1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

25

ἀφροσύνης τὰ ῥήματα· «εἰ ἑτέροις βοηθήσας σαυτῷ μὴ δύνασαι βοηθῆσαι μηδὲ παραινέσαι σαυτῷ, ὅπερ ἑτέροις συνεβούλευες, εὔδηλον, ὅτι πάσης ἀρετῆς ἄμοιρος αὐτὸς εἶ. ὁ γὰρ ἑαυτῷ χρήσιμος γενέσθαι μὴ δυνηθεὶς πῶς ἂν ἑτέροις γένοιτο;» ἐκ τούτων διαβάλλειν ἐπιχειρεῖ τὴν δόξαν τῶν προτέρων κατορθωμάτων, ὥστε μοι δοκεῖ καὶ ἐκεῖνο εἶναι τὸ νόημα· μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ. «οὐ πολλάκις», φησίν, «εἶπες ἐν κόπῳ ἀλλοτρίῳ; τίς γὰρ δύναται ἐνεγκεῖν τὴν ἰσχὺν τῶν ῥημάτων σου, ὧν ἀεὶ καυχώμενος ἔλεγες; ἀλλ' ἰδού, νῦν ἐλήλεγκται ἡ μεγαληγορία σου.» εἰκὸς γὰρ ἦν τὸν δίκαιον καὶ εἰπεῖν τινα τῶν οἰκείων κατορθωμάτων καὶ ἤδη ὥσπερ νῦν εἰς ἀνάγκην ἐμπεσόντα· διὰ τοῦτό φησιν· ἐν κόπῳ. «τίς γὰρ καὶ δύναται τοῦτο», φησίν, «διηγήσασθαι ἢ ἐνεγκεῖν τὰ καυχήματά σου; ἀλλὰ νῦν ἐλήλεγκται. εἰ γὰρ σὺ ἐβοήθησας ἑτέροις, ---.» καὶ ὅρα, πῶς ἐκαυχᾶτο· οὐκ ἔλεγε τὰ ἐν χρήμασιν αὐτῷ κατωρθωμένα, ἀλλ' εἴ τινας ἀπὸ λόγων ὠφέλησεν. ταῦτα γοῦν αὐτῷ καὶ προφέρει. 61 πότερον οὐχὶ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου; τουτέστιν· «ὁ σκοπός, μεθ' οὗ ταῦτα ἐποίεις· ἢ ὅτι οὐδὲ ἐποίησας, ἢ ὅτι ὁ βίος σου πονηρίας γέμει, ἢ ὅτι οὐ μετὰ ὀρθῆς διανοίας ἐφόβου τὸν θεόν, ἀλλὰ ῥήματα ταῦτα ἦν. καὶ ἡ ἐλπίς σου ἐν ἀφροσύνῃ ἦν, ἔγεμεν ἀνοίας», φησίν. διὰ τί; ποία ἀνάγκη; οὐ γὰρ ἔνι πολλάκις ἑτέροις βοηθήσαντα αὐτὸν εἶναι ἐν συμφοραῖς; «οὔ», φησίν. εἶτα καὶ μάταιον πλέκει συλλογισμόν· ἐπειδὴ γὰρ ἔλεγεν· φόβος, ὃν ἐφοβούμην, ἦλθέ μοι, «οὗτος», φησίν, «ὁ φόβος ἐν ἀφροσύνῃ ἦν, καὶ ἡ ἐλπίς σου ἀπὸ τῆς κακίας τῆς καρδίας σου ἦν. εἰ γὰρ ἐν ἀληθινοῖς πράγμασιν ἦς καὶ βίου καθαροῦ, οὐκ ἂν ταῦτα προσεδόκησας, ὥστε αὐτὸς σεαυτὸν ἤλεγξας, ὅτι βίου ἀκαθάρτου ἦς καὶ πονηροῦ. ἀνόητον γάρ», φησίν, «ἀγαθὸν ὄντα καὶ χρηστὸν τοιαῦτα φοβεῖσθαι καὶ τοιαῦτα ἐλπίζειν. εἰ γὰρ ἐν τῷ τὰς ἑτέρων διορθοῦν συμφορὰς τὸν βίον ἀνάλωσας, πῶς λέγεις, ὅτι φόβος, ὃν ἐφοβούμην, ἦλθέ μοι; ἀλλ' ἡ κακία τῆς ὁδοῦ σου τοιαῦτά σε ἐποίει προσδοκᾶν.» ὅρα, πῶς ἀγωνίζεται καὶ φιλονεικεῖ καὶ πάντα κινεῖ δεικνὺς αὐτὸν ἀπὸ πονηρίας ταῦτα παθόντα. 4,7a μνήσθητι οὖν, φησίν,- οὐκ εἶπεν· «βλέπε», ἀλλὰ μνήσθητι- 4,7a τίς καθαρὸς ὢν ἀπώλετο. τουτέστιν· «ἀναλόγισαι πάντα τὸν ἔμπροσθεν χρόνον, οὕτω σαφές ἐστι τοῦτο καὶ δῆλον.» εἶτα, ἐπειδὴ ὁ λόγος εὐχείρωτος ἦν, ἐπάγει τὸ δεύτερον δοκοῦν ἀναμφισβήτητον εἶναι· 62 4,7b ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. πλήττει αὐτὸν διὰ τῆς τῶν παίδων συμφορᾶς· «ἔστω γάρ, ἔχεις εἰπεῖν, ὅτι ἔπαθόν τι δεινὸν ἕτεροι, ἀλλ' οὐ μέχρι τῶν ἐκγόνων ἦλθεν αὐτοῖς τὰ δεινὰ οὐδὲ μέχρι τῆς ῥίζης αὐτῆς ἀνετράπησαν.» ἐπειδὴ γὰρ ὁ πρῶτος λόγος ἠλέγχετο, τὸν δεύτερον ἐπήγαγε δοκοῦντα ἰσχυρὸν εἶναι καὶ τῆς συμφορᾶς αὐτὸν ἀναμιμνῄσκοντα τῆς οἰκείας. 4,8a καθ' ὃν τρόπον εἶδον, φησίν, τοὺς ἀροτριῶντας τὰ ἄτοπα. τουτέστιν· αὕτη ἡ συμφορὰ ἐκείνων ἐστὶ τῶν ἐργασαμένων τὴν ἀδικίαν. «τίς ἀπώλετο», φησίν, «οὕτως, ὡς ἐκείνους ὁρῶμεν ἀπολλυμένους;» ἢ τίς ἀπώλετο καθαρός, ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα; 4,8b οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. καλῶς σπόρον καὶ ἄροσιν εἶπεν. ἵνα γὰρ μὴ λέγῃ τις· «τίνος οὖν ἕνεκεν οὐκ εὐθέως ἀπώλοντο;», «οὐδὲ ὁ σπόρος εὐθέως ἀποδώσει», φησίν. 4,9a ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, 9b ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. ὅρα καὶ ἕτερον δεινόν· «μὴ νομίσῃς», φησίν, «δαιμόνων εἶναι πονηρῶν μηδὲ ἀνθρώπων ἐπιβούλων τὰ συμβεβηκότα· ὁ θεός ἐστιν ὁ κολάζων. οὐκοῦν ἀναμφισβήτητον δικαίαν εἶναι τὴν κόλασιν.» 4,10a σθένος λέοντος, φωνὴ δὲ λεαίνης, 10b γαυρίαμα δὲ δρακόντων ἐσβέσθη; ὅρα, τί φησιν· «ὥσπερ τὰ κατὰ φύσιν πράγματα οὐκ ἂν ἑτέρως γένοιτο, ἀλλ' ἢ ὡς κατὰ φύσιν τέτακται, οὕτω», φησίν, «καὶ ἐνταῦθα, οἷον δὴ τὸ τοὺς μὲν πονηροὺς ἀπολέσθαι, τοὺς δὲ ἀγαθοὺς ἐν εὐθηνίᾳ εἶναι. μὴ εἶδες», φησίν, «τὸν δρόμον τῆς φύσεως διακοπέν63 τα;» οἷόν φησιν ὁ προφήτης ἐπὶ τῶν ἀδυνάτων· εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ