1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

6

καὶ φόνων καὶ φόβων καὶ τρόμων καὶ φθόνου καὶ βασκανίας καὶ ἐπιβουλῆς καὶ φροντίδος διηνεκοῦς καὶ μερίμνης καὶ κέρδος ἔχων οὐδέν, οὐδὲ καρπὸν τῶν τοσούτων κακῶν οὐδένα φέρων, ἀλλ' ἢ κόλασιν καὶ τιμωρίαν καὶ τὸ διηνεκῶς βασανίζεσθαι, ζηλωτὸς εἶναι τοῖς πολλοῖς δοκεῖ καὶ περιμάχητος ὃ τῆς ἀνοίας τῶν ἁλισκομένων ἐστίν, οὐ τῆς τοῦ πράγματος μακαριότητος. Ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ πρὸς μὲν τὰ ἀθύρματα κέχηνε καὶ ἐπτόηται, τῶν δὲ τελείοις ἀνδράσι πρεπόντων πραγμάτων οὐδὲ αἴσθησιν λαβεῖν δύναιτ' ἄν. Ἀλλ' ἐκείνοις μὲν συγγνώμη διὰ τὸ τῆς ἡλικίας ἄωρον· οὗτοι δὲ ἀπολογίας ἐκβέβληνται, ἐν ἡλικίᾳ τελείᾳ παιδικὴν ἔχοντες γνώμην, κἀκείνων ἀνοητότερον διακείμενοι. ∆ιὰ τί γὰρ ζηλωτὸς ὁ πλοῦτος; εἰπέ μοι· καὶ γὰρ ἀναγκαῖον ἐντεῦθεν προοιμιάσασθαι, ἐπειδὴ ὑγιείας καὶ ζωῆς καὶ τῆς παρὰ τῶν πολλῶν εὐφημίας καὶ χρηστῆς ὑπολήψεως καὶ πατρίδος καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ ἁπάντων τῶν τὸ χαλεπὸν τοῦτο νόσημα νενοσηκότων τιμιώτερον τοῖς πολλοῖς ἔδοξεν εἶναι. Καὶ πρὸς αὐτὰς ἀνέβη λοιπὸν τὰς νεφέλας ἡ πυρὰ καὶ γῆν καὶ θάλατταν ἡ κάμινος αὕτη κατέλαβε καὶ ὁ μὲν σβεννύων τὴν φλόγα ταύτην οὐδείς· οἱ δὲ ἀνακαίοντες, ἅπαντες αὐτοί τε οἱ ἁλόντες ἤδη, οἵ τε μηδέπω ἁλόντες, ἵνα ἁλῶσι. Καὶ ἕκαστον ἴδοι τις ἂν καὶ ἄνδρα καὶ γυναῖκα καὶ οἰκέτην καὶ ἐλεύθερον καὶ πλούσιον καὶ πένητα κατὰ δύναμιν τὴν ἑαυτοῦ φορτία βαστάζοντα, τὰ τῇ φλογὶ ταύτῃ δι' ἡμέρας τε καὶ νυκτὸς πολλὴν παρέχοντα τὴν τροφήν, φορτία οὐ ξύλων οὐδὲ φρυγάνων, οὐ γὰρ τοιαύτη ἡ φλόξ, ἀλλὰ ψυχῶν καὶ σωμάτων ἀδικίας καὶ παρανομίας. Ἀπὸ γὰρ τούτων ἀνάπτεσθαι πέφυκεν αὕτη τῆς φλογὸς ἡ φύσις. Οἵ τε γὰρ πλουτοῦντες οὐδαμοῦ τῆς ἀτόπου ταύτης ἵστανται ἐπιθυμίας, κἂν ἅπασαν περιβάλωνται τὴν οἰκουμένην· οἵ τε πένητες ἐπείγονται φθάσαι ἐκείνους καὶ λύσσα τις ἀνίατος καὶ μανία ἀκάθεκτος καὶ νόσος ἀδιόρθωτος τὰς πάντων κατέχει ψυχάς. Καὶ πάντα ἔρωτα οὗτος νικήσας ὁ ἔρως καὶ παρωσάμενος ἐξέβαλε τῆς ψυχῆς. Καὶ οὔτε φιλίας λόγος, οὔτε συγγενείας. Τί λέγω φιλίας καὶ συγγενείας; οὐ γυναικὸς καὶ παίδων, οὗ τί γένοιτ' ἂν ἀνδράσι ποθεινότερον; ἀλλὰ πάντα χαμαὶ ἔρριπται καὶ καταπεπάτηται, τῆς ὠμῆς ταύτης καὶ ἀπανθρώπου δεσποίνης τῶν ἁλόντων τὰς ἁπάντων καταλαβούσης ψυχάς. Καὶ γὰρ, ὡς δέσποινα τούτων ἀπάνθρωπος καὶ ὡς τύραννος ἀπηνὴς καὶ ὡς βάρβαρος ὠμὴ καὶ ὡς πόρνη πάνδημος καὶ πολυτελής, καταισχύνει καὶ κατατείνει καὶ μυρίοις κολάζει κινδύνοις τε καὶ τιμωρίαις τοὺς ἑλομένους δουλεύειν αὐτῇ· καὶ φοβερά τις οὖσα καὶ ἀμείλικτος, ἀγρία καὶ ἀπηνὴς καὶ πρόσωπον ἔχουσα βαρβαρικόν, μᾶλλον δὲ θηριῶδες καὶ λύκου καὶ λέοντος ἀγριώτερον, προσηνής τις εἶναι δοκεῖ καὶ ποθεινὴ καὶ μέλιτος γλυκυτέρα τοῖς αἰχμαλωτισθεῖσιν ὑπ' αὐτῆς. Ξίφος καὶ ὅπλα καθ' ἑκάστην κατ' αὐτῶν χαλκεύουσα τὴν ἡμέραν καὶ βάραθρα ἀνορύττουσα καὶ ἐπὶ κρημνοὺς ἄγουσα καὶ σκοπέλους καὶ μυρία αὐτοῖς πλέκουσα κολάσεως δίκτυα, ζηλωτοὺς αὐτοὺς νομίζεται ποιεῖν τοῖς τε ἑαλωκόσιν αὐτοῖς, τοῖς τε ἐπιθυμοῦσιν ἁλῶναι. Καὶ καθάπερ ὗς ἀμάρᾳ καὶ βορβόρῳ ἐγκαλινδουμένη ἥδεται καὶ τρυφᾷ καὶ κάνθαροι κόπρον συνεχῶς ἀνελίττοντες, οὕτω δὴ καὶ οἱ τῇ φιλαργυρίᾳ ἁλόντες τῶν ζῴων τούτων εἰσὶν ἀθλιώτεροι. Καὶ γὰρ μείζων ἡ ἐνταῦθα βδελυγμία, καὶ ὁ βόρβορος δυσωδέστερος. Ἐνδιατρίβοντες γὰρ τῷ πάθει, πολλὴν νομίζουσιν ἡδονὴν ἐντεῦθεν καρποῦσθαι· ὅπερ οὐ τῆς φύσεως τοῦ πράγματός ἐστιν, ἀλλὰ τῆς τὴν τοιαύτην ἀλογίαν νοσούσης διανοίας.

7 Πῶς οὖν ἂν ἰασαίμεθα τοὺς οὕτω διακειμένους; Εἰ βουληθεῖεν ἀνοῖξαι τὰς ἀκοὰς καὶ ἁπλῶσαι τὴν διάνοιαν καὶ δέξασθαι τὰ λεγόμενα. Τὰ μὲν γὰρ ἄλογα μεταθεῖναι τῆς ἀκαθάρτου διατριβῆς οὐκ ἔνι· λογισμοῦ γάρ ἐστιν ἔρημα· τὸ δὲ ἡμερώτατον τοῦτο γένος καὶ λογισμῷ καὶ λόγῳ τετιμημένον, τὴν ἀνθρωπείαν λέγω φύσιν, εἰ βουληθείη ῥᾳδιόν τε καὶ σφόδρα εὔκολον καὶ τοῦ βορβόρου καὶ τῆς δυσωδίας καὶ τῆς κόπρου καὶ τῆς βδελυγμίας ἀπαλλάξαι ἐκείνης. ∆ιὰ τί γὰρ ὁ