1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

18

δημιουργίαν διὰ τὸ μὴ δύνασθαι τὰ φθειρόμενα ἢ δημιουργούμενα συναΐδια εἶναι τῷ φθείροντι ἢ δημιουργοῦντι ἀληθές. Ἀλλ' ὑμεῖς οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραχθῆναι λέγετε, ἀλλ' αὐτὴν ἑαυτῆς εἶναι τὴν κακίαν φθαρτικὴν καὶ ἀναλωτικήν, ὥστε αὕτη δυνάμει ἔχουσα τό τε φθείρειν καὶ φθείρεσθαι, καὶ οὐκ ἐνεργείᾳ ἀτελὴς ἦν. Τὸ δὲ ἐξ ἀτελοῦς προκόπτον εἰς τελειότητα οὐκ ἄναρχον· εἰ γὰρ τὸ ἄτρεπτον ἄναρχον, τὸ τρεπόμενον οὐκ ἄναρχον. Καὶ πάλιν· Τί πρῶτον τῆς ὕλης, ἡ οὐσία αὐτῆς ἢ ἡ φθορά; Καὶ εἰ μὲν ἡ φθορά, ἀδύνατον αὐτὴν ὑπάρξαι πρὸ τοῦ εἶναι ἀναλισκομένην. Εἰ δὲ ἡ οὐσία αὐτῆς προϋπῆρξε τῆς φθορᾶς, οὐσία μᾶλλον καὶ ὕπαρξίς ἐστι καὶ οὐ φθορὰ καὶ ἦν ἀφθαρσία ποτὲ μὴ ἔχουσα ἐναντίαν τὴν φθορὰν καὶ οὐκ ἄναρχος ἡ φθορά. Εἰ δὲ ἀεὶ ἦν ἡ οὐσία αὐτῆς ἀναλίσκουσα ἑαυτήν, πῶς προήγαγε τοὺς καρπούς; Εἰ μερικῶς ἀνήλισκεν, οὐ παντελῶς φθαρτικὴ οὐδὲ παντελῶς φθαρτὴ καὶ οὐ τελέως κακή. Εἰ δὲ φθαρτικὴ οὖσα ἐπαύσατο τοῦ ἑαυτὴν φθείρειν, ἢ κακὸν τὸ φθείρειν καὶ ἐκ κακοῦ εἰς ἀγαθὸν ἐτράπη ἢ ἀγαθὸν τὸ φθείρειν καὶ ἐξ ἀγαθοῦ γέγονε κακή. Εἰ ἡ ὕλη κακία, ἑαυτὴν δὲ ἔφθειρεν, ἀγαθή· τὸ γὰρ φθεῖρον τὸ κακὸν ἀγαθόν. Καὶ πάλιν εἴπατε· Ἡ ὕλη φῶς ἦν ἢ σκότος; Καὶ εἰ μὲν φῶς, τῆς οὐσίας τοῦ ἀγαθοῦ· καὶ ἰδοὺ μία ἀρχὴ καὶ οὐ δύο. Εἰ δὲ σκότος, πῶς τὸ σκότος θεωρεῖ; Εἰ γὰρ θεωρεῖ, φῶς ἔχει. Εἰ δὲ οὐκ ἔχει φῶς, τυφλόν ἐστι, καὶ πῶς εἶδε τὸ φῶς; Πῶς δὲ καὶ σκότος ἔσται ἐν τῷ φωτεινῷ καὶ οὐ λυθήσεται; Ἢ «ποία κοινωνία φωτὶ πρὸς σκότος;» Καὶ πάλιν· Ἡ ὕλη ἔζη ἢ οὔ; Καὶ εἰ μὲν οὐκ ἔζη, πῶς ἐκινήθη; Πᾶν γὰρ τὸ μὴ ἔχον ζωὴν ἀκίνητον. Εἰ δὲ ἔζη, ἢ ἐξ αὐτῆς ἔχει τὴν ζωὴν ἢ ἀλλαχόθεν. Καὶ εἰ μὲν ἐξ ἑαυτῆς, ζωὴ ἦν καὶ οὐ θάνατος. Εἰ δὲ ἀλλαχόθεν ἔσχε τὴν ζωήν, ἢ ἐκ τοῦ ἀγαθοῦ, καὶ πῶς ἀγαθὸς ὁ ζωώσας τὴν κακίαν; Εἰ δὲ ἐξ ἄλλου, οὐκ ἔσονται δύο, ἀλλὰ τρεῖς. Καὶ πάλιν· Ἡ ὕλη ἀφ' ἑαυτῆς ἦν ἄναρχος ἢ ἐξ ἄλλου ἐγένετο. Καὶ εἰ μὲν ἐξ ἄλλου ἐγένετο, οὐκ ἄναρχος. Εἰ δὲ ἄναρχος ἦν, πάντοτε εἶχε τὸ εἶναι καὶ οὐδέποτε ἔσχε τὸ μὴ εἶναι. Πῶς δὲ λέγετε αὐτὴν φθορὰν καὶ θάνατον; Ἡ γὰρ φθορὰ τὸ μὴ εἶναι παρέχει, ἡ δὲ ὕλη οὐκ ἔσχε ποτὲ τὸ μὴ εἶναι· ἀεὶ γὰρ ἦν, ὡς λέγετε. Πῶς οὖν, ὃ οὐκ ἔχει, δύναται δοῦναι; Καὶ πάλιν· Ἡ γένεσις καὶ ἡ φθορὰ ἐναντία. Ἡ μὲν γὰρ γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι διάλυσις. Εἰ οὖν ἡ ὕλη καθ' ὑμᾶς φθορά, πῶς ποιεῖ καρποὺς καὶ γεννᾷ; Καὶ πάλιν· Ἡ φθορὰ ἡ παντελὴς καὶ ἑαυτὴν φθείρει· εἰ γὰρ ἑαυτὴν συνιστᾷ, οὐ παντελὴς φθορά. Εἰ δὲ καὶ ἑαυτὴν φθείρει, οὐκ ἔσται. 64 Ἀγαθὸν λέγεται παρὰ τὸ ἄγαν θεῖν πάντα πρὸς αὐτό, ὃ καὶ φύσει ἐστὶν ἐραστὸν καὶ ἐφετόν, οὗ φυσικῶς πάντα ἐφίεται. Κακὸν δέ ἐστιν ἡ παρὰ φύσιν ἔφεσις, τουτέστιν ὅταν ἑτέρου τινὸς παρὰ τὸ φύσει ἐφετὸν ἐφιέμεθα. «Πάντων οὖν καὶ τῶν καλῶν καὶ τῶν κακῶν ἀρχὴ καὶ τέλος ἐστὶ τὸ ἀγαθόν· τοῦ γὰρ ἀγαθοῦ ἕνεκα πάντα, καὶ ὅσα ἀγαθὰ καὶ ὅσα ἐναντία· καὶ γὰρ καὶ ταῦτα πράττομεν τὸ ἀγαθὸν ποθοῦντες. Οὐδεὶς γὰρ εἰς τὸ κακὸν ἀποβλέπων ποιεῖ, ἅπερ ποιεῖ. ∆ιὸ οὐδὲ ὑπόστασιν ἔχει τὸ κακόν, ἀλλὰ παρυπόστασιν, τοῦ ἀγαθοῦ ἕνεκα καὶ οὐχ ἑαυτοῦ γινόμενον·» πᾶν γὰρ γινόμενον ἢ δι' ἀγαθὸν γίνεται ἢ διὰ νομιζόμενον ἀγαθόν. 65 Πλανᾶται ὑπὸ θεοῦ προφήτης ἢ τοῦ θεοῦ παραχωροῦντος αὐτὸν πλανηθῆναι κατὰ τὴν ἀξίαν τῆς ἐπιθυμίας αὐτοῦ ἢ προλέγων καὶ τοῦ θεοῦ ἄλλα ποιοῦντος, παρ' ἃ προεῖπε, πεπλανῆσθαι λέγεται ὑπὸ θεοῦ, τουτέστι πλάνος ἀποδεδεῖχθαι. 66 Εἴπατε οὖν ἡμῖν, ὦ Μανιχαῖοι· Ἡ ὕλη, ἣν λέγετε κακίαν καὶ σκότος καὶ φθορὰν καὶ θάνατον, ἄναρχον καὶ ἀίδιον, οὐσία ἦν ἢ συμβεβηκός; Καὶ εἰ μὲν οὐσία, ἢ σῶμα ἦν, οἷον γῆ, ὕδωρ, ἀήρ, πῦρ, ἢ ἀσώματον, οἷον θεός, ἄγγελος, ψυχή, ἢ ἐκ σώματος καὶ ἀσωμάτου σύνθετος. Καὶ εἰ μὲν σῶμα, ἀκίνητος ἦν· πᾶν γὰρ σῶμα ἄψυχον καὶ