1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

25

εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐδόκησαν γὰρ, καὶ ὀφειλέται αὐτῶν εἰσι. Καὶ πάλιν, Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Ὅρα τοίνυν καὶ ἐνταῦθα πῶς τὰ τῶν Ἰουδαίων καταστέλλει φρονήματα, ἄλλο δι' ἄλλου κατασκευάζων. Καὶ μετ' ἐξουσίας κέχρηται τῷ λόγῳ, Ἡμεῖς φύσει Ἰουδαῖοι, λέγων, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Τί δέ ἐστι, Φύσει Ἰουδαῖοι; Οὐ προσήλυτοι, ἀλλ' ἐκ πρώτης ἡλικίας ἐντραφέντες τῷ νόμῳ, τὴν σύντροφον ἀφέντες πολιτείαν, κατεφύγομεν εἰς πίστιν τὴν εἰς Χριστόν. Εἰδότες ὅτι οὐ δικαιωθήσεται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπιστεύσαμεν. Ὅρα καὶ ἐνταῦθα πῶς μετὰ ἀσφαλείας πάντα φθέγγεται. Οὐ γὰρ ὡς πονηρὸν, ἀλλ' ὡς ἀσθενῆ, φησὶν, αὐτὸν εἰάσαμεν. Εἰ τοίνυν οὐ παρέχει δικαιοσύνην ὁ νόμος, ἄρα περιττὸν τὸ τῆς περιτομῆς. Ἀλλὰ νῦν μὲν οὕτω· προϊὼν δὲ δείκνυσιν, ὅτι οὐ μόνον περιττὸν, ἀλλὰ καὶ ἐπικίνδυνον· ὅπερ καὶ μάλιστα παρατηρητέον, πῶς παρὰ μὲν τὴν ἀρχήν φησιν, Οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, προβαίνων δὲ καὶ φορτικώτερον φθέγγεται. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοὶ, ἄρα Χριστὸς ἁμαρτίας διάκονος. Εἰ γὰρ οὐκ ἰσχύει, φησὶν, ἡ εἰς αὐτὸν πίστις δικαιῶσαι, ἀλλ' ἀνάγκη τοῦ νόμου πάλιν ἔχεσθαι, εἰ τὸν νόμον ἀφέντες διὰ τὸν Χριστὸν, καὶ οὐ δικαιούμενοι ἐκ τῆς ἀφέσεως, ἀλλὰ κατακρινόμενοι, τῆς κατακρίσεως εὑρήσομεν αὐτὸν αἴτιον γενόμενον, δι' ὃν τὸν νόμον ἀφέντες, αὐτῷ ηὐτομολήσαμεν. Εἶδες εἰς ὅσην ἀνάγκην περιέστησεν ἀτοπίας τὸν λόγον, καὶ πῶς ἰσχυρῶς ἠγωνίσατο; Εἰ γὰρ οὐ δεῖ τὸν νόμον ἀφεῖναι, φησὶν, ἀφήκαμεν δὲ διὰ τὸν Χριστόν· πῶς μέλλομεν κρίνεσθαι;

Τί οὖν Πέτρῳ ταῦτα λέγεις καὶ παραινεῖς, τῷ πάντων ἀκριβέστερον ταῦτα εἰδότι; οὐκ αὐτῷ ἔδειξεν ὁ Θεὸς, ὅτι οὐ δεῖ κρίνειν ἄνθρωπον ἀκρόβυστον ἐν περιτομῇ; οὐχὶ Ἰουδαίοις διαλεγόμενος περὶ τούτων, γενναίως ἀπὸ τῆς ὄψεως ταύτης ἀντέστη; οὐχὶ δόγματα τετρανωμένα περὶ τούτων ἐξ Ἱεροσολύμων πάλιν ἔπεμπεν; Οὐ τοίνυν Πέτρον διορθούμενος ταῦτα λέγει· ἀλλ' ἔδει μὲν πρὸς ἐκεῖνον ὁ λόγος ἀποτείνεσθαι, τοὺς δὲ μαθητὰς ἤλεγχεν. Ταῦτα δὲ οὐ πρὸς Γαλάτας, ἀλλὰ καὶ πρὸς τοὺς τὰ αὐτὰ νοσοῦντας ἐκείνοις. Εἰ γὰρ καὶ μὴ περιτέμνονται πολλοὶ νῦν, νηστεύουσι δὲ, καὶ τὸ σάββατον τηροῦσι μετ' ἐκείνων, ταὐτὰ πράττουσιν, ἐξωθοῦντες ἑαυτοὺς τῆς χάριτος. Εἰ γὰρ τοὺς περιτομῇ μόνον κεχρημένους ὁ Χριστὸς οὐδὲν ὠφελεῖ· 61.644 ὅταν καὶ νηστεία καὶ σάββατον προσγένηται, καὶ ἀντὶ μιᾶς δύο τηρῶνται ἐντολαὶ, ὅρα τὸν κίνδυνον καὶ ἀπὸ τοῦ χρόνου γενόμενον χαλεπώτερον. Ἐκεῖνοι μὲν γὰρ ἐν ἀρχῇ ταῦτα ἐποίουν, ἔτι τῆς πόλεως οὔσης, καὶ τοῦ ναοῦ, καὶ τῶν ἄλλων ἁπάντων· οὗτοι δὲ καὶ τὴν τιμωρίαν ὁρῶντες, ἣν ἔδοσαν Ἰουδαῖοι, καὶ τὸν τῆς πόλεως ἀφανισμὸν, καὶ πλείονα παρατηροῦντες, ποίαν ἔχοιεν ἂν ἀπολογίαν, τότε τὸν νόμον φυλάττοντες, ὅτε αὐτοὶ οἱ Ἰουδαῖοι ὄντες, καὶ σφόδρα βουλόμενοι, οὐ δύνανται ταῦτα διατηρεῖν; Τὸν Χριστὸν ἐνεδύσω, καὶ μέλος ἐγένου τοῦ ∆εσπότου, καὶ εἰς τὴν ἄνω πόλιν ἐνεγράφης, καὶ ἔτι περὶ τὸν νόμον ἕρπεις; καὶ πῶς ἔνι σε τῆς βασιλείας ἐπιτυχεῖν; Ἄκουσον τοῦ Παύλου λέγοντος, ὅτι τὸ Εὐαγγέλιον ἀνατρέπεται διὰ τῆς παρατηρήσεως τοῦ νόμου. Καὶ, εἰ βούλει, καὶ τὸν τρόπον μάθε, καὶ φρῖξον, καὶ φεῦγε τὸ βάραθρον. ∆ιὰ τί γὰρ τηρεῖς τὸ σάββατον, καὶ νηστεύεις μετ' ἐκείνων; Ὡς δεδοικὼς δηλονότι τὸν νόμον καὶ τὸ ἀφεῖναι τὰ γράμματα ἐκεῖνα· οὐκ ἂν δὲ ἐφοβήθης ἀφεῖναι τὸν νόμον, εἰ μὴ τῆς πίστεως κατέγνως ὡς ἀσθενοῦς καὶ οὐκ ἰσχυούσης καθ' ἑαυτὴν σῶσαι. Εἰ γὰρ τὸ μὴ τηρῆσαι τὸ σάββατον φοβῇ, εὔδηλον ὅτι δέδοικας τὸν νόμον ὡς ἔτι κύριον ὄντα. Εἰ δὲ χρεία νόμου πάλιν, οὐ μέρους, οὐδὲ μιᾶς ἐντολῆς, ἀλλὰ παντὸς δῆλον ὅτι χρεία τοῦ νόμου· εἰ δὲ