1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

2

βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις.» Ἑλλήνων διαφοραί. 5 Πυθαγόρειοι ἤτοι Περιπατητικοί, τὴν μονάδα καὶ πρόνοιαν καὶ τὸ κωλύειν θύεσθαι τοῖς δῆθεν θεοῖς Πυθαγόρας ἐδογμάτισεν, ἐμψύχων δὲ μὴ μεταλαμβάνειν, ἀπὸ τοῦ οἴνου δὲ ἐγκρατεύεσθαι. ∆ιώριζεν δὲ ἅμα τὰ ἀπὸ σελήνης καὶ ἄνω ἀθάνατα λέγων, τὰ δὲ ὑποκάτω θνητά· μεταγγισμοὺς δὲ ψυχῶν ἀπὸ σωμάτων εἰς σώματα ἄχρι ζῴων καὶ κνωδάλων, σιωπὴν δὲ ἅμα ἀσκεῖν ἐπὶ χρόνῳ πέντε ἐτῶν ἐδίδασκεν, τελευταῖον δὲ αὑτὸν θεὸν ὀνομάζων. 6 Πλατωνικοὶ θεὸν καὶ ὕλην καὶ εἶδος καὶ τὸν κόσμον γενητὸν καὶ φθαρτὸν ὑπάρχειν, τὴν δὲ ψυχὴν ἀγένητον καὶ ἀθάνατον καὶ θείαν. Εἶναι δὲ αὐτῆς τρία μέρη, λογιστικόν, θυμικόν, ἐπιθυμητικόν· τάς τε γυναῖκας κοινὰς τοῖς πᾶσι γίνεσθαι, καὶ μηδένα γαμετὴν ἔχειν ἰδίαν, ἀλλὰ τοὺς θέλοντας ταῖς βουλομέναις συνεῖναι. Μεταγγισμὸν δὲ ὡσαύτως ψυχῶν εἰς σώματα ἄχρι κνωδάλων, ὁμοῦ δὲ καὶ θεοὺς πολλοὺς ἐκ τοῦ ἑνὸς ἐδογμάτισεν. 7 Στωϊκοὶ σῶμα τὸ πᾶν δογματίζοντες καὶ τὸν αἰσθητὸν τοῦτον κόσμον θεὸν νομίζοντες, τινὲς δὲ ἐκ τῆς τοῦ πυρὸς οὐσίας τὴν φύσιν ἔχειν αὐτὸν ἀπεφήναντο. Καὶ τὸν μὲν θεὸν νοῦν ὁρίζουσι, καὶ ὡς ψυχὴν παντὸς τοῦ ὄντος κύτους οὐρανοῦ καὶ γῆς· σῶμα δὲ αὐτοῦ τὸ πᾶν, ὡς ἔφην, καὶ ὀφθαλμοὺς τοὺς φωστῆρας, τὴν δὲ σάρκα ἀπόλλυσθαι καὶ τὴν ψυχὴν πάντων μεταγγίζεσθαι ἀπὸ σωμάτων εἰς σῶμα. 8 Ἐπικούρειοι ἄτομά τε καὶ ἀμερῆ σώματα, ὁμοιομερῆ τε καὶ ἄπειρα τὴν ἀρχὴν εἶναι ὑπεστήσαντο καὶ τέλος εἶναι εὐδαιμονίας τὴν ἡδονὴν ἐδογμάτισαν καὶ μήτε θεὸν μήτε πρόνοιαν τὰ πράγματα διοικεῖν. 9 Σαμαρειτισμὸς καὶ οἱ ἀπὸ τούτου Σαμαρεῖται. Οὗτός ἐστιν ἀπὸ Ἰουδαίων, πρὸ μὲν τοῦ καταστῆναι αἱρέσεις εἰς Ἕλληνας καὶ πρὸ τοῦ συστῆναι αὐτῶν τὰ δόγματα, μετὰ δὲ τοῦ εἶναι Ἑλλήνων τὴν θρησκείαν καὶ μέσον τοῦ Ἰουδαϊσμοῦ πρόφασιν εἰληφὼς ἀπὸ τῶν χρόνων Ναβουχο δονόσορ καὶ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας· μέτοικοι δὲ ὄντες ἀπὸ Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν καὶ λαβόντες τὴν πεντάτευχον Μωσέως, τοῦ βασιλέως αὐτοῖς ἀποστείλαντος ἀπὸ Βαβυλῶνος διὰ ἱερέως Ἔσδρα καλουμένου, τὰ πάντα ἔχοντες ὡς Ἰουδαῖοι, πλὴν τοῦ βδελύττεσθαι τὰ ἔθνη καὶ μήτε προσψαύειν τινῶν καὶ πλὴν τοῦ ἀρνεῖσθαι νεκρῶν ἀνάστασιν καὶ τὰς ἄλλας προφητείας τὰς μετὰ Μωσέα. Σαμαρειτῶν ἔθνη τέσσαρα· 10 Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Ἰεβουσαίους. 11 Ἰεβουσαῖοι διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γοροθηνοὺς διαφερόμενοι. 12 Ἐσσηνοί, οἱ μηδ' ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορτάζοντες ἀδιαφόρως. 13 ∆οσθηνοὶ τοῖς αὐτοῖς ἔθεσιν, οἷα δὴ Σαμαρεῖται ἐμπολιτευόμενοι, περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις χρώμενοι καὶ τῇ πεντατεύχῳ· περισσότερον δὲ τῶν ἄλλων φυλάττοντες τὸ ἀπέχεσθαι ἐμψύχων, ὁμοίως καὶ ἐν τοῖς ἄλλοις, καὶ ἐν νηστείαις δὲ συνεχέστατα βιοῦν. Ἔχουσι δὲ καὶ παρθενίαν, τινὲς δὲ αὐτῶν ἐγκρατεύονται· ἄλλοι πιστεύουσί τε νεκρῶν ἀνάστασιν, ὅπερ ξένον ἐστὶ Σαμαρείταις. Ἰουδαίων αἱρέσεις ἑπτά. 14 Γραμματεῖς, οἵτινες νομικοὶ μὲν ἦσαν καὶ δευτερωταὶ παραδόσεων τῶν παρ' αὐτοῖς πρεσβυτέρων τῇ περιττοτέρᾳ ἐθελοθρησκείᾳ ἔθη φυλάττοντες, ἃ οὐ διὰ τοῦ νόμου μεμαθήκασιν, ἀλλ' ἑαυτοῖς ἐτύπωσαν σεβάσματα δικαιώματος τῆς νομοθεσίας. 15 Φαρισαῖοι, οἱ ἑρμηνευόμενοι ἀφωρισμένοι· οἱ τὸ ἀκρότατον βιοῦντες καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι, παρ' οἷς καὶ νεκρῶν ἀνάστασις, ὃ καὶ παρὰ τοῖς γραμματεῦσι, καὶ ἡ περὶ ἀγγέλων καὶ πνεύματος ἁγίου, ὅτι ἔστι, συγκατάθεσις· πολιτεία δὲ διάφορος, καὶ μέχρι χρόνου ἐγκράτεια καὶ παρθενία, νηστεία δὲ δὶς τοῦ σαββάτου,