Continuatio Scylitzae

 δρᾶσαι ἢ παθεῖν. Ὅθεν καὶ τῆς τῶν Ἀρχαγγέλων ἐφισταμένης ἑορτῆς ἄπεισι μὲν ὁ πατριάρχης εἰς τὸ πρὸ τῆς πόλεως <παρ' αὐτοῦ συστὰν φροντιστήριον>, φιλοτ

 γὰρ ἦν μὴν ἡμέραν ἄγων κδʹ, καθ' ἣν ἡ τῆς ἁγίας καὶ πρωτομάρτυρος Θέκλας ἑορτὴ τελεῖται χριστιανοῖςπολλῆς κακώσεως καὶ λύμης ἐνέπλησε τὸ στρατιωτικόν·

 κατασχεθῆναι δεινῇ καὶ ἀγονίᾳ, αὐτὸς ἀρκοῦσί μοι ἔφη ὁ Μανουὴλ καὶ ἡ Μαρία, οἳ ἤδη μοι χάριτι Θεοῦ παῖδες γενόμενοι. Τούτων μὲν γὰρ ἄνευ ἔνεστι τυχεῖν

 ἄθεον διαλυσαμένου σκαιώρημα. Ἦν γὰρ αὐτοῖς γνώμη τῷ βυθῷ παραδοθῆναι αὐτὸν παγγενεὶ ἅτε διὰ θαλάσσης πρὸς τὸ παλάτιον ἀποπλεῖν μέλλοντα. Ζητήσεως δὲ

 Ἐν δὲ τῇ δύσει κατὰ τὴν τρίτην ἰνδικτιῶνα, ἀρχόντων τῶν περὶ τὸν Ἴστρον πόλεων τοῦ μαγίστρου Βασιλείου τοῦ Ἀποκάπη καὶ τοῦ 114 μαγίστρου Νικηφόρου τοῦ

 δεῦρο γεγόνασι καὶ ἀξιωμάτων συγκλητικῶν καὶ λαμπρῶν ἠξιώθησαν. Ἦν δὲ τὸ τηνικαῦτα ἔτος μὲν ἕκτον βασιλεύοντι τῷ ∆ούκᾳ, ἰνδικτιὼν γʹ, ἐν τῷ φογʹ ἔτει

 βασιλίδι τὰ πάντα πεποίηκε, σωφρονεστάτῃ τε νομιζομένῃ τἀνδρὶ καὶ παιδοτροφῆσαι ἀκριβεστάτῃ καὶ πρὸς τὸ τὰ κοινὰ διοικεῖν ἱκανωτάτῃ. Τελευτᾷ δὲ ὁ βασι

 πάλιν τὰ πάντα ἀπέδειξεν. Οὐ γὰρ ὁλόκληρον τὸ ὀψώνιον, ἀλλὰ μερικὸν αὐτοῖς καὶ μέτριον δοθὲν ναρκῆσαι τοὺς στρατιώτας ἐποίησε· λαβόντες γὰρ τὸ δοθὲν ε

 παρὰ τῆς βασιλίδος, προελθούσης βασιλικῶς μετὰ τῶν ἰδίων παίδων εἰς τὸν μέγιστον καὶ περίπυστον τῆς τοῦ Θεοῦ Σοφίας σηκόν. 123 ∆εδοικυίας δὲ τῆς βασιλ

 προσβαλεῖν καὶ ἄρδην ἀνατρέψαι τὴν Ῥωμαίων καὶ καθελεῖν. Ὁ δὲ βασιλεὺς στρατὸν ἐπαγόμενος οὐχ οἷον εἰκὸς ἦν τὸν βασιλέα Ῥωμαίων, ἀλλ' οἷον παρεῖχεν ὁ

 Ἀμέλει τοι καὶ τὰς δυνάμεις ἀνειλφὼς δι' ἀτραπῶν δυσβάτων ἀπὸ ῥυτῆρος κατόπιν ἤλαυνε. Πλησιάσας δὲ τῇ Σεβαστείᾳ τὴν μὲν στρατιωτικὴν ἀποσκευὴν καὶ τὸ

 Βερροίας, συνάψας τοῖς τε Ἄραψι καὶ τοῖς Τούρκοις καὶ δύναμιν ἁδρὰν συστησάμενος εἰς χεῖρας ἐλθεῖν τῷ βασιλεῖ καὶ μαχέσασθαι διεσκέπτετο. Τοῦ δὲ βασιλ

 ἐζωώθησαν. Ὁ δὲ βασιλεὺς ἐπανελθὼν εἰς τὸν χάρακα μετὰ τὴν τῶν ἐχθρῶν ἀποσόβησιν ἔγνω τὴν ἀκρόπολιν τῆς Ἱεραπόλεως ἐνοικίσαι. Καταστήσας οὖν τὸν Φαρασ

 συγκλητικῶν ποιησάμενος καὶ τὰς ἐτησίους δωρεὰς διανειμάμενος καὶ οὐδὲ τὰς πασχαλίους ἡμέρας περιμείνας εἰς τὸν ἀντίπερα τῆς πόλεως 134 οἶκον τῶν Ἠρίω

 συνέστη ὁ πόλεμος. Τῇ δ' ἐπαύριον δημοσίᾳ καθίσας τοὺς ἑαλωκότας τῶν πολεμίων τῇ τελευταίᾳ ψήφῳ παρέδωκε, μηδενὸς τὸ παράπαν φεισάμενος μήτ' αὐτοῦ τοῦ

 ἀνδρικὸν διαπράξασθαι· ὃ παρόντος τοῦ βασιλέως οὐκ ἂν ἔχοι χώραν γίνεσθαι, αὐτοῦ δι' ἑαυτοῦ ἐπιστατοῦντος τοῖς γινομένοις καὶ πάντα καθορῶντος ὁσημέρα

 , ἐπεὶ διασκεδασθέντες οἱ Ῥωμαῖοι ἐδίωκον, ἐπιστροφὴν αἰφνίδιον ποιησάμενοι παλίντροπον τὴν νίκην εἰργάσαντο· διὸ καὶ πολλοὶ μὲν ἑάλωσαν, πλείους δὲ κ

 Ὀρθοδοξίας, τῇ πρὸ αὐτῆς ἡμέρᾳ τὴν ἐτησίαν ῥόγαν τῷ τε στρατῷ καὶ τῇ συγκλήτῳ διανειμάμενος, οὐ διὰ χρυσίου πᾶσαν, ἀλλὰ τὸ ἐνδέον σηρικοῖς ὑφάσμασιν ἀ

 Ἰβηρίαν καταλαβεῖν ἐπειγόμενος, ὅτε καὶ τῶν σὺν τῷ κουροπαλάτῃ Μανουὴλ τῷ Κομνηνῷ πεσόντων θεατὴς τῶν πτωμάτων ἐγένετο. Κἀκεῖθεν σχολῇ καὶ βάδην ἰὼν κ

 Βρυεννίου τοὺς ῥυτῆρας ἀνασχεῖν τοῖς περὶ αὐτὸν ἐγκελευσαμένου μόνος διώκων ὁ Βασιλάκιος ἦν ἀγνοίᾳ τοῦ πραχθέντος. Ἐπεὶ δὲ τῷ χάρακι τῶν ἐναντίων προσ

 πρέσβεων ἄφιξις, καί τινες τῶν ἐγγυτάτων τῷ βασιλεῖ πείθουσιν αὐτὸν ἀποβαλέσθαι τὴν εἰρήνην ὡς ψευδομένην τὸ ἔργον καὶ ἀπατῶσαν μᾶλλον ἢ τὸ συμφέρον ἐ

 πολλοῖς ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδαρθε, μυρίοις περικλυζόμενος λυπηρῶν κύμασι. Τῇ δ' ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βασιλέως ἁλ

 νύκτωρ αὐτὸν καταλιπὼν εἰς Κωνσταντινούπολιν ἀπέδρα, προμαθὼν τὰ ἐκεῖσε καττυόμενα. Ἰωάννης γὰρ ὁ καῖσαρ καὶ οἱ τούτου υἱεῖς καὶ τῆς συγκλήτου ὅσοι τὰ

 αὐτοῦ ἐξορυξάντων ἀνηλεῶς καὶ ἀφιλανθρώπως. Προσενεχθεὶς δὲ ἐν εὐτελεῖ τῷ ὑποζυγίῳ μέχρι τῆς Προποντίδος ὥσπερ πτῶμα σεσηπός, τοὺς ὀφθαλμοὺς ἔχων ἐξορ

 κωκυτὸς ἀφόρητος καὶ πολύδακρυς. Ἀλλὰ τούτων οὕτω γινομένων, θεήλατος ὀργὴ τὴν ἑῴαν κατειλήφει. Τῶν γὰρ πρὸς ∆ιογένην εἰρηνικῶν συμφώνων ἀργῶν μεινάντ

 βαλλόμενον. Ὡς δὲ προσηγγέλθη καὶ τοῦτο δὴ τὸ οἰκειακὸν ἀτύχημα τῷ βασιλεῖ καὶ ἡ τοῦ Φράγκου ἐπιδημία τοὺς πάντας ἐξέπληξε, πολλή τις ἀθυμία καὶ μέριμ

 ἡττώμενοι ἀφειδῶς αἴσθησιν οὐ λαμβάνουσι τῆς τοῦ θείου νεμέσεως. Οἱ δὲ πάλαι Ῥωμαῖοι οὐχ οὕτω ποιοῦντες τὰς φοβερὰς ἐκείνας καὶ ᾀδομένας στρατηγίας κα

 ἀπέβλεψε δὲ καὶ νῦν πρὸς ἀποστασίαν. Τὴν γὰρ τοῦ Νικηφόρου μὴ φέρον ἀπληστίαν καὶ ἃ κατὰ πάντων αὐτῷ μεμηχάνηται, οὐδενὸς ἐπιστρεφομένου τοῦ βασιλέως,

 μεγάλην ἐξαρθῇ φλόγα κατασβέσαι τοῦτο κατεπειγόμενος. Συνεξαπέστειλε δ' αὐτῷ καὶ στράτευμα ἀξιόλογον, συγκείμενον ἔκ τε Μακεδόνων καὶ Ῥωμαίων καὶ Φράγ

 ἤθελον μένειν ἔτι ἐπὶ τοῦ αὐτοῦ φρονήματος, ἀλλὰ τοὺς πολεμίους πᾶσι τρόποις ἀμύνασθαι διεσκέπτοντο. Ἀποστείλας δὲ τὸν Στραβορωμανὸν πρὸς τὸν τὴν Λογγ

 μεταξὺ δὲ προεβλήθη δοὺξ τῆς Ἰταλίας ὁ Περηνός, στρατηγὸς δὲ Βρενδησίου Νικηφόρος ὁ Καραντηνός. Ὁ μὲν οὖν Περηνὸς μὴ δυνηθεὶς εἰς Λογγιβαρδίαν περαιωθ

 γευσάμενος, ἀλλ' ὑπὸ τοῦ τῶν φιλοσόφων ὑπάτου ἐξαπατώμενος καὶ ἀποβουκολούμενος τὸν κόσμον ὅλον διέφθειρεν, ὡς εἰπεῖν. Γίνεται γὰρ λιμὸς ἰσχυρός, ᾧ δὴ

 συναντήσας αὐτῷ εἴ γε δεξιῶς ἐχρήσατο τοῖς πράγμασιν, εὐκόλως ἂν αὐτὸν ἐν ἀρχῇ τῆς ἀποστασίας κατηγωνίσατο. Καταλαβὼν δὲ εἰς Τραϊανούπολιν ἐκεῖσε τῷ τ

 διατρίβοντι στρατηγοῦντος τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ μετὰ τῶν ἐν τῇ βασιλίδι στρατιωτῶν ὅρκοις ἀσφαλέσι πρότερον τὰ πιστὰ δεδωκώς, συναποσταλέν

 μάχη καὶ ὁ στρατὸς ὑποχωρεῖ καὶ πᾶσα ἡ ἔρις ἀποδιοπομπεῖται, καὶ τὰ τῶν Ῥωμαίων καταδουλοῦν ἑαυτοῖς ἀπήρξαντο.

 τὸν ἄνδρα ἀτίμως προσήκατο καὶ οὐδ' ὡς ἐκ βασιλέως, ἀλλ' ὡς ἐξ ὑποστρατήγου τινὸς ἀποσταλέντα· καίτοι ἱερὸν εἶναι σῶμα ὁ πρέσβυς λελόγισται καὶ παρὰ τ

 ὥραν ἔχουσαι γάμου. Ὁ δὲ μίαν ᾑρεῖτο τῶν δύο, ἢ τὴν τοῦ ∆ούκα σύζυγον καὶ αὖθις τοῦ ∆ιογένους Εὐδοκίαν ἢ τὴν τοῦ ἔναγχος βασιλεύσαντος Μιχαὴλ Μαρίαν τ

 δὲ γενομένου ἤχθη ἐφ' ἁμάξης φόρτος ἐλεεινὸς καὶ δυστυχὲς καταγώγιον. 184 Ἐν ὅσῳ δὲ τὰ στρατεύματα εἰς τὴν περὶ τὸν Βασιλάκιον ἠσχολοῦντο ἐκστρατείαν,

 καὶ φορτικὸς τοῖς ἐξοχωτέροις τῆς συγκλήτου ἐνομίζετο, δακνομένοις ἐφ' οἷς εἰς πάντας ἐπεδείκνυντο. Ἐπεὶ δέ, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ λογοθέτης τ

προσβαλεῖν καὶ ἄρδην ἀνατρέψαι τὴν Ῥωμαίων καὶ καθελεῖν. Ὁ δὲ βασιλεὺς στρατὸν ἐπαγόμενος οὐχ οἷον εἰκὸς ἦν τὸν βασιλέα Ῥωμαίων, ἀλλ' οἷον παρεῖχεν ὁ καιρὸς ἔκ τε Μακεδόνων καὶ Βουλγάρων καὶ Καππαδοκῶν καὶ Οὔζων καὶ τῶν ἄλλως παρατυχόντων ἐθνικῶν, πρὸς δὲ καὶ Φράγκων καὶ Βαράγγων, τῆς ὁδοῦ σπουδαίως ἐφήψατο. Συνήχθησαν δὲ οἱ πάντες κελεύσματι βασιλικῷ ἐν τῇ Φρυγίᾳ , ἤτοι τῷ θέματι τῶν Ἀνατολικῶν. Ἔνθα καὶ ἦν ἰδεῖν τι παράδοξον, τοὺς διαβοήτους προμάχους τῶν Ῥωμαίων, τῶν πᾶσαν τὴν ἑσπέραν καὶ τὴν ἀνατολὴν καταδουλωσαμένων, καὶ τὴν αὐτῶν στρατιὰν ἐξ ὀλίγων συγκειμένην ἀνδρῶν καὶ τούτων συγκεκυφότων τῇ πενίᾳ καὶ κακουχίᾳ καὶ πανοπλίας ἐστερημένων, ἀντὶ μαχαιρῶν καὶ ἄλλων ὀργάνων πολεμικῶν, τὸ τῆς Γραφῆς ἐρεῖν, ζιβύνας καὶ δρέπανα οὐκ ἐν καιρῷ εἰρήνης ἐπαγομένους, ἵππου τε πολεμικῆς καὶ τῆς ἄλλης παρασκευῆς ἐνδεῶς ἔχοντας, ἅτε μὴ στρατευσαμένου βασιλέως ἐκ πολλοῦ, καὶ διὰ τοῦτο ὡς ἀχρήστων καὶ ἀσυντελῶν καὶ τὸν ὀψωνιασμὸν αὐτῶν παρεικότος καὶ τὸ ἀνέκαθεν σιτηρέσιον. ∆ειλοὶ γὰρ καὶ ἀνάλκιδες καὶ πρὸς οὐδὲν γενναῖον χρησιμεύοντες κατεφαίνοντο, ὡς καὶ αὐτὰς τὰς σημαίας τοῦτο σιωπηρῶς ἀποφθέγγεσθαι πιναρὰς ὁρωμένας ὥσπερ ἀπὸ λιγνύος ἐζοφωμένας καπνοῦ, καὶ ὀπαδοὺς ἐχούσας εὐαριθμήτους καὶ πενιχρούς. Ταῦτα τοῖς παροῦσιν ὁρώμενα πολλὴν ἀθυμίαν προσῆγον καὶ ἐνεποίουν, ἀναλογιζομένοις ἐξ οἵων ποῖ κατηντήκασι τὰ Ῥωμαίων στρατόπεδα καὶ αὖθις τίνα τρόπον κἀκ ποίων χρημάτων καὶ διὰ πόσου τοῦ χρόνου εἰς τὸ ἀρχαῖον ἐπανελεύσονται, τῶν μὲν γηραιοτέρων καὶ πεπειραμένων ἀφίππων ὄντων καὶ ψιλῶν, τῆς δὲ νεαλοῦς στρατιᾶς ἀπειροπολέμου καθεστηκυίας καὶ τῶν πολεμικῶν οὐκ ἐθάδος ἀγώνων, καὶ αὖθις τὸ τῶν ἀντιτεταγμένων φιλοκινδυνότατον 126 καὶ ἐν πολέμοις ἐπίμονον καὶ ἔμπειρον καὶ ἐπιτήδειον. Πάντοθεν οὖν ὁ βασιλεὺς ἐξαπορούμενος καὶ μὴ βουλόμενος ἡσυχίαν ἄγειν διὰ τὴν κοινὴν λυσιτέλειαν ἔκρινεν, ὡς ἐνῆν, τοῖς ἐχθροῖς ἀντιπαρατάξασθαι καὶ τῆς πολλῆς αὐτοὺς ποσῶς ἀναχαιτίσαι καὶ ἀναστεῖλαι ὁρμῆς. Τοὺς γὰρ ἐναντίους, ἀγνοοῦντας τὰ οἴκοι τὸν βασιλέα πιέζοντά τε καὶ θλίβοντα, ἡ ἀθρόα τούτου ὁρμή τε καὶ ἔφοδος μᾶλλον ἐξέπληξεν, οἰηθέντας, ὥσπερ ὕστερον μεμαθήκαμεν, ὅτι κινδύνων οὗτος ὁ ἄνθρωπος οὐδένα λόγον πεποίηται, ἀλλ' Ἄρεως ὢν φοιτητὴς καινοποιήσει καὶ ἀνηβήσει τὰ Ῥωμαίων πράγματα καὶ ἀντισηκώσει τοῖς ἐχθροῖς τὰ ἐπίχειρα. <∆ιὰ> ταῦτά τοι ὁ μὲν σουλτάνος ὀπισθόρμητος γέγονε, μοῖραν δέ τινα μεγάλην ἀποτεμόμενος καὶ ταύτην διχῇ διελών, τὴν μὲν εἰς τὴν Ἀσίαν τὴν ἄνω νοτιωτέραν ἐκπέμπει, τὴν δὲ βορειοτέραν παραγγέλλει γενέσθαι. Ὁ δὲ βασιλεύς, ὡς ἐνῆν, τοὺς σὺν αὐτῷ ἐπιρρώσας ὅλῃ χειρὶ καὶ ἀξιώμασι καὶ δώροις ἀναθαρρῆσαι πεποιηκώς, καὶ λοχαγοὺς καὶ ταξιάρχας ἀρίστους ἑκάστῳ τάγματι ἐπιμελῶς προστησάμενος ἐν ὀλίγῳ χρόνῳ στρατιὰν ἀξιόλογον κατεστήσατο καὶ μετ' αὐτῆς ἐπὶ Πέρσας προθυμότερον ἤλαυνεν. Ὡς δὲ τὸ βορειότερον στρατόπεδον τῶν Περσῶν ἐκδρομήν τινα πρότερον φαντάσαν δόξαν ὑποχωρήσεως ἐκ τῆς τοῦ βασιλέως προόδου παρέσχετο, ἔγνω λοιπὸν ὁ ∆ιογένης τοῖς νοτίοις ἐπεισπεσεῖν, οἳ τὰ περὶ Κοίλην Συρίαν καὶ Κιλικίαν καὶ αὐτὴν Ἀντιόχειαν καταληίζοντες ἦσαν. Καὶ καταλιπὼν τὸ εὐθὺ Κολωνείας καὶ Σεβαστείας φέρεσθαι τῷ τοῦ Λυκανδοῦ ἐπεχωρίασε θέματι κατὰ τὸν καιρὸν τοῦ θέρους· ἐν γὰρ τῷ φθινοπώρῳ τοῖς συριακοῖς παραβαλεῖν ἐμελέτα μέρεσιν, ὡς ἂν μὴ τῷ καύσωνι κακουχηθὲν τὸ στρατόπεδον δυσπραγήσῃ καὶ διαλωβηθῇ. Ἐν τοσούτῳ δὲ οἱ Τοῦρκοι τὴν Νεοκαισάρειαν ἐξ ἀπροόπτου ἐπελθόντες καταστρέφουσι καὶ πολλῶν χρημάτων καὶ σωμάτων ἐγένοντο κύριοι, βάρος ἐπαγόμενοι λαφυραγωγίας 127 οὐκ ἐλάχιστον. Ὃ καὶ εἰς ὦτα τοῦ βασιλέως πεσὸν πολλὴν αὐτῷ τὴν ἀνίαν ἐνέσταξεν, ὅτι, καίτοι ἐκστρατευσαμένου, οὐδὲν ἧττον οἱ πολέμιοι τὴν χώραν αὐτοῦ ἐνώπιον αὐτοῦ κατεσθίουσιν.