1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

33

ἦν· ὅτι δὲ οὐκ ἦν, ἐστοχάζοντο οὗτοι ἀπὸ τῶν τιμωριῶν. 6,25a ἀλλ' ὡς ἔοικεν, φαῦλα ἀνδρὸς ἀληθινοῦ ῥήματα. «ἀλλ' οὐ δυνατόν», φησίν, «ἀγωνίσασθαι καλῶς μοι τῆς συμφορᾶς ἀντιφθεγγομένης.» ἢ ὅτι ὁ τὰ ὀρθὰ λαλῶν καὶ μετὰ παρρησίας φθεγγόμενος οὐκ ἔστι τοῖς ἀκούουσι φορητός· τὰ γὰρ τοῦ δικαίου ῥήματα πάντες 82 φαυλίζουσιν. τοῦτο καὶ γνωμικῶς εἶπεν, οὐχὶ διὰ τὴν συμφορὰν μόνον. 6,25b οὐ γὰρ παρ' ὑμῶν, φησίν, ῥῆμα οὐδὲ ἰσχὺν αἰτοῦμαι, 6,26a οὐδὲ ὁ ἔλεγχος ὑμῶν τὰ ῥήματά μου παύσει. μάλιστα μὲν οὐδὲ μέλλοντας ὑμᾶς ἀπὸ τῶν παρόντων τὰ κατ' ἐμὲ κρίνειν παραιτήσομαι, πολλῷ δὲ πλέον νῦν. 6,25b οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι, 6,26a οὐδὲ ὁ ἔλεγχος ὑμῶν τὰ ῥήματά μου παύσει, 26b οὐδὲ φθέγμα ῥήματος ὑμῶν ἀνέξομαι, 6,27a πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, 27b ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. «οὐχ ἡ συμφορά, οὐχ ἡ φιλία κατέκαμψεν ὑμᾶς», φησίν. «πλὴν ἀλλ' εἰ βούλεσθε, πάλιν ἀναλάβωμεν τὸν λόγον. οὐ παραιτοῦμαι, κἂν εἰς τὴν ἐναντίαν μοῖραν ἑαυτοὺς τάξητε, καὶ ἀντερῶ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα.» 6,28 νυνὶ δέ, φησίν, ἐμβλέψας εἰς πρόσωπον ὑμῶν οὐ ψεύσομαι. 6,29a καθίσατε δή, καὶ μὴ εἴη ἄδικον ἐν κρίσει, 29b καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. 6,30a νῦν ἄρξασθε· οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον. 30b οὐχὶ δὲ καὶ ὁ λάρυγξ μου σύνεσιν μελετᾷ; ὅρα πανταχοῦ τῆς δόξης τῆς ἑαυτοῦ φροντίζοντα τὸν ἄνθρωπον, μὴ πονηροῦ τινος καὶ ἀσεβοῦς λάβῃ δόξαν.

7,1a πότερον οὐχὶ πειρατήριον, φησίν, ἐστὶν ὁ βίος τοῦ ἀνθρώπου ἐπὶ τῆς

γῆς; τοῦτο καὶ αὐτός φησιν· ἀλλ' ἄνθρωπος ἐν κόπῳ γεννᾶται. τί οὖν τοῦτο πρὸς αὐτόν; ὥστε συμβαίνει μὴ ἀπὸ ἀδικίας μόνης, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς φύσεως ταῦτα παθεῖν. οὕτως ὁ θεὸς ὥρισεν ἐπίπονον εἶναι τὸν ἀνθρώπινον βίον. ἀλλὰ προσέθηκεν· ἐπὶ τῆς γῆς, οὐκέτι "ἐν τοῖς οὐρανοῖς". 7,1b καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ. 83 τὸ ἐπίπονόν φησιν· καθάπερ ἐκεῖνος δι' ὅλης πονεῖται καὶ ταλαιπωρεῖ τῆς ἡμέρας, οὕτω καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος καὶ οὐδὲν μέγα συλλέγων· καθάπερ γὰρ ἐκεῖνος ὁ μίσθιος πάντα μὲν τὸν χρόνον πονεῖται τῆς ἡμέρας, οὐδὲν δὲ μέγα συλλέγει, οὕτω καὶ ὁ ἅνθρωπος. ἆρ' οὖν πόνων γέμει μόνον, οὐχὶ δὲ καὶ κινδύνων; 7,2a ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον ἑαυτοῦ καὶ τετευχὼς σκιᾶς. «κἂν ἀναπαύσωμαι μικρόν», φησίν, «καθάπερ οἰκέτης μικρὸν ἀναπνεῖ οὐ μετὰ ἀδείας οὐδὲ μετὰ παρρησίας, οὕτω πολλαὶ πολλαχόθεν αἱ τῆς τυραννίδος ἐπιθέσεις.» ἐμοὶ δοκεῖ τὸν δραπέτην λέγειν οἰκέτην· καθάπερ ἐκεῖνος ὁ φυγὼν τὸν δεσπότην ἐν ἀγωνίᾳ διὰ παντός ἐστιν. 7,2b ἢ ὥσπερ μίσθιος ἀναμένων τὸν μισθόν. ἐκεῖνον τὸν χρόνον ἀναπαύεται μόνον. 7,3a οὕτω κἀγὼ ὑπέμεινα μῆνας κενούς. «μετὰ ἀγωνίας, μετὰ ταλαιπωρίας, μετὰ φόβου.» τοῦτο δὲ οὐχὶ περὶ πάντων λέγει, ἀλλὰ περὶ ἑαυτοῦ. 7,3b νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. 7,4a ἐὰν κοιμηθῶ, λέγω πάλιν· πότε ἡμέρα; 4b ὡς δ' ἀναστῶ, λέγω πάλιν· πότε ἑσπέρα; 4c πλήρης γὰρ γίνομαι ὀδυνῶν ἀφ' ἑσπέρας ἕως πρωί. 7,5a φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, 5b τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. «ὅτι πειρατήριόν ἐστιν», φησίν, «ὁ βίος τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς, οὕτω κἀγὼ ἀνέμεινα μῆνας κενούς.» κενοὺς διὰ τί; ὅτι ἐταλαιπώρησα καὶ μισθὸν οὐκ ἔλαβον, ὅτι ἐν συμφοραῖς καὶ οὐδὲν ἔχω τέλος χρηστὸν φλογμῷ καὶ ἱδρῶτι παλαίων τοσούτῳ. 84 νύκτες, φησίν, ὀδυνῶν δεδομέναι μοί εἰσιν. τὸ μεῖζον τούτου· πανταχοῦ δυσάρεστος ἦν. «οὔτε τὸ φῶς με τῆς ἡμέρας παραμυθεῖται οὔτε τῆς νυκτὸς ἡ ἀνάπαυσις. ἕκαστος καιρὸς ἐμοὶ φορτικός, τῶν παρόντων ἀπαλλαγὴν μόνον ζητῶ.» ὅπερ τῶν δυσαρέστων ἐστίν. εἶτα τὴν συμφορὰν λέγει· τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. οὐκέτι γὰρ ὀστράκῳ, ὡς ἐμοὶ δοκεῖ, ταλαιπωρηθείς, ἀλλὰ γῇ λοιπὸν τοῦτο ἐποίει. 7,6a ὁ δὲ βίος μου ἐλαφρότερος δρομέως, 6b ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. ἐπειδὴ λέγει· "ὑπόμεινον τὸν κύριον καὶ αὐτός σοι ἀποδώσει", «οὐδὲν ὑπολέλειπταί μοι»,