1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

144

λοιπὸν πόσους ἔχει τὸ πρᾶγμα βαθμούς. Ἔδει λαμβάνειν, αὐτὸς δὲ οὐκ ἐλάμβανεν· ἰδοὺ πρῶτον κατόρθωμα. Καὶ ὑστερούμενος, δεύτερον· καὶ αὐτοῖς κηρύττων, τρίτον· καὶ προσδίδωσι, τέταρτον· καὶ οὐχ ἁπλῶς προσδίδωσιν, ἀλλὰ καὶ μετὰ ἐπιτάσεως, πέμπτον· καὶ οὐ χρήματα μόνον, ἀλλὰ καὶ ἑαυτὸν, ἕκτον· καὶ ὑπὲρ τῶν μὴ σφόδρα φιλούντων αὐτὸν, ἕβδομον· καὶ ὑπὲρ τῶν σφόδρα φιλουμένων, ὄγδοον. γʹ. Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Μέγα μὲν γὰρ ἔγκλημα [καὶ τὸ φθονεῖν], καὶ τὸ μὴ φιλεῖν· μεῖζον δὲ γίνεται, ὅταν καὶ φιλούμενός τις μὴ φιλῇ. Εἰ γὰρ ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν πλέον ἔχει τῶν τελωνῶν· ὁ μὴ τοῦτο ἔχων, καὶ τῶν θηρίων ἐλάττων ἂν εἴη. Τί λέγεις, ἄνθρωπε; οὐ φιλεῖς τὸν φιλοῦντα; καὶ τίνος ἕνεκεν ζῇς; ποῦ δὲ χρήσιμος ἔση λοιπόν; ἐν ποίοις πράγμασιν; ἐν πολιτικοῖς; ἐν ἰδιωτικοῖς; Οὐδαμῶς· οὐδὲν γὰρ ἀχρηστότερον ἀν 61.587 δρὸς οὐκ εἰδότος φιλεῖν. Τοῦτον καὶ λῃσταὶ πολλάκις τὸν νόμον ᾐδέσθησαν καὶ ἀνδροφόνοι καὶ τοιχωρύχοι, καὶ ἁλῶν κοινωνήσαντες μόνον, μετετάξαντο, τῇ τραπέζῃ τὸν τρόπον μεταβαλόντες· σὺ δὲ οὐχὶ ἁλῶν μόνον, ἀλλὰ καὶ ῥημάτων καὶ πραγμάτων κοινωνῶν, καὶ εἰσόδων καὶ ἐξόδων, οὐ φιλεῖς; Ἀλλ' οἱ μὲν αἰσχρῶς ἐρῶντες, καὶ ὁλοκλήρους δαπανῶσιν οὐσίας εἰς τὰς πορνευομένας γυναῖκας· σὺ δὲ σεμνὸν ἔχων ἔρωτα, οὕτως εἶ ψυχρὸς καὶ ἀσθενὴς καὶ ἄνανδρος, ὡς μηδὲ χωρὶς δαπάνης καταδέχεσθαι φιλεῖν; Καὶ τίς, φησὶν, οὕτως ἔσται ἄθλιος, τίς δὲ οὕτω θηρίον, ὡς τὸν φιλοῦντα ἀποστρέφεσθαι καὶ μισεῖν; Σὺ μὲν καλῶς ποιεῖς ἀπιστῶν διὰ τὴν τοῦ πράγματος ἀτοπίαν· ἐγὼ δὲ ἂν δείξω πολλοὺς ὄντας τοιούτους, πῶς οἴσομεν λοιπὸν τὴν αἰσχύνην; Ὅταν γὰρ κακῶς ἀγορεύῃς τὸν φιλούμενον, ὅταν ἀκούων κακῶς ἑτέρου λέγοντος μὴ ἀμύνῃς, ὅταν εὐδοκιμοῦντα φθονῇς, ποία αὕτη ἀγάπη; Καίτοι γε φιλίαν οὐδὲ τοῦτο ἀρκεῖ δεῖξαι, τὸ μὴ φθονεῖν, ὥσπερ οὖν οὐδὲ τὸ μὴ ἐχθραίνειν, οὐδὲ τὸ μὴ πολεμεῖν, ἀλλὰ καὶ συγκροτεῖν καὶ αὔξειν τὸν φιλοῦντα· ὅταν δὲ πάντα ποιῇ καὶ λέγῃ, ὥστε καὶ καθελεῖν τὸν πλησίον, τί ταύτης ἀθλιώτερον τῆς ψυχῆς; Χθὲς καὶ πρώην φίλος, καὶ λόγων ἐκοινώνεις καὶ τραπέζης· εἶτα ἀθρόον, ἐπειδὴ εὐδοκιμοῦντα εἶδες τὸ μέλος τὸ σὸν, ῥίψας τὸ τῆς φιλίας προσωπεῖον, τὸ τῆς ἔχθρας ὑπέδυς, μᾶλλον δὲ τὸ τῆς μανίας. Μανία γὰρ περιφανὴς, τοῖς τῶν πλησίον δάκνεσθαι καλοῖς· τοῦτο γὰρ μαινομένων ἐστὶ, καὶ λυττώντων κυνῶν. Κατὰ γὰρ ἐκείνους εἰς τὰς ἁπάντων πηδῶσιν ὄψεις καὶ οὗτοι, τῇ βασκανίᾳ παροξυνόμενοι. Βέλτιον ὄφιν ἔχειν τοῖς σπλάγχνοις ἐγκαλινδούμενον, ἢ βασκανίαν ἔνδον συρομένην. Ἐκεῖνον γὰρ καὶ ἐμέσαι πολλάκις ἔνι διὰ φαρμάκων, καὶ διὰ τροφῆς παραμυθήσασθαι· ὁ δὲ φθόνος οὐκ ἐν σπλάγχνοις καλινδεῖται, ἀλλὰ τῷ κόλπῳ στρέφεται τῆς ψυχῆς, καὶ δυσεξάλειπτόν ἐστι πάθος. Καὶ ὁ μὲν ὄφις ἔνδον ὢν, οὐκ ἂν ἅψαιτο σωμάτων ἀνθρωπίνων, τροφῆς παρακειμένης· ὁ δὲ φθόνος, κἂν μυρίαν παραθῇς αὐτῷ τράπεζαν, αὐτὴν κατεσθίει τὴν ψυχὴν, δάκνων πάντοθεν, σπαράττων, ἕλκων· καὶ οὐκ ἔστιν αὐτῷ τινα παραμυθίαν εὑρεῖν, δι' ἧς ἀποστήσεται τῆς μανίας, ἀλλ' ἢ μίαν μόνον, τὴν τοῦ εὐημεροῦντος δυσπραγίαν· οὕτως ἀνίεται, μᾶλλον δὲ, οὐδὲ οὕτω. Κἂν γὰρ οὗτος πάθῃ κακῶς, ἕτερον ὁρῶν εὐημεροῦντα, ταῖς αὐταῖς ὀδύναις ἐνέχεται· καὶ πανταχοῦ τραύματα, καὶ πανταχοῦ πληγαί. Οὐδὲ γὰρ ἔστι στρεφόμενον ἐπὶ γῆς μὴ ὁρᾷν εὐδοκιμοῦντας. Καὶ τοσαύτη τοῦ νοσήματος ἡ ὑπερβολὴ, ὅτι κἂν οἴκοι τις αὐτὸν κατακλείσῃ, τοῖς παλαιοῖς ἀνδράσι φθονεῖ τοῖς τετελευτηκόσι. Καὶ τὸ μὲν βιωτικοὺς ἀνθρώπους ταῦτα πάσχειν, χαλεπὸν μὲν, πλὴν οὐχ οὕτω δεινόν· τὸ δὲ καὶ τοὺς τῶν ἐν μέσῳ θορύβων ἀπηλλαγμένους ἔχεσθαι τοῦ νοσήματος τούτου αὐτὸ τοῦτο πάντων χαλεπώτερον. Καὶ ἠβουλόμην μὲν σιγᾷν· ἀλλ' εἰ μὲν ἡ σιγὴ καὶ τὴν ἀπὸ τῶν πραγμάτων αἰσχύνην ἀφῄρει, κέρδος ἦν τὸ μηδὲν εἰπεῖν· εἰ δὲ κἂν ἐγὼ σιωπήσω, τὰ πράγματα βοήσεται σφοδρότερον τῆς ἐμῆς γλώττης, βλάβη μὲν οὐδεμία ἀπὸ τῶν ἐμῶν ἔσται ῥημάτων, ὡς 61.588 ἐκπομπευομένων ἡμῖν τῶν κακῶν, κέρδος δὲ ἴσως καὶ ὠφέλειά τις. Τουτὶ γὰρ τὸ νόσημα καὶ τῆς Ἐκκλησίας ἥψατο, [καὶ] τοῦτο πάντα ἄνω καὶ κάτω πεποίηκε, καὶ