥοΐσκων ἐπὶ τὰ πτερύγια τῆς ἀμπεχόνης, ἅτινα ταῦτα ἐτύγχανε σημεῖα τῆς παρ' αὐτοῖς ἕως καιροῦ ἐγκρατείας· οἳ καὶ παρεισέφερον γένεσιν καὶ εἱμαρμένην. 16 Σαδδουκαῖοι, οἱ ἑρμηνευόμενοι δικαιότατοι, οἳ ἐκ γένους μὲν ἦσαν Σαμαρειτῶν ὁμοῦ καὶ ἱερέως Σαδοὺκ ὀνόματι, νεκρῶν μὲν ἀνάστασιν ἀρνούμενοι καὶ μὴ παραδεχόμενοι ἄγγελον μήτε πνεῦμα, τὰ δὲ πάντα ὄντες Ἰουδαῖοι. 17 Ἡμεροβαπτισταί, οἳ μὲν κατὰ πάντα Ἰουδαῖοι ἦσαν, ἔφασκον δὲ μηδένα ζωῆς αἰωνίου τυγχάνειν, εἰ μή τι ἂν καθ' ἑκάστην ἡμέραν βαπτίζοιτο. 18 Ὀσσηνοί, οἳ δὴ ἰταμώτατοι ἑρμηνεύονται. Ἦσαν δὲ οὗτοι κατὰ νόμον τὰ πάντα τελοῦντες, ἐχρῶντο δὲ καὶ γραφαῖς ἑτέραις μετὰ τὸν νόμον, τοὺς δὲ πλείους τῶν μετέπειτα προφητῶν ἀπεβάλλοντο. 19 Νασσαριαῖοι, οἱ ἑρμηνευόμενοι ἀφηνιασταί, οἳ πᾶσαν σαρκοφαγίαν ἀπαγορεύουσιν, ἐμψύχων τε οὐδ' ὅλως μεταλαμβάνουσιν, ἄχρι δὲ Μωσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ τοῖς ἐν πεντατεύχῳ ἁγίοις ὀνόμασι πατριαρχῶν κεχρημένοι καὶ πιστεύοντες, φημὶ δὴ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν ἀνωτάτω καὶ αὐτοῦ Μωσέως καὶ Ἀαρὼν καὶ Ἰησοῦ. Τὰςδὲ τῆς πεντατεύχου γραφὰς οὐκ εἶναι Μωσέως δογματίζουσιν, ἄλλας δὲ παρ' αὐτὰς διαβεβαιοῦνται. 20 Ἡρωδιανοὶ Ἰουδαῖοι μὲν ἦσαν κατὰ πάντα, Ἡρώδην δὲ Χριστὸνπροσεδόκουν καὶ αὐτῷ τὸ τοῦ Χριστοῦ γέρας ἀπεδίδουν καὶ ὄνομα. Οὗτος ὁ πρῶτος τόμος περιέχων κατὰ τῶν εἴκοσι τούτων αἱρέσεων· ἐν αὐτῷ δὲ ἡ περὶ τῆς Χριστοῦ ἐπιδημίας ὑπόθεσις καὶ ἡ τῆς ἀληθείας ὁμολογία. Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου, ἐν ᾧ περὶ αἱρέσεων δεκατριῶν αἱ παρὰ Χριστιανοῖς αἱρέσεις. 21 Σιμωνιανοί, οἱ ἀπὸ Σίμωνος τοῦ μάγου τοῦ ἐπὶ Πέτρου τοῦ ἀποστόλου, κώμης Γιτθῶν τῆς Σαμαρείας. Οὗτος ἀπὸ Σαμαρειτῶν ὡρμᾶτο Χριστοῦ ὑποδὺς ὄνομα μόνον. Ἐδίδασκεν δὲ αἰσχροποιὸν μίξιν μολυσμοῦ, ἀδιαφορίαν σωμάτων. Ἀποβάλλεται δὲ τὴν ἀνάστασιν καὶ τὸν κόσμον μὴ εἶναι θεοῦ φάσκει. Εἰκόνα δὲ αὑτοῦ ὡς ∆ιὸς καὶ τῆς σὺν αὐτῷ πόρνης ὀνόματι Ἑλένης, Ἀθηνᾶς τύπον, τοῖς ἑαυτοῦ μαθηταῖς παρεδίδου εἰς προσκύνησιν. Ἔλεγεν δὲ ἑαυτὸν Σαμαρείταις μὲν τὸν πατέρα, Ἰουδαίοις δὲ τὸν Χριστόν. 22 Μενανδριανοί, οἱ ἀπὸ τούτου τοῦ Σίμωνος διὰ Μενάνδρου τινὸς ἐναρξάμενοι, διαφερόμενοι δὲ πρὸς τοὺς Σιμωνιανοὺς κατά τι, οἳ ἀπὸ ἀγγέλων ἔλεγον τὸν κόσμον γεγενῆσθαι. 23 Σατορνιλιανοί, οἱ κατὰ τὴν Συρίαν τὴν τῶν Σιμωνιανῶν κρατύναντες αἰσχρουργίαν, ἕτερα δὲ παρὰ τοὺς Σιμωνιανοὺς εἰς ἔκπληξιν περισσοτέραν κηρύσσοντες, ἀπὸ δὲ Σατορνίλου τὴν ἀρχὴν ἐσχηκότες, καὶ αὐτοὶ κατὰ τὸν Μένανδρον ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκοντες, μόνων δὲ ἑπτά, διὰ τὴν τοῦ πατρὸς γνώμην. 24 Βασιλειδιανοί, τῆς αὐτῆς αἰσχρουργίας τελεσταί, ἀπὸ Βασιλείδους, τοῦ ἅμα Σατορνίλῳ, καὶ Σιμωνιανοῖς καὶ Μενανδριανοῖς μαθητευομένου καὶ τὰ ὅμοια μὲν φρονοῦντος, κατά τι δὲ διαφερομένου· λέγει γὰρ τξεʹ οὐρανοὺς εἶναι καὶ τούτοις ὀνόματα ἀγγελικὰ ἐπιτίθησι. ∆ιὸ καὶ τὸν ἐνιαυτὸν τοσούτων ἡμερῶν εἶναι, καὶ τὸ Ἀβρασὰξ ὄνομα εἶναι τξεʹ, καὶ εἶναι τοῦτό φησιν ἅγιον ὄνομα. 25 Νικολαῗται, ἀπὸ Νικολάου τοῦ ἐπὶ ταῖς χρείαις ὑπὸ τῶν ἀποστόλων ταχθέντος, ὃς διὰ ζῆλον τῆς ἰδίας γαμετῆς τὴν αἰσχρουργίαν ἅμα τοῖς ἄλλοις ἐπιτελεῖν