1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

14

περὶ τοῦ θανάτου κατασείων αὐτοῦ τὴν ψυχήν. Φοβοῦμαι γὰρ ἐγώ, φησί, τὸν κύριόν μου τὸν βασιλέα, μήποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ ὑπὲρ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ. Ἀπαλλάξαντες αὐτὸν τούτου τοῦ δέους πείθουσι δοῦναι τὴν χάριν. Καὶ ἐπειδὴ πάντα τὰ παρ' ἑαυτῶν εἰσήνεγκαν, καὶ ὁ θεὸς τὰ παρ' ἑαυτοῦ λοιπὸν εἰσέφερεν. Οὐδὲ γὰρ τοῦ θεοῦ μόνου τὸ κατόρθωμα ἐπὶ τούτοις ἦν οἷς ἔμελλον ἐκεῖνοι λαμβάνειν, ἀλλὰ τῆς ἐκείνων γνώμης ἡ ἀρχὴ καὶ τὰ προοίμια, ἣν παρασχόμενοι γενναίαν καὶ ἀνδρείαν, ἐπεσπάσαντο τοῦ θεοῦ τὴν ῥοπὴν καὶ εἰς τέλος ἤγαγον ὅπερ ἐσπούδαζον.

16 Ὁρᾷς ὅτι τὸν μὴ ἑαυτὸν ἀδικοῦντα, οὐδεὶς ἕτερος παραβλάψαι δυνήσεται; ἰδοῦ γοῦν νεότης καὶ αἰχμαλωσία καὶ ὀρφανία καὶ εἰς ἀλλοτρίαν ἀπαγωγὴ καὶ μόνωσις καὶ ἐρημία τῶν βοηθησόντων καὶ ἐπίταγμα χαλεπὸν καὶ φόβος θανάτου πολὺς ἐπιτειχίζων τοῦ εὐνούχου τὴν δειλίαν καὶ πενία καὶ ὀλιγότης καὶ τὸ ἐν μέσῳ βαρβάρων εἶναι καὶ τὸ τοὺς ἐχθροὺς ἔχειν δεσπότας καὶ τὸ εἰς αὐτὰς ἐκδεδόσθαι τὰς χεῖρας τὰς βασιλικὰς καὶ τῶν οἰκείων ἁπάντων ὁ χωρισμὸς καὶ ἱερέων καὶ προφητῶν καὶ τῶν ἄλλων τῶν ἐπιμελουμένων αὐτῶν ἀλλοτρίωσις καὶ σπονδῶν καὶ θυσιῶν ἀργία καὶ ναοῦ καὶ ψαλμῶν ἀφαίρεσις καὶ οὐδὲν τούτων αὐτοὺς παρέβλαψεν· ἀλλὰ τότε μειζόνως εὐδοκίμησαν ἢ ὅτε τούτων ἀπήλαυον ἐπὶ τῆς πατρίδος τῆς ἑαυτοῦ. Καὶ πρῶτον ἆθλον ἀνύσαντες τοῦτον καὶ λαμπρὸν ἀναδησάμενοι τὸν στέφανον, καὶ τὸν νόμον καὶ ἐν ἀλλοτρίᾳ τηρήσαντες καὶ ἐπίταγμα καταπατήσαντες τυραννικὸν καὶ φόβον νικήσαντες τοῦ ἀλάστορος καὶ μηδὲν μηδαμόθεν παραβλαβέντες· ὥσπερ οἴκοι καθήμενοι καὶ πάντων ἐκείνων ἀπολαύοντες, οὕτω τὸ ἔργον μετ' ἀδείας ἀνύσαντες, ἐφ' ἕτερα πάλιν ἐκαλοῦντο σκάμματα· καὶ πάλιν ἦσαν οἱ αὐτοί. Καὶ ἀγὼν τοῦ προτέρου χαλεπώτερος αὐτοῖς ἐτίθετο καὶ κάμινος ἀνήπτετο καὶ βαρβαρικὸν πρὸς αὐτοὺς στρατόπεδον μετὰ τοῦ βασιλέως παρετάττετο καὶ ἡ Περσικὴ πᾶσα δύναμις ἐκινεῖτο καὶ πάντα πρὸς ἀπάτην αὐτῶν ἐπετηδεύετο καὶ βίαν καὶ μουσικῆς εἴδη διάφορα καὶ κολάσεων ποικίλοι τρόποι καὶ ἀπειλαὶ καὶ ὄψις πάντοθεν ἦν φοβερὰ καὶ ῥήματα ὄψεως φοβερώτερα· Ἀλλ' ὅμως ἐπειδὴ ἑαυτοὺς οὐ προέδωκαν, ἀλλὰ τὰ παρ' ἑαυτῶν πάντα εἰσήνεγκαν, οὐδὲν οὐδέποτε παρεβλάβησαν, ἀλλὰ καὶ λαμπροτέρους τῶν προτέρων ἀνεδήσαντο τοὺς στεφάνους. Ἔδησε μὲν γὰρ αὐτοὺς ὁ Ναβουχοδονόσορ καὶ ἐνέβαλεν εἰς τὴν κάμινον, οὐ μὴν παρέβλαψεν, ἀλλὰ καὶ μειζόνως ὠφέλησε καὶ ἐνδοξοτέρους εἰργάσατο. Καὶ οὔτε ναόν-πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ-οὔτε θυσιαστήριον, οὐ πατρίδα, οὐχ ἱερέας, οὐ προφήτας ἔχοντες, ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ χώρᾳ, ἐν αὐτῇ μὲν μέσῃ τῇ καμίνῳ, μεταξὺ τοῦ στρατοπέδου παντὸς ἐκείνου, αὐτοῦ τοῦ βασιλέως τοῦ ταῦτα ἐργαζομένου θεωροῦντος, λαμπρὸν ἀνεστήσαντο τρόπαιον καὶ περιφανῆ νίκην ἤραντο, τὴν θαυμαστὴν ἐκείνην καὶ παράδοξον ᾄσαντες ᾠδήν, τὴν καὶ μέχρι τοῦ νῦν ἐξ ἐκείνου πανταχοῦ τῆς οἰκουμένης ᾀδομένην καὶ αἰσθησομένην δὲ καὶ εἰς τὰς μετὰ ταῦτα γενεάς. Οὕτως οὖν, ὅταν μηδεὶς ἑαυτὸν ἀδικῇ, οὐδὲν παρ' ἑτέρου βλαβῆναι δυνήσεται-οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο ἐπᾴδων τὸ ῥῆμα-εἰ γὰρ αἰχμαλωσία καὶ δουλεία καὶ μόνωσις καὶ πατρίδος ἀποβολὴ καὶ τῶν οἰκείων ἁπάντων καὶ θάνατος καὶ ἐμπρησμὸς καὶ στρατόπεδον τοσοῦτον καὶ τύραννος οὕτως ὠμὸς, οὐκ ἴσχυσαν παῖδας τρεῖς νέους αἰχμαλώτους, δούλους, ξένους, ἐπ' ἀλλοτρίας ὄντας λυμήνασθαί τι εἰς τὴν οἰκείαν αὐτῶν ἀρετήν, ἀλλὰ καὶ μείζονος αὐτοῖς παρρησίας γέγονε πρόφασις ἡ ἐπιβουλή, τί τὸν νήφοντα παραβλάψαι δυνήσεται; οὐκ ἔστιν οὐδέν, κἂν πᾶσαν τὴν οἰκουμένην ἔχῃ πολεμοῦσαν αὐτῷ. Ἀλλ' ὁ θεὸς τότε, φησί, παρέστη αὐτοῖς καὶ ἐξήρπασεν αὐτοὺς τῆς φλογός. Μάλιστα μὲν οὖν, καὶ σὺ τὰ παρ' ἑαυτοῦ πάντα ἐὰν παράσχῃς, τὰ παρὰ τοῦ θεοῦ ἕψεται πάντως.

17 Πλὴν ἀλλ' ἐγὼ τοὺς παῖδας ἐκείνους οὐ διὰ τοῦτο θαυμάζω καὶ μακαρίζω καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι τὴν φλόγα κατεπάτησαν καὶ τῆς τοῦ πυρὸς ἐνεργείας