Capitula xvii contra monophysitas

 θεοτόκου Μαρίας ληφθεῖσαν ἀνθρωπίνην οὐσίαν; 6. Εἰ ἔστιν ὁ πατὴρ ἀπαθὴς θεὸς καὶ ἀθάνατος, ὁ δὲ υἱὸς σαρκωθείς, ὅ ἐστι Χριστός, ἐστὶν ἀπαθὴς καὶ παθητ

 φύσεις μετὰ τὴν ἕνωσιν· μίαν γὰρ ὑπόστασιν σεσαρκωμένην κηρύττομεν. Οὔτ' ἀλλήλας εἰς μίαν οὐσιότητα συγχέομεν· τὴν τῶν φύσεων γὰρ διαφορὰν οὐκ ἀναιροῦ

φύσεις μετὰ τὴν ἕνωσιν· μίαν γὰρ ὑπόστασιν σεσαρκωμένην κηρύττομεν. Οὔτ' ἀλλήλας εἰς μίαν οὐσιότητα συγχέομεν· τὴν τῶν φύσεων γὰρ διαφορὰν οὐκ ἀναιροῦμεν διὰ τὴν ἕνωσιν, ἀλλὰ καὶ τὴν σύνθεσιν ἐν τῷ ὅλῳ γνωρίζομεν καὶ τὸ ὅλον ἐν τῇ συνθέσει θεωροῦμεν, ὅλον θεὸν τὸν Χριστὸν κηρύττοντες μετὰ τοῦ σώμα-τος, ἀλλ' οὐ κατὰ τὸ σῶμα, καὶ ὅλον ἄνθρωπον τὸν αὐτὸν ὁμολογοῦντες καὶ μετὰ τῆς θεότητος, ἀλλ' οὐ κατὰ τὴν θεότητα. 11. Ὅσαι ἂν ὦσι φύσεις ἐνυποστάτως διῃρημέναι, ἐν ἰσαρίθ-μοις προσώποις θεωροῦνται. Ὅσαι δ' ἂν ὦσι φύσεις ἐνυπο-στάτως ἡνωμέναι, ἐν ἑνὶ προσώπῳ θεωροῦνται. 12. Ἡ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, καὶ ἡ θεότης θεότης ἐστὶ καὶ οὐ σάρξ. Εἰ οὖν ταὐτὸν τὰ δύο ταῦτα, πῶς ἀλλήλων διαφέρου- σιν; Κατὰ φύσιν ἢ καθ' ὑπόστασιν ἢ μόνον κατ' ὀνομασίαν ψιλὴν καὶ οὐ κατὰ διαφορὰν φύσεων; Ποίας τῶν ἐν Χριστῷ φύσεων θεός ἐστιν ὁ πατὴρ καὶ ποίας αὐτῶν πατήρ; Ἆρα θεός ἐστι τῆς πάσης μιᾶς φύσεως τοῦ λόγου σεσαρκωμένης; Οὐκοῦν καλῶς οἱ Ἀρειανοὶ θεὸν τοῦ λόγου τὸν πατέρα λέγουσιν. Εἰ δὲ οὐ θεὸς τοῦ λόγου, πῶς λέγει· Πατέρα μου καὶ πατέρα | ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν; 13. Τὰ ἀνόμοια ἀλλήλοις πρὸ τῆς ἑνώσεως, ἤγουν τὸ σῶμα καὶ ὁ θεὸς λόγος μεμενήκασι μετὰ τὴν ἕνωσιν ἀνόμοια ἢ γεγόνασι κατὰ φύσιν ἀλλήλοις ὅμοια; Εἰ τὸ λέγειν δύο φύσεις προσθήκην φύσεως λέγεις ἐπὶ τῆς ἁγίας τριάδος, πάντως καὶ ὁ λέγων δύο γεννήσεις εἰς τὸν Χριστὸν προσθήκην γεννήσεως λέγει ἐν τῇ ἁγίᾳ τριάδι. 14. Ἀναληφθέντος τοῦ Χριστοῦ, τί ἐξ ἡμῶν ἀνήγαγε τῷ πατρί; Φύσιν ἢ ὑπόστασιν; Σῶμα ὅμοιον τῷ λόγῳ ἢ οὐχ ὅμοιον; Καὶ εἰ μὲν ὅμοιον τῷ λόγῳ, πάντως καὶ ὁ λόγος περιγραπτὸς ἢ τὸ σῶμα ἀπερίγραπτον. Εἰ δὲ μὴ ἀπερίγραπτον, ποῦ ἀνήρχετο τὸ ἀπερί-γραπτον, ὥστε φαντασίαν οἱ ἅγιοι μαθηταὶ ἑώρων καὶ οὐκ ἀλήθειαν; 15. Αὕτη ἡ μία τοῦ θεοῦ λόγου φύσις σεσαρκωμένη μετὰ τὴν ἄφραστον ἀνάληψιν ὁμοία ἐστὶ τῷ πατρὶ κατὰ πάντα τρόπον καὶ ὁμοούσιος αὐτῷ, ἢ ἔχει ὁ Χριστὸς τὸ μὲν ὁμοούσιον τοῦ ἰδίου πατρός, τὸ δὲ ἑτεροούσιον. Καὶ εἰ ὁμοούσιος ὅλος ὁ Χριστὸς τῷ πατρί, δῆλον ὅτι κτιστὸς ὁ πατήρ· κτίσμα γὰρ ἡ σάρξ. Εἰ δὲ ἑτεροούσιον τὸ σῶμα παρὰ τὸν θεὸν λόγον, πῶς οὐ δύο φύσεις; 16. Εἰ μὲν εἶπεν ὁ Χριστός· Λύσατέ με καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ ἑαυτόν, εἴχομεν εἰπεῖν ὡς πᾶσα ἡ μία τοῦ θεοῦ λόγου φύσις ἡ σεσαρκωμένη λέλυται καὶ τέθνηκεν. Ἐπειδὴ δὲ Λύσατε τὸν ναὸν τοῦτον εἶπε καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν, εἴπωσιν ἡμῖν ποία μὲν φύσις λέλυται, ποία δὲ τὴν λυθεῖσαν ἀνέστησεν. Εἰ δὲ οὐ τοῦτο βούλονται, εἴπωσιν ἡμῖν· Πᾶσα ἡ μία | σεσαρκωμένη τοῦ θεοῦ λόγου φύσις τέθνηκεν ἢ μέρος καὶ μέρος ἢ ἥμισυ καὶ ἥμισυ ἢ τρίτον καὶ δίμοιρον; 17. Εἰ ὁ λέγων θεότητα παθοῦσαν μανιχαΐζει καὶ ὁ λέγων ἄνθρωπον παθόντα καὶ σταυρωθέντα νεστοριανίζει, πάντως ὁ λέγων σῶμα θεοῦ ἀχώριστον παθὸν ὀρθῶς δοξάζει.