1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

89

πολιτικὴν ἀρχὴν μετιὼν, οὔτε ὁ τὴν πνευματικὴν, δυνήσονται καλῶς ταύτας μεταχειρίζειν, εἰ μὴ πρότερον ἑαυτῶν ἄρξαιεν, ὡς χρὴ, καὶ τοὺς ἑκατέρους νόμους τῆς πολιτείας φυλάξαιεν μετὰ ἀκριβείας ἁπάσης. Ὥσπερ γὰρ ἡ τῶν πολλῶν ἀρχὴ διπλῆ τίς ἐστιν, οὕτω καὶ ἣν ἑαυτοῦ τις ἕκαστος ἄρχει. Καὶ πάλιν κἀνταῦθα ἀμείνων τῆς πολιτικῆς ἡ πνευματικὴ, ὥσπερ ὁ λόγος ἀπέδειξεν. Ἴδοι δ' ἄν τις καὶ τῶν τεχνῶν ἐνίας ἀρχὴν μιμουμένας, καὶ μάλιστα τὴν γεωργικήν. Καθάπερ γὰρ ἄρχων τίς ἐστι τῶν φυτῶν ὁ γηπόνος, τὰ μὲν περικόπτων καὶ κωλύων [κολούων], τὰ δὲ αὔξων καὶ θεραπεύων· καθάπερ καὶ οἱ τῶν ἀρχόντων ἄριστοι τοὺς μὲν πονηροὺς, καὶ τοῖς πλείοσι λυμαινομένους, τιμωροῦνται καὶ ἐκκόπτουσι, τοὺς δὲ χρηστοὺς καὶ ἐπιεικεῖς ἐπὶ μεῖζον ἄγουσι. ∆ιὰ τοῦτο καὶ ἡ Γραφὴ τοὺς ἄρχοντας ἀμπελουργοῖς ἀπεικάζει. Τί γὰρ, εἰ μὴ φωνὴν ἀφιᾶσι τὰ φυτὰ, καθάπερ ἐπὶ τῶν πόλεων οἱ κακῶς πάσχοντες; ἀλλ' ὅμως διὰ τῆς ὄψεως δεικνύουσι τὴν ἀδικίαν, μαραινόμενα, στενοχωρούμενα ὑπὸ τῶν πονηρῶν βοτανῶν. Καὶ καθάπερ νόμοις κολάζεται ἡ πονηρία, οὕτω δὴ καὶ ἐνταῦθα τῇ τέχνῃ ταύτῃ καὶ γῆς κακία, καὶ φυτοῦ δυσγένεια καὶ ἀγριότης διορθοῦται. Καὶ γὰρ ὅσα ἐν τοῖς ἤθεσίν ἐστι τοῖς ἀνθρωπίνοις, εὑρήσομεν καὶ ἐκεῖ, τραχύτητα, μαλακότητα, δειλίαν, προπέτειαν, ἀστάθειαν, καὶ τὰ μὲν αὐτῶν πλούτῳ κομῶντα ἀκαίρως καὶ ἐπὶ κακῷ τῶν πλησίον, τὰ δὲ πενόμενα καὶ ἀδικούμενα· οἷον ὅταν οἱ φραγμοὶ κομῶντες ἐπὶ κακῷ τῶν ἐγγὺς φυτῶν αἴρωνται, ὅταν ἕτερα δένδρα ἄκαρπα καὶ ἀνήμερα εἰς ὕψος ἀναδραμόντα τὴν αὔξησιν τῶν ὑποκειμένων κωλύῃ. Καὶ καθάπερ οἱ ἄρχοντες καὶ οἱ βασιλεῖς ἔχουσι τοὺς λυμαινομένους αὐτῶν τῇ ἀρχῇ καὶ πολεμοῦντας· οὕτω καὶ ὁ γηπόνος θηρίων ἔφοδον, ἀνωμαλίαν ἀέρων, χάλαζαν, ἐρυσίβην, ἐπομβρίας, αὐχμοὺς, καὶ ὅσα τοιαῦτα. Ταῦτα δὲ γίνεται, ἵνα πρὸς τὴν τοῦ Θεοῦ διηνεκῶς ἐλπίδα βλέπῃς. Αἱ μὲν γὰρ ἄλλαι τέχναι καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων 61.509 συνίστανται σπουδῆς· αὕτη δὲ τὸ πλέον ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ ἔχει, καὶ ὅλη διόλου σχεδὸν ἐκεῖθεν ἤρτηται· καὶ δεῖ μὲν τῶν ἄνωθεν ὑετῶν, δεῖ δὲ τῆς ὡρῶν κράσεως, καὶ πρὸ πάντων τῆς αὐτοῦ προνοίας. Οὔτε γὰρ ὁ φυτεύων, οὔτε ὁ ποτίζων τί ἐστιν, ἀλλ' ὁ αὐξάνων Θεός. Ἔστι καὶ θάνατος ἐνταῦθα καὶ ζωὴ, καὶ ὠδῖνες καὶ τόκοι, καθάπερ ἐπ' ἀνθρώπων. Ἔστι γὰρ καὶ ἀποτμηθῆναι, καὶ καρπὸν ἐνεγκεῖν, καὶ ἀποθανεῖν, καὶ γενέσθαι τὸ τεθνηκὸς αὐτὸ πάλιν ἄνωθεν· ἔνθα καὶ ποικίλως ἡμῖν καὶ σαφῶς διαλέγεται περὶ ἀναστάσεως ἡ γῆ. Ὅταν γὰρ ἡ ῥίζα ἐνέγκῃ καρπὸν, ὅταν τὸ σπέρμα φυῇ, οὐκ ἀνάστασις τὸ πρᾶγμά ἐστι; Καὶ πολλὴν ἄν τις ἴδοι τῇ ἀρχῇ ταύτῃ τὴν παρὰ τοῦ Θεοῦ πρόνοιαν ἐγκειμένην καὶ σοφίαν, εἰ καθ' ἕκαστον ἐπεξίοι. Ἀλλ' ὅπερ ἐβουλόμην εἰπεῖν, ὅτι αὕτη μὲν περὶ γῆν ἐστι καὶ φυτὰ, ἡ δὲ ἡμετέρα περὶ ψυχῶν θεραπείαν. Ὅσον δὲ φυτῶν καὶ ψυχῶν τὸ μέσον, τοσοῦτον αὕτη βελτίων ἐκείνης. Οἱ δὲ τοῦ βίου τοῦ παρόντος ἄρχοντες, τοσοῦτον αὐτῆς ἐλάττους πάλιν, ὅσον τὸ ἑκόντος τοῦ ἄκοντος κρατεῖν βέλτιον. Αὕτη γάρ ἐστι καὶ ἡ φύσει ἀρχή. Ἐκεῖ μὲν γὰρ τὸ πᾶν τῷ φόβῳ γίνεται καὶ τῇ ἀνάγκῃ· ἐνταῦθα δὲ τῆς προαιρέσεως καὶ τῆς γνώμης ἐστὶ κατόρθωμα. Καὶ οὐ ταύτῃ μόνον αὕτη βελτίων ἐκείνης, ἀλλ' ὅτι οὐκ ἀρχὴ μόνον ἐστὶν, ἀλλὰ καὶ πατρότης, ὡς ἄν τις εἴποι· καὶ γὰρ πατρὸς ἔχει τὸ ἥμερον, καὶ μείζονα ἐπιτάττουσα πείθει. Ὁ μὲν γὰρ ἔξωθεν ἄρχων φησὶν, Ἐὰν μοιχεύσῃς, ἀπέθανες· οὗτος δὲ κἂν ἀκολάστοις ὀφθαλμοῖς ἴδῃς, τὰ μέγιστα ἀπειλεῖ. Καὶ γὰρ σεμνὸν τοῦτο τὸ δικαστήριον, καὶ ψυχῆς, οὐχὶ σώματος μόνον διορθωτικόν. εʹ. Ὅσον οὖν ψυχῆς καὶ σώματος τὸ μέσον, τοσοῦτον πάλιν αὕτη διέστηκεν ἐκείνης ἡ ἀρχή. Κἀκεῖνος μὲν τῶν φανερῶν κάθηται κριτής· μᾶλλον δὲ οὐδὲ τούτων ἁπάντων, ἀλλὰ τῶν ἐλεγχομένων· πολλάκις δὲ καὶ τούτων προδότης γίνεται· τὸ δὲ κριτήριον τοῦτο παιδεύει τοὺς εἰσιόντας, ὅτι ὁ παρ' ἡμῖν δικάζων, πάντα γυμνὰ καὶ τετραχηλισμένα εἰς μέσον ἄξει ἐπὶ τοῦ κοινοῦ τῆς οἰκουμένης θεάτρου, καὶ λαθεῖν ἀμήχανον. Ὥστε πολλῷ μᾶλλον τῶν ἔξωθεν νόμων ὁ χριστιανισμὸς τὸν ἡμέτερον συνέχει βίον. Εἰ