1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

2

διασκεψώμεθα. Μανιχαῖος· ∆ιασκεψώμεθα. 3 Ὀρθόδοξος· Ἡ ἀρχὴ ποσαχῶς λαμβάνεται; Μανιχαῖος· Φράσον σύ. Ὀρθόδοξος· Ἄναρχον μέν ἐστι τὸ μὴ ἐσχηκὸς ἀρχήν, τὸ δὲ τῆς ἀρχῆς ὄνομα ὁμώνυμόν ἐστι· καὶ γὰρ πολλὰ σημαίνει. Λέγεται γὰρ ἀρχὴ κατὰ χρόνον, ὡς λέγομεν ἀρχὴν ἡμέρας τὴν τοῦ ἡλίου ἀνατολήν, καὶ ἀρχὴν ἐνιαυτοῦ. Λέγεται ἀρχὴ καὶ κατὰ τόπους, ὡς λέγομεν· Ἀρχὴ ὁδοῦ, καὶ ἀρχὴν τοῦ Φυσὼν τὸν παράδεισον. Λέγεται ἀρχὴ καὶ κατὰ ἀξίωμα καὶ ἐξουσίαν, ὡς λέγομεν ἀρχὴν εἶναι καὶ τὸν βασιλέα τῶν ὑπηκόων. Λέγεται ἀρχὴ καὶ τὸ φύσει πρότερον ὡς ἐπὶ τοῦ ἀριθμοῦ. ∆ύο μὲν γὰρ ὄντων ἐξ ἀνάγκης ἔσται τὸ ἕν, ἑνὸς δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἐστὶ δύο· ἔσται γὰρ δύο ἓν καὶ ἕν, τὸ δὲ ἓν οὐ δύο. Ἀρχὴ οὖν τῶν δύο τὸ ἕν. Λέγεται ἀρχὴ καὶ κατὰ τάξιν ὡς πρῶτον τὸ τοῦ ἀναγνώστου ἀξίωμα, εἶτα ὑποδιακόνου, εἶτα διακόνου, καὶ οὕτως πρεσβυτέρου, καὶ οὕτως ἐπισκόπου. Λέγεται ἀρχὴ καὶ κατὰ τὸ αἴτιον καὶ τοῦτο τριχῶς; ἢ γὰρ φυσικὸν ὡς ἀρχὴ υἱοῦ πατήρ, ἢ ποιητικὸν ὡς ἀρχὴ κτίσεως ὁ κτίστης, ἢ μιμητικὸν ὡς ἀρχὴ εἰκόνος τὸ εἰκονιζόμενον. Κατὰ τοσούτους οὖν τρόπους λεγομένης τῆς ἀρχῆς ἐκεῖνό ἐστι τὸ ὄντως ἄναρχον λεγόμενον· τὸ κατὰ πάντας τοὺς τρόπους ἄναρχον λεγόμενον. Πῶς οὖν δύο ἀρχὰς σὺ φῂς ἀνάρχους; Μανιχαῖος· Κατὰ πάντας τοὺς τρόπους· οὕτως γὰρ ἔσονται ἄναρχοι. Ὀρθόδοξος· Ἀλλ' ἐψεύσω κατὰ τῆς σεαυτοῦ κορυφῆς· ἀπὸ δὲ ψεύδους ἀρξάμενος ἀδόκιμον ἕξεις τὸ τέλος. Μανιχαῖος· Πῶς τοῦτο λέγεις; Ὀρθόδοξος· ∆ύο εἰπὼν ἀπὸ ἀριθμοῦ ἤρξω, τὰ δὲ δύο οὐκ ἀρχή· ἄλλη γὰρ ἀρχὴ τῶν δύο, ἡ μονάς. Περὶ ἀρχῆς οὖν διαλεγόμενος μίαν ἀρχὴν εἰπέ, ἵνα ᾖ τελεία ἡ ἀρχή· φύσει γὰρ μονὰς ἀρχὴ δυάδος. Εἰ οὖν δύο ἀρχαί, ποῦ ἡ φύσει προτέρα ἀρχή, τουτέστιν ἡ μονάς; 4 Μανιχαῖος· Σὺ οὖν τρεῖς ὑποστάσεις λέγεις, καὶ πῶς λέγεις, ὅτι ἀπὸ μονάδος δεῖ ἄρχεσθαι; Ὀρθόδοξος· Εἰ καὶ τρεῖς ὑποστάσεις λέγω, ἀλλὰ μίαν ἀρχήν φημι· ἀρχὴ γὰρ ὁ πατὴρ υἱοῦ καὶ πνεύματος οὐ κατὰ χρόνον, ἀλλὰ κατ' αἰτίαν. Ἐκ πατρὸς γὰρ λόγος καὶ πνεῦμα, εἰ καὶ μὴ μετὰ πατέρα. Ὥσπερ γὰρ ἐκ τοῦ πυρὸς φῶς καὶ οὐ προτερεύει κατὰ χρόνον τὸ πῦρ τοῦ φωτός-ἀδύνατον γὰρ εἶναι πῦρ ἀφώτιστον, ἀρχὴ δέ ἐστι καὶ αἰτία τὸ πῦρ τοῦ ἐξ αὐτοῦ φωτός-, οὕτω καὶ ὁ πατὴρ ἀρχὴ καὶ αἰτία τοῦ λόγου καὶ τοῦ πνεύματος-ἐκ τοῦ πατρὸς γὰρ λόγος καὶ πνεῦμα-, οὐ προτερεύει δὲ χρόνῳ· ἀδύνατον γὰρ εἶναι πατέρα ἐκ τοῦ υἱοῦ ἢ λόγον ἐκ τοῦ πνεύματος. Μίαν οὖν ἀρχὴν ὁμολογῶ ὡς καὶ αἴτιον φυσικὸν τὸν πατέρα λόγου καὶ πνεύματος. Σὺ δὲ οὐ λέγεις ἐκ τοῦ ἀγαθοῦ τὸν πονηρὸν οὐδὲ τὸν ἀγαθὸν ἐκ τοῦ πονηροῦ. 5 Ὅτι δὲ οὐ κατὰ χρόνον ἀνάρχους εἶναι δυνατὸν τὰς καθ' ὑμᾶς δύο ἀρχάς, οὕτω γνωσόμεθα. Τὸ μὴ ἀρξάμενον τοῦ εἶναι ἄτρεπτόν ἐστιν· εἰ γὰρ ἐτράπη, οὐ παντελῶς ἐστιν ἄναρχον. Τρεπόμενον γὰρ ἐξ ἀσωμάτου εἰς σῶμα ἢ ἐξ ἀνειδέου εἰς εἶδος ἢ ἐξ ἀκινήτου εἰς κίνησιν ἢ ἐξ ἡσυχίας καὶ ἠρεμίας εἰς στάσιν ἄρχεται τοῦ γίνεσθαι, ὅπερ οὐκ ἦν πρότερον. Καὶ οὐκ ἔστιν ἄναρχον τρεπόμενον ἐξ ἀνάρχου εἰς ἀρχόμενον· τὸ γὰρ ἀρχὴν λαμβάνον καὶ ἠργμένον οὐκ ἄναρχον. Μανιχαῖος· Τί οὖν; Ὁ κατὰ σὲ θεὸς οὐκ ἐτράπη γεννήσας υἱὸν καὶ προαγαγὼν πνεῦμα; Ὀρθόδοξος· Οὐδαμῶς· οὐ γὰρ λέγω· Μὴ ὢν πρότερον πατὴρ ὕστερον γέγονε πατήρ, ἀλλὰ ἀεὶ ἦν ἔχων ἐξ αὑτοῦ τὸν αὐτοῦ λόγον καὶ διὰ τοῦ λόγου αὐτοῦ ἐξ αὑτοῦ τὸ πνεῦμα αὐτοῦ ἐκπορευόμενον. 6 Μανιχαῖος· Εἶτα οὐδὲ κτίσας ὕστερον τὴν κτίσιν ἐτράπη δημιουργὸς γενόμενος; Ὀρθόδοξος· Οὐδαμῶς. Μανιχαῖος· Πῶς τοῦτο λέγεις; Ὀρθόδοξος· Ὅτι οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὴν κτίσιν προήγαγεν, ἀλλ' ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι θελήματι. Μανιχαῖος· Εἶτα ὅτε ἠθέλησε γενέσθαι τὴν κτίσιν, οὐκ ἐτράπη θελήσας, ὅπερ οὐκ ἤθελε πρότερον; Ὀρθόδοξος· Οὐδαμῶς· οὐ γὰρ πρότερον μὴ θέλων ὕστερον ἠθέλησεν, ἀλλ' ἀεὶ ἤθελεν ἐν