100
τέλος ὀψόμενοι τῶν γινομένων, καὶ ἰδόντες ἐκεῖ τῆς πόλεως τὰ λείψανα συνειλεγμένα, μάλιστα πάντων ἐθαυμάσαμεν ἐκεῖνο, ὅτι πλήθους ὄντος περὶ τὰς θύρας, ὡς οὐδενὸς παρόντος, βαθυτάτη ἦν ἡ σιγὴ, πάντων εἰς ἀλλήλους βλεπόντων, καὶ μήτε ἐρέσθαι τὸν παρεστῶτα, μήτε ἀκοῦσαί τι παρ' ἐκείνου τολμῶντός τινος. Τὸν γὰρ πλησίον ὑπώπτευεν ἕκαστος, διὰ τὸ πολλοὺς ἤδη παρ' ἐλπίδα πᾶσαν ἐκ μέσης ἀναρπασθέντας τῆς ἀγορᾶς, ἔνδον κατέχεσθαι· καὶ πάντες κοινῇ πρὸς τὸν οὐρανὸν ἐβλέπομεν, καὶ τὰς χεῖρας ἀνετείνομεν σιγῇ τὴν ἄνωθεν ἐκδεχόμενοι ῥοπὴν, καὶ Θεὸν παρακαλοῦντες παραστῆναί τε τοῖς δικαζομένοις, καὶ μαλάξαι τὰς τῶν δικαζόντων καρδίας, καὶ ποιῆσαι ἥμερον γενέσθαι τὴν ψῆφον. Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ τῆς γῆς βλέποντες, προσελθεῖν μὲν καὶ χεῖρα ὀρέξαι καὶ διορθῶσαι τὴν συμφορὰν οὐκ ἔχουσι, τοῖς κύμασι διειργόμενοι, ἔξωθεν δὲ ἀπὸ τῶν αἰγιαλῶν τὰς χεῖρας ἀνατείνοντες, καὶ δακρύοντες, τὸν Θεὸν παρακαλοῦσι παραστῆναι τοῖς κλυδωνιζομένοις· οὕτω καὶ ἐνταῦθα πάντες σιγῇ καὶ κατὰ διάνοιαν ἐκάλουν τὸν Θεὸν, ἀξιοῦντες τοῖς ἐν τῷ δικαστηρίῳ, καθάπερ ἐν κύμασιν ἀνειλημμένοις, χεῖρα ὀρέξαι, καὶ μὴ συγχωρῆσαι καταποντισθῆναι τὸ σκάφος, μηδὲ εἰς ναυάγιον παντελὲς καταλῦσαι τῶν δικαζόντων τὴν κρίσιν. Καὶ ταῦτα μὲν ἦν πρὸ τῶν θυρῶν· ἐπειδὴ δὲ ἐνδοτέρω τῆς αὐλῆς εἰσέβημεν, πάλιν εἴδομεν ἕτερα φοβερώτερα τούτων, στρατιώτας καθωπλισμένους ξίφεσι καὶ ῥοπάλοις, καὶ πολλὴν τοῖς ἔνδον δικάζουσι τὴν ἡσυχίαν παρέχοντας. Ἐπειδὴ γὰρ οἱ προσήκοντες ἅπαντες ἐκείνοις, καὶ γυναῖκες, καὶ μητέρες, καὶ θυγατέρες, καὶ πατέρες εἱστήκεισαν πρὸ τῶν τοῦ δικαστηρίου θυρῶν, ὥστε, εἴ τινα συμβαίη τὴν ἐπὶ θάνατον ἀπενεχθῆναι, μηδένα τῇ θέᾳ τῆς συμφορᾶς ἐμπρησθέντα θόρυβόν τινα ποιῆσαι καὶ ταραχὴν, πόῤῥωθεν ἐφόβουν οἱ στρατιῶται πάντας, προκαταλαμβάνοντες αὐτῶν τῷ δέει τὴν διάνοιαν. Τὸ δὲ πάντων ἐλεεινότερον, μήτηρ μία καὶ ἀδελφὴ τῶν ἔνδον κρινομένων τινὸς, πρὸς αὐτὰ τῶν δικαζόντων ἐκάθηντο τὰ πρόθυρα, κυλινδούμεναι περὶ τὸ ἔδαφος, καὶ κοινὸν οὖσαι θέατρον τοῖς περιεστῶσιν ἅπασι, συγκαλυπτόμεναι τὰς ὄψεις, καὶ τοσοῦτον αἰσχυνόμεναι μόνον, ὅσον ἐπέτρεπεν ἡ τῆς συμφορᾶς ἀνάγκη· καὶ οὔτε θεραπαινὶς αὐταῖς παρῆν, οὔτε γείτων, οὔτε φίλη, οὐκ ἄλλη τις τῶν ἐπιτηδείων, ἀλλὰ μόναι μετὰ εὐτελῶν ἱματίων ἐν μέσῳ τοσούτων ἀπειλημμέναι στρατιωτῶν, χαμαὶ συρόμεναι περὶ τὰς θύρας αὐτὰς, τῶν ἔνδον δικαζομένων ἐλεεινότερα ἔπασχον, τῆς τῶν δημίων ἀκούουσαι φωνῆς, τοῦ κτύπου τῶν μαστίγων, τοῦ θρήνου τῶν μαστιζομένων, τῆς φοβερᾶς τῶν δικαζόντων ἀπειλῆς, καὶ καθ' ἕκαστον τῶν παιομένων χαλεπωτέρας ἐκείνων ὑπέμενον ὀδύνας αὗται. Ἐπειδὴ γὰρ ἐν ταῖς ἑτέρων μαρτυρίαις ἐκινδυνεύετο ἡ τῶν ἐγκλημάτων ἀπόδειξις, εἴ ποτέ τινος ᾔσθοντο μαστιζομένου, ὥστε εἰπεῖν τοὺς ὑπευθύνους, καὶ ὀλολύζοντος, εἰς τὸν οὐρανὸν βλέπουσαι τὸν Θεὸν παρεκάλουν δοῦναί τινα ἰσχὺν καὶ ὑπομονὴν ἐκείνῳ, ὥστε μὴ τῶν αὐτοῖς προσηκόντων τὴν σωτηρίαν ἐν ταῖς ἑτέρων ἀσθενείαις προδοθῆναι, τὴν δριμεῖαν ἀπὸ τῶν πληγῶν ὀδύνην μὴ δυναμένων ἐνεγκεῖν· καὶ ταυτὸν πάλιν οἷον ἐπὶ τῶν χειμαζομένων συνέβαινε. Καθάπερ 49.138 γὰρ ἐκεῖνοι, εἴ ποτε κύματος ἴδοιεν ἐμβολὴν πόῤῥωθεν κορυφουμένην καὶ κατὰ μικρὸν αὐξομένην καὶ μέλλουσαν βαπτίζειν τὸ σκάφος, καὶ πρὶν ἢ πλησίον γενέσθαι τοῦ πλοίου προαποτεθνήκασι τῷ δέει· οὕτω δὴ κἀκεῖναι, εἴ ποτε φωνῶν καὶ ὀλολυγμῶν ᾔσθοντο φερομένων, δεδοικυῖαι μὴ πρὸς τὰς βασάνους ἀπαγορεύσαντες οἱ καταμαρτυρεῖν ἀναγκαζόμενοι, κατείπωσί τινος τῶν αὐτοῖς ἐπιτηδείων, μυρίους πρὸ τῶν ὀφθαλμῶν ἑώρων θανάτους. Καὶ ἦν ἰδεῖν ἕνδον βασάνους, ἔξω βασάνους· ἐκείνους μὲν γὰρ οἱ δήμιοι, ταύτας δὲ ἐβασάνιζεν ἡ τῆς φύσεως τυραννὶς καὶ ἡ τῶν σπλάγχνων συμπάθεια· καὶ ἦν ἔνδον θρῆνος, ἔξω θρῆνος· ἔνδον τῶν ὑπευθύνων, ἔξω τῶν αὐτοῖς προσηκόντων. Μᾶλλον δὲ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ