1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

47

∆ουλεύετε, τὴν ἐπιτεταμένην δηλῶν φιλίαν. Ἐπειδὴ γὰρ τοῦ νόμου τὸν ζυγὸν ἀνεῖλεν, ἵνα μὴ ἀποσκιρτήσωσιν, ἕτερον αὐτοῖς ἐπιτίθησι ζυγὸν τὸν τῆς ἀγάπης, ἰσχυρότερον μὲν ἐκείνου, κουφότερον δὲ καὶ ἡδίω πολλῷ. Εἶτα δεικνὺς αὐτοῦ τὸ κατόρθωμα, φησίν· Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τὸν νόμον ἔστρεφον, εἰ βούλει αὐτὸν, φησὶ, πληροῦν, μὴ περιτέμνου· οὐ γὰρ ἐν τῇ περιτομῇ, ἀλλ' ἐν τῇ ἀγάπῃ πληροῦται. Ὅρα τῆς ὀδύνης πῶς οὐκ ἐπιλανθάνεται τῆς ἑαυτοῦ, ἀλλὰ τὸ πονοῦν κινεῖ συνεχῶς, καὶ εἰς τὸν ἠθικὸν ἐξελθὼν λόγον.

Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε. Οὐκ ἀποφαίνεται, ἵνα μὴ βαρήσῃ, ἀλλ' οἶδε μὲν αὐτὸ γινόμενον, λέγει δὲ αὐτὸ μετὰ ἀμφιβολίας. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ ἀλλήλους δάκνετε· καὶ τὸ ἑξῆς ὁμοίως· οὐδὲ γὰρ ἐκεῖ πάλιν ἀπεφήνατο, ὅτι Ὑπ' ἀλλήλων ἀναλώθητε· ὅπερ ἐστὶ φοβοῦντος καὶ ἀσφαλιζομένου, οὐ καταδικάζοντος. Καὶ ταῖς λέξεσι δὲ ἐμφαντικῶς ἐχρήσατο. Οὐ γὰρ εἶπε, ∆άκνετε, μόνον, ὅπερ ἐστὶ θυμουμένου, ἀλλὰ, Καὶ κατεσθίετε, ὅπερ ἐστὶν ἐμμένοντος τῇ πονηρίᾳ. Ὁ μὲν γὰρ δάκνων, ὀργῆς ἐπλήρωσε πάθος· ὁ δὲ κατεσθίων θηριωδίας ἐσχάτης παρέσχεν ἀπόδειξιν. ∆ήγματα δὲ καὶ βρώσεις οὐ τὰς σωματικάς φησιν, ἀλλὰ τὰς πολὺ χαλεπωτέρας. Οὐ γὰρ οὕτως ὁ ἀνθρωπίνης ἀπογευσάμενος σαρκὸς ἔβλαψεν, ὡς ὁ δήγματα εἰς τὴν ψυχὴν πηγνύς· ὅσον γὰρ ψυχὴ τιμιωτέρα σώματος, τοσοῦτον χαλεπωτέρα ἡ ταύτης βλάβη. Βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε, φησί. Ἐπειδὴ γὰρ οἱ ἀδικοῦντες καὶ ἐπιβουλεύοντες, ὡς ἄλλους ἀναλίσκοντες, ἐπὶ τοῦτο ἔρχονται, διὰ τοῦτό φησι· Σκοπεῖτε μὴ εἰς ὑμᾶς τὸ πρᾶγμα περιτραπῇ. Ἡ γὰρ διάστασις καὶ ἡ μάχη φθοροποιὸν καὶ ἀναλωτικὸν καὶ τῶν δεχομένων αὐτὴν, καὶ τῶν εἰσαγόντων, καὶ σητὸς μᾶλλον ἅπαντα διατρώγει. Λέγω δὲ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.

εʹ. Ἰδοὺ καὶ ἑτέραν δείκνυσιν ὁδὸν εὔκολον ποιοῦσαν 61.671 τὴν ἀρετὴν, καὶ κατορθοῦσαν τὰ εἰρημένα, ὁδὸν τίκτουσαν ἀγάπην, καὶ σφιγγομένην ὑπὸ τῆς ἀγάπης. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀγαπητικοὺς ποιεῖ, ὡς τὸ πνευματικοὺς εἶναι, καὶ οὐδὲν οὕτω πείθει παραμένειν ἡμῖν τὸ πνεῦμα, ὡς ἡ τῆς ἀγάπης ἰσχύς. ∆ιό φησι· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἐπειδὴ γὰρ εἶπε τὸ ποιοῦν τὴν νόσον, λέγει καὶ τὸ τὴν ὑγείαν χαριζόμενον φάρμακον. Ποῖον δὲ τοῦτό ἐστι, καὶ τίς ἡ δύναμις τῶν εἰρημένων καλῶν, ἢ τὸ πνεύματι ζῇν; ∆ιό φησι· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ, ἃ ἂν θέλητε, ταῦτα ποιῆτε. Ἐνταῦθα δὲ ἐπιτίθενταί τινες λέγοντες, ὅτι διεῖλεν εἰς δύο τὸν ἄνθρωπον ὁ Ἀπόστολος, ὥσπερ ἐξ ἐναντίας οὐσίας κατεσκευασμένον εἰσάγων, καὶ μάχην τῷ σώματι πρὸς τὴν ψυχὴν δεικνὺς οὖσαν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· σάρκα γὰρ ἐνταῦθα, οὐ τὸ σῶμα καλεῖ· εἰ γὰρ τοῦτό φησι, πῶς ἔχει λόγον τὸ ἑξῆς εἰρημένον; Ἐπιθυμεῖ γὰρ, φησὶ, κατὰ τοῦ πνεύματος. Καὶ μὴν τοῦτο οὐ τῶν κινούντων, ἀλλὰ τῶν κινουμένων ἐστὶν, οὐ τῶν ἐνεργούντων, ἀλλὰ τῶν ἐνεργουμένων· πῶς οὖν ἐπιθυμεῖ; ἡ γὰρ ἐπιθυμία οὐ σαρκὸς, ἀλλὰ ψυχῆς. Καὶ γὰρ ἀλλαχοῦ φησι· Κατεπίθυμός ἐστιν ἡ ψυχή μου· καὶ τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ ποιήσω σοι, Καὶ, Μὴ πορεύου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· καὶ πάλιν, Οὕτως ἐπιποθεῖ ἡ ψυχή μου. Πῶς οὖν Παῦλός φησιν, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος; Οἶδε σάρκα καλεῖν, οὐ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ τὴν πονηρὰν προαίρεσιν, ὡς ὅταν λέγῃ· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι· Καὶ πάλιν, Οἱ δὲ