1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

38

πειρασμῶν φύσις, ἀλλ' ἡ τῶν πειραζομένων ῥᾳθυμία τὰ πτώματα ἐργάζεσθαι πέφυκεν. Ὥστε εἰ βούλει τρυφᾷν καὶ ἀνέσεως ἀπολαύειν καὶ ἡδονῆς, μὴ ζήτει ἡδονὴν μήτε ἄνεσιν, ἀλλὰ ζήτει ψυχὴν ὑπομονῆς γέμουσαν καὶ καρτερίαν ἐπιδείξασθαι δυναμένην· ὡς ἐὰν μὴ τοῦτο ἔχῃς, οὐχὶ πειρασμός σε ἐλέγξει μόνον, ἀλλὰ καὶ ἄνεσίς σε ἀπολεῖ καὶ καταβαλεῖ μειζόνως. Ὅτι γὰρ οὐχ ἡ τῶν δεινῶν προσβολὴ, ἀλλ' ἦ τῆς ἡμετέρας διανοίας ῥᾳθυμία ἀνατρέπει τὴν σωτηρίαν ἡμῶν, ἄκουσον τί φησιν ὁ Χριστός· Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν· καὶ πάλιν· Ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ οὐ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὑτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ψάμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ κατέπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὁρᾷς ὅτι οὐχ αἱ τῶν πειρασμῶν προσβολαὶ, ἀλλ' ἡ τῶν οἰκοδομούντων ἄνοια τὴν πτῶσιν ἐποίησεν; Καὶ γὰρ ἐκεῖ βροχὴ, καὶ ἐνταῦθα βροχή· κἀκεῖ ποταμοὶ, καὶ ἐνταῦθα ποταμοί· κἀκεῖ πνευμάτων προσβολαὶ, καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο· κἀκεῖνος ᾠκο 49.62 δόμησε, καὶ οὗτος ᾠκοδόμησε· καὶ ἡ αὐτὴ οἰκοδομὴ, καὶ οἱ αὐτοὶ πειρασμοί· ἀλλ' οὐ τὸ αὐτὸ τέλος, ἐπειδὴ οὐχ ὁ αὐτὸς θεμέλιος. Οὐ γὰρ τῶν πειρασμῶν ἡ φύσις, ἀλλὰ τοῦ οἰκοδομήσαντος ἡ ἄνοια τὴν πτῶσιν ἐποίησεν· ἐπεὶ ἔδει καὶ τὴν ἐπὶ τῆς πέτρας οἰκοδομηθεῖσαν καταπεσεῖν οἰκίαν, νῦν δὲ οὐδὲν τοιοῦτον ἔπαθεν. Ἀλλὰ μὴ περὶ οἰκίας εἰρῆσθαι ταῦτα νομίζετε· περὶ γὰρ ψυχῆς ἐστιν ὁ λόγος, τὴν τῶν θείων λόγων ἀκρόασιν διὰ τῶν ἔργων ἐπιδεικνυμένης ἢ διακρουομένης. Οὕτως ᾠκοδόμησεν ἑαυτοῦ τὴν ψυχὴν ὁ Ἰώβ· κατέβη ἡ βροχὴ, πῦρ γὰρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε πάντα τὰ ποίμνια· ἦλθον οἱ ποταμοὶ, οἱ πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι τῶν συμφορῶν ἄγγελοι, ὁ μὲν τῶν αἰπολίων, ὁ δὲ τῶν καμήλων, ὁ δὲ τῶν παίδων λέγων τὴν ἀπώλειαν· ἔπνευσαν οἱ ἄνεμοι, τὰ πικρὰ τῆς γυναικὸς ῥήματα· Εἰπὸν γάρ τι, φησὶ, ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα· καὶ οὐκ ἔπεσεν ἡ οἰκία, οὐχ ὑπεσκελίσθη ἡ ψυχὴ, οὐκ ἐβλασφήμησεν ὁ δίκαιος, ἀλλὰ καὶ ηὐχαρίστησεν οὕτως εἰπών· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ὁρᾷς ὅτι οὐχὶ τῶν πειρασμῶν ἡ φύσις, ἀλλ' ἡ τῶν ῥᾳθυμούντων ὀλιγωρία τὴν πτῶσιν ποιεῖν εἴωθεν; ὡς τόν γε ἰσχυρὸν καὶ ἰσχυρότερον ἡ θλῖψις ἐργάζεται. Τίς ταῦτά φησιν; Ὁ ἐν τῇ θλίψει τραφεὶς, ὁ μακάριος Παῦλος, οὕτω λέγων· Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα. Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων ἡ τῶν ἀνέμων ῥύμη προσπίπτουσα καὶ πάντοθεν ῥιπίζουσα οὐκ ἀνασπᾷ, ἀλλὰ στεῤῥότερα καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει· οὕτω καὶ ψυχὴν ἁγίαν, καὶ εὐλαβείᾳ συζῶσαν, αἱ τῶν πειρασμῶν ἐπαγωγαὶ καὶ τῶν θλίψεων οὐχ ὑποσκελίζουσιν, ἀλλὰ πρὸς πλείονα ὑπομονὴν ἀλείφουσι, καθάπερ καὶ τὸν μακάριον Ἰὼβ λαμπρότερον ἐποίησαν καὶ σεμνότερον. Νῦν μὲν οὖν ἅνθρωπος ἡμῖν ὀργίζεται, ἄνθρωπος ὁμοιοπαθὴς καὶ ὁμόψυχος, καὶ δεδοίκαμεν· τότε δὲ ἐκείνῳ δαίμων πονηρὸς καὶ ἄγριος ἦν ὁ ὀργιζόμενος, καὶ οὐχ ἁπλῶς ὠργίζετο, ἀλλὰ πάντα ἐκίνει τὰ μηχανήματα, καὶ πᾶσαν προσῆγεν μαγγανείαν, καὶ οὐδὲ οὕτως ἤλεγξε τοῦ δικαίου τὴν ἀνδρείαν. Καὶ οὗτος μὲν ἄνθρωπος ὢν, νῦν μὲν ὀργίζεται, νῦν δὲ καταλλάττεται, καὶ ὅμως ἀποτεθνήκαμεν τῷ δέει· τότε δὲ διάβολος ἦν ὁ πολεμῶν ὁ μηδέποτε καταλλαττόμενος τῇ τῶν ἀνθρώπων φύσει, ἀλλὰ πόλεμον ἄσπονδον καὶ μάχην ἀκήρυκτον πρὸς τὸ γένος ἡμῶν ἀράμενος· ἀλλ' ὅμως κατεγέλασεν αὐτοῦ τῶν βελῶν ὁ δίκαιος. Τίνα οὖν ἂν ἔχοιμεν ἀπολογίαν, ἢ ποίαν συγγνώμην, οὕτως ἀνθρώπινον πειρασμὸν οὐ φέροντες οἱ τοσαῦτα φιλοσοφοῦντες ἐν τῇ χάριτι, τοῦ πρὸ τῆς χάριτος καὶ τῆς Παλαιᾶς ∆ιαθήκης οὕτω τὸν ἀφόρητον πόλεμον ἐκεῖνον