Continuatio Scylitzae

 δρᾶσαι ἢ παθεῖν. Ὅθεν καὶ τῆς τῶν Ἀρχαγγέλων ἐφισταμένης ἑορτῆς ἄπεισι μὲν ὁ πατριάρχης εἰς τὸ πρὸ τῆς πόλεως <παρ' αὐτοῦ συστὰν φροντιστήριον>, φιλοτ

 γὰρ ἦν μὴν ἡμέραν ἄγων κδʹ, καθ' ἣν ἡ τῆς ἁγίας καὶ πρωτομάρτυρος Θέκλας ἑορτὴ τελεῖται χριστιανοῖςπολλῆς κακώσεως καὶ λύμης ἐνέπλησε τὸ στρατιωτικόν·

 κατασχεθῆναι δεινῇ καὶ ἀγονίᾳ, αὐτὸς ἀρκοῦσί μοι ἔφη ὁ Μανουὴλ καὶ ἡ Μαρία, οἳ ἤδη μοι χάριτι Θεοῦ παῖδες γενόμενοι. Τούτων μὲν γὰρ ἄνευ ἔνεστι τυχεῖν

 ἄθεον διαλυσαμένου σκαιώρημα. Ἦν γὰρ αὐτοῖς γνώμη τῷ βυθῷ παραδοθῆναι αὐτὸν παγγενεὶ ἅτε διὰ θαλάσσης πρὸς τὸ παλάτιον ἀποπλεῖν μέλλοντα. Ζητήσεως δὲ

 Ἐν δὲ τῇ δύσει κατὰ τὴν τρίτην ἰνδικτιῶνα, ἀρχόντων τῶν περὶ τὸν Ἴστρον πόλεων τοῦ μαγίστρου Βασιλείου τοῦ Ἀποκάπη καὶ τοῦ 114 μαγίστρου Νικηφόρου τοῦ

 δεῦρο γεγόνασι καὶ ἀξιωμάτων συγκλητικῶν καὶ λαμπρῶν ἠξιώθησαν. Ἦν δὲ τὸ τηνικαῦτα ἔτος μὲν ἕκτον βασιλεύοντι τῷ ∆ούκᾳ, ἰνδικτιὼν γʹ, ἐν τῷ φογʹ ἔτει

 βασιλίδι τὰ πάντα πεποίηκε, σωφρονεστάτῃ τε νομιζομένῃ τἀνδρὶ καὶ παιδοτροφῆσαι ἀκριβεστάτῃ καὶ πρὸς τὸ τὰ κοινὰ διοικεῖν ἱκανωτάτῃ. Τελευτᾷ δὲ ὁ βασι

 πάλιν τὰ πάντα ἀπέδειξεν. Οὐ γὰρ ὁλόκληρον τὸ ὀψώνιον, ἀλλὰ μερικὸν αὐτοῖς καὶ μέτριον δοθὲν ναρκῆσαι τοὺς στρατιώτας ἐποίησε· λαβόντες γὰρ τὸ δοθὲν ε

 παρὰ τῆς βασιλίδος, προελθούσης βασιλικῶς μετὰ τῶν ἰδίων παίδων εἰς τὸν μέγιστον καὶ περίπυστον τῆς τοῦ Θεοῦ Σοφίας σηκόν. 123 ∆εδοικυίας δὲ τῆς βασιλ

 προσβαλεῖν καὶ ἄρδην ἀνατρέψαι τὴν Ῥωμαίων καὶ καθελεῖν. Ὁ δὲ βασιλεὺς στρατὸν ἐπαγόμενος οὐχ οἷον εἰκὸς ἦν τὸν βασιλέα Ῥωμαίων, ἀλλ' οἷον παρεῖχεν ὁ

 Ἀμέλει τοι καὶ τὰς δυνάμεις ἀνειλφὼς δι' ἀτραπῶν δυσβάτων ἀπὸ ῥυτῆρος κατόπιν ἤλαυνε. Πλησιάσας δὲ τῇ Σεβαστείᾳ τὴν μὲν στρατιωτικὴν ἀποσκευὴν καὶ τὸ

 Βερροίας, συνάψας τοῖς τε Ἄραψι καὶ τοῖς Τούρκοις καὶ δύναμιν ἁδρὰν συστησάμενος εἰς χεῖρας ἐλθεῖν τῷ βασιλεῖ καὶ μαχέσασθαι διεσκέπτετο. Τοῦ δὲ βασιλ

 ἐζωώθησαν. Ὁ δὲ βασιλεὺς ἐπανελθὼν εἰς τὸν χάρακα μετὰ τὴν τῶν ἐχθρῶν ἀποσόβησιν ἔγνω τὴν ἀκρόπολιν τῆς Ἱεραπόλεως ἐνοικίσαι. Καταστήσας οὖν τὸν Φαρασ

 συγκλητικῶν ποιησάμενος καὶ τὰς ἐτησίους δωρεὰς διανειμάμενος καὶ οὐδὲ τὰς πασχαλίους ἡμέρας περιμείνας εἰς τὸν ἀντίπερα τῆς πόλεως 134 οἶκον τῶν Ἠρίω

 συνέστη ὁ πόλεμος. Τῇ δ' ἐπαύριον δημοσίᾳ καθίσας τοὺς ἑαλωκότας τῶν πολεμίων τῇ τελευταίᾳ ψήφῳ παρέδωκε, μηδενὸς τὸ παράπαν φεισάμενος μήτ' αὐτοῦ τοῦ

 ἀνδρικὸν διαπράξασθαι· ὃ παρόντος τοῦ βασιλέως οὐκ ἂν ἔχοι χώραν γίνεσθαι, αὐτοῦ δι' ἑαυτοῦ ἐπιστατοῦντος τοῖς γινομένοις καὶ πάντα καθορῶντος ὁσημέρα

 , ἐπεὶ διασκεδασθέντες οἱ Ῥωμαῖοι ἐδίωκον, ἐπιστροφὴν αἰφνίδιον ποιησάμενοι παλίντροπον τὴν νίκην εἰργάσαντο· διὸ καὶ πολλοὶ μὲν ἑάλωσαν, πλείους δὲ κ

 Ὀρθοδοξίας, τῇ πρὸ αὐτῆς ἡμέρᾳ τὴν ἐτησίαν ῥόγαν τῷ τε στρατῷ καὶ τῇ συγκλήτῳ διανειμάμενος, οὐ διὰ χρυσίου πᾶσαν, ἀλλὰ τὸ ἐνδέον σηρικοῖς ὑφάσμασιν ἀ

 Ἰβηρίαν καταλαβεῖν ἐπειγόμενος, ὅτε καὶ τῶν σὺν τῷ κουροπαλάτῃ Μανουὴλ τῷ Κομνηνῷ πεσόντων θεατὴς τῶν πτωμάτων ἐγένετο. Κἀκεῖθεν σχολῇ καὶ βάδην ἰὼν κ

 Βρυεννίου τοὺς ῥυτῆρας ἀνασχεῖν τοῖς περὶ αὐτὸν ἐγκελευσαμένου μόνος διώκων ὁ Βασιλάκιος ἦν ἀγνοίᾳ τοῦ πραχθέντος. Ἐπεὶ δὲ τῷ χάρακι τῶν ἐναντίων προσ

 πρέσβεων ἄφιξις, καί τινες τῶν ἐγγυτάτων τῷ βασιλεῖ πείθουσιν αὐτὸν ἀποβαλέσθαι τὴν εἰρήνην ὡς ψευδομένην τὸ ἔργον καὶ ἀπατῶσαν μᾶλλον ἢ τὸ συμφέρον ἐ

 πολλοῖς ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδαρθε, μυρίοις περικλυζόμενος λυπηρῶν κύμασι. Τῇ δ' ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βασιλέως ἁλ

 νύκτωρ αὐτὸν καταλιπὼν εἰς Κωνσταντινούπολιν ἀπέδρα, προμαθὼν τὰ ἐκεῖσε καττυόμενα. Ἰωάννης γὰρ ὁ καῖσαρ καὶ οἱ τούτου υἱεῖς καὶ τῆς συγκλήτου ὅσοι τὰ

 αὐτοῦ ἐξορυξάντων ἀνηλεῶς καὶ ἀφιλανθρώπως. Προσενεχθεὶς δὲ ἐν εὐτελεῖ τῷ ὑποζυγίῳ μέχρι τῆς Προποντίδος ὥσπερ πτῶμα σεσηπός, τοὺς ὀφθαλμοὺς ἔχων ἐξορ

 κωκυτὸς ἀφόρητος καὶ πολύδακρυς. Ἀλλὰ τούτων οὕτω γινομένων, θεήλατος ὀργὴ τὴν ἑῴαν κατειλήφει. Τῶν γὰρ πρὸς ∆ιογένην εἰρηνικῶν συμφώνων ἀργῶν μεινάντ

 βαλλόμενον. Ὡς δὲ προσηγγέλθη καὶ τοῦτο δὴ τὸ οἰκειακὸν ἀτύχημα τῷ βασιλεῖ καὶ ἡ τοῦ Φράγκου ἐπιδημία τοὺς πάντας ἐξέπληξε, πολλή τις ἀθυμία καὶ μέριμ

 ἡττώμενοι ἀφειδῶς αἴσθησιν οὐ λαμβάνουσι τῆς τοῦ θείου νεμέσεως. Οἱ δὲ πάλαι Ῥωμαῖοι οὐχ οὕτω ποιοῦντες τὰς φοβερὰς ἐκείνας καὶ ᾀδομένας στρατηγίας κα

 ἀπέβλεψε δὲ καὶ νῦν πρὸς ἀποστασίαν. Τὴν γὰρ τοῦ Νικηφόρου μὴ φέρον ἀπληστίαν καὶ ἃ κατὰ πάντων αὐτῷ μεμηχάνηται, οὐδενὸς ἐπιστρεφομένου τοῦ βασιλέως,

 μεγάλην ἐξαρθῇ φλόγα κατασβέσαι τοῦτο κατεπειγόμενος. Συνεξαπέστειλε δ' αὐτῷ καὶ στράτευμα ἀξιόλογον, συγκείμενον ἔκ τε Μακεδόνων καὶ Ῥωμαίων καὶ Φράγ

 ἤθελον μένειν ἔτι ἐπὶ τοῦ αὐτοῦ φρονήματος, ἀλλὰ τοὺς πολεμίους πᾶσι τρόποις ἀμύνασθαι διεσκέπτοντο. Ἀποστείλας δὲ τὸν Στραβορωμανὸν πρὸς τὸν τὴν Λογγ

 μεταξὺ δὲ προεβλήθη δοὺξ τῆς Ἰταλίας ὁ Περηνός, στρατηγὸς δὲ Βρενδησίου Νικηφόρος ὁ Καραντηνός. Ὁ μὲν οὖν Περηνὸς μὴ δυνηθεὶς εἰς Λογγιβαρδίαν περαιωθ

 γευσάμενος, ἀλλ' ὑπὸ τοῦ τῶν φιλοσόφων ὑπάτου ἐξαπατώμενος καὶ ἀποβουκολούμενος τὸν κόσμον ὅλον διέφθειρεν, ὡς εἰπεῖν. Γίνεται γὰρ λιμὸς ἰσχυρός, ᾧ δὴ

 συναντήσας αὐτῷ εἴ γε δεξιῶς ἐχρήσατο τοῖς πράγμασιν, εὐκόλως ἂν αὐτὸν ἐν ἀρχῇ τῆς ἀποστασίας κατηγωνίσατο. Καταλαβὼν δὲ εἰς Τραϊανούπολιν ἐκεῖσε τῷ τ

 διατρίβοντι στρατηγοῦντος τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ μετὰ τῶν ἐν τῇ βασιλίδι στρατιωτῶν ὅρκοις ἀσφαλέσι πρότερον τὰ πιστὰ δεδωκώς, συναποσταλέν

 μάχη καὶ ὁ στρατὸς ὑποχωρεῖ καὶ πᾶσα ἡ ἔρις ἀποδιοπομπεῖται, καὶ τὰ τῶν Ῥωμαίων καταδουλοῦν ἑαυτοῖς ἀπήρξαντο.

 τὸν ἄνδρα ἀτίμως προσήκατο καὶ οὐδ' ὡς ἐκ βασιλέως, ἀλλ' ὡς ἐξ ὑποστρατήγου τινὸς ἀποσταλέντα· καίτοι ἱερὸν εἶναι σῶμα ὁ πρέσβυς λελόγισται καὶ παρὰ τ

 ὥραν ἔχουσαι γάμου. Ὁ δὲ μίαν ᾑρεῖτο τῶν δύο, ἢ τὴν τοῦ ∆ούκα σύζυγον καὶ αὖθις τοῦ ∆ιογένους Εὐδοκίαν ἢ τὴν τοῦ ἔναγχος βασιλεύσαντος Μιχαὴλ Μαρίαν τ

 δὲ γενομένου ἤχθη ἐφ' ἁμάξης φόρτος ἐλεεινὸς καὶ δυστυχὲς καταγώγιον. 184 Ἐν ὅσῳ δὲ τὰ στρατεύματα εἰς τὴν περὶ τὸν Βασιλάκιον ἠσχολοῦντο ἐκστρατείαν,

 καὶ φορτικὸς τοῖς ἐξοχωτέροις τῆς συγκλήτου ἐνομίζετο, δακνομένοις ἐφ' οἷς εἰς πάντας ἐπεδείκνυντο. Ἐπεὶ δέ, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ λογοθέτης τ

συνέστη ὁ πόλεμος. Τῇ δ' ἐπαύριον δημοσίᾳ καθίσας τοὺς ἑαλωκότας τῶν πολεμίων τῇ τελευταίᾳ ψήφῳ παρέδωκε, μηδενὸς τὸ παράπαν φεισάμενος μήτ' αὐτοῦ τοῦ ἡγεμόνος αὐτῶν, εἰ καὶ πολλῶν λύτρων ἑαυτὸν ὤνιον ποιήσασθαι ἐπηγγέλλετο. Τριημερεύσας δὲ ὁ βασιλεὺς ἐν τῇ παρεμβολῇ, τῷ προτερήματι τούτῳ κόρον λαβὼν πολλοῖς ἄδειαν δέδωκε τῶν ἐναντίων ἀποφυγῆς, ὡς μηδὲ τῆς λείας ἀποσχέσθαι. Καὶ ἀναστὰς ἐκεῖθεν κατόπιν αὐτῶν ἐβάδιζε. Στρατοπεδευσάμενος δὲ ὡς ἀπὸ διαστήματος ἡμερῶν δύο τῆς Μελιτηνῆς ἐβουλεύετο μοῖράν τινα τοῦ στρατοῦ μερισάμενος ἀφεῖναι τοῖς ἐναντίοις ἐπιτείχισμα, αὐτὸς δὲ ἅμα παντὶ τῷ στρατῷ ὑποστρέψαι πρὸς τὰ βασίλεια. Ἀγεννοῦς δὲ τῆς βουλῆς δοξάσης καὶ ἀσυμφόρου μεταθέμενος εὐθὺ τοῦ Εὐφράτου ἐβάδισεν· ἦσαν γὰρ περὶ τὰς ὄχθας αὐτοῦ ἐσκηνωμένοι οἱ πολέμιοι, οἳ καὶ αὐτίκα πυθόμενοι τὴν τοῦ βασιλέως κατ' αὐτῶν κίνησιν ἀνεχώρησαν. Ὁ δὲ βασιλεὺς εὐθὺ Ῥωμανοπόλεως ἐλαύνων κἀκεῖθεν πρὸς τὸ Χλίατ παραγενέσθαι βουλόμενος ἔν τινι τόπῳ κατασκηνοῖ, καὶ τὸν Φιλάρετον ἦν δὲ τοῦ τῶν Βραχαμίων γένους στρατηγὸν αὐτοκράτορα ἀναδείκνυσι· διελὼν γὰρ διχῇ τὸν στρατὸν τὸ ἰσχυρότερον αὐτῷ ἐπιδίδωσιν, ἀνδρὶ στρατιωτικὴν μὲν αὐχοῦντι περιωπήν, αἰσχροῦ δὲ βίου καὶ ἐπιρρήτου τυγχάνοντι καὶ αἰσχίστως τὴν ἑαυτοῦ βιοτὴν διανύοντι καὶ μαχεσαμένῳ μὲν τοῖς Τούρκοις διαφόρως, ἐν τοῖς μεγίστοις δὲ καταπολεμηθέντι καὶ διὰ τοῦτο καταφρονηθέντι, οὐ μὴν ἀπεχομένῳ τούτων, ἀλλ' ἐπιτρέχοντι τῇ ἡγεμονίᾳ διὰ φιλοκερδείας καὶ φιλοδοξίας ὑπόθεσιν. Τῶν δὲ βορειοτέρων μερῶν ὁ βασιλεὺς ἐπελάβετο δι' εὕρεσιν χιόνος καὶ ὑδάτων ψυχρῶν· ἀκρατῶς γὰρ εἶχε τούτων τὸ σῶμα κατὰ πολὺ διαθερμαινόμενος. ∆ιελθὼν δὲ διὰ τραχεινῶν καὶ δυσβάτων τόπων εἴς τινα τόπον λεγόμενον 137 Ἀνθίας κατήντησε· ποηφόρος δὲ ὁ τόπος καὶ σιτοφόρος καὶ ψυχαγωγία οὐ μικρὰ τοῖς ἐν τούτῳ καταίρουσι καὶ οἷον ὀμφαλὸς ἐκεῖνος τῆς γῆς. Ἐκεῖθεν δὲ τὸν Ταῦρον τὸ ὄρος, τὸ ἐπιχωρίως καλούμενον Μούνζαρον, ὑπερβὰς εἰς τὴν Κελτζηνὴν λεγομένην χώραν κατήντησε, τὸ δεύτερον διαβὰς τὸν Εὐφράτην ποταμόν, παραρρέοντα καὶ διαιροῦντα τό τε ὄρος καὶ τὴν Κελτζηνὴν ὥσπερ μεθόριον. Οἱ δὲ μετὰ τοῦ Φιλαρέτου καταλειφθέντες στρατιῶται, ἐξ ἐπιφανείας τῶν ἐναντίων πτοίας πλησθέντες καὶ τὰς ψυχὰς κατασεισθέντες, κατόπιν τοῦ βασιλέως ἐβάδιζον τοὺς τόπους ἀφέντες ὧν τὴν φυλακὴν ἐπετράπησαν, ἕως εἰς τοὺς εἰρημένους Ἀνθίας κατήντησαν. Κἀνταῦθα δὲ τῶν πολεμίων φανέντων ἐξ οὐραγίας αἰσχρῶς τὴν φυγὴν καὶ πρὸ τοῦ ἀγωνίσματος εἵλοντο καὶ πρὸς τὸν βασιλέα εἰς τὴν Κελτζηνὴν κατέλαβον ἐκ ποδός. Τῆς δέ γε τούτων ἀποσκευῆς οἱ ἐναντίοι ἐγένοντο κύριοι. Ταῦθ' οὕτως ἀγγελθέντα πολὺν ἐνῆκε τῷ βασιλεῖ τὸν ἐναγώνιον θόρυβον, ἐπί τε τῇ τῶν οἰκείων ἥττῃ καὶ τῇ τῶν ἐναντίων νίκῃ οὐ φορητῶς σκυθρωπάσαντι. Καὶ εἰ μὴ ἡ τοῦ βασιλέως φήμη αὐτοὺς περιδεεῖς κατειργάζετο καὶ τὴν ὁρμὴν αὐτῶν ποσῶς διεκώλυεν, οὐδὲν ἦν τὸ κωλῦον σύμπασαν αὐτοὺς τὴν γῆν ἐκείνην καταληίσασθαι καὶ ἐξολοθρεῦσαι. Ὀπισθόρμητοι δὲ γενόμενοι εὐθὺ τοῦ θέματος τῶν Καππαδοκῶν κατὰ τὸ εἰθισμένον ἀκρατῶς ἤλαυνον, καταληιζόμενοι μὲν τὸ προστυχὸν ἐξ ἐφόδου, ἐφορμῶντες δὲ πανστρατιᾷ κατὰ τῆς τοῦ Ἰκονίου πολιτείας· ἦν γὰρ πλήθει τε ἀνδρῶν καὶ οἰκιῶν καὶ τῶν ἄλλων χρηστῶν καὶ ζηλωτῶν διαφέρουσα. Ὁ δὲ βασιλεὺς ἐν Κελτζηνῇ τοὺς ἀποφυγόντας σποράδας ὑποδεξάμενος, ὡς ἂν μὴ ὑπὸ τῶν Ἀρμενίων ἐξ ἐρήμης ἀπόλωνται, κατόπιν τῶν ἐναντίων ὑποστρέφων ἐγένετο. Καὶ κρίσιν δὲ μεταξὺ τοῦ τε ἡγεμόνος καὶ τῶν σὺν αὐτῷ καθίσας οὐδενὶ μέρει τὴν νικῶσαν ἀπέδοτο, διαγνωσθέντος τούτου μόνου ἀκριβῶς ὅτι πλὴν τοῦ βασιλέως οὐδέν ἐστι τὸ συνιστῶν τοῖς Ῥωμαίοις τὸν πόλεμον διά τε τὸ προκατειργάσθαι τὸ πλεῖον τοῦ στρατοῦ καὶ διὰ τὸ τοὺς ἡγεμόνας ἐθέλειν καὶ ἐπὶ μικραῖς καὶ ταῖς τυχούσαις εὐτυχίαις ἑαυτοῖς καὶ συγγενέσι μνᾶσθαι τὰ μέγιστα τῶν ἀξιωμάτων καὶ φιλοτιμιῶν, δι' ἃ 138 καὶ τοὺς ἄλλους ἀπροθύμους εἶναι πρὸς τὸ γενναῖόν τι καὶ