Capitula xvii contra monophysitas

 θεοτόκου Μαρίας ληφθεῖσαν ἀνθρωπίνην οὐσίαν; 6. Εἰ ἔστιν ὁ πατὴρ ἀπαθὴς θεὸς καὶ ἀθάνατος, ὁ δὲ υἱὸς σαρκωθείς, ὅ ἐστι Χριστός, ἐστὶν ἀπαθὴς καὶ παθητ

 φύσεις μετὰ τὴν ἕνωσιν· μίαν γὰρ ὑπόστασιν σεσαρκωμένην κηρύττομεν. Οὔτ' ἀλλήλας εἰς μίαν οὐσιότητα συγχέομεν· τὴν τῶν φύσεων γὰρ διαφορὰν οὐκ ἀναιροῦ

θεοτόκου Μαρίας ληφθεῖσαν ἀνθρωπίνην οὐσίαν; 6. Εἰ ἔστιν ὁ πατὴρ ἀπαθὴς θεὸς καὶ ἀθάνατος, ὁ δὲ υἱὸς σαρκωθείς, ὅ ἐστι Χριστός, ἐστὶν ἀπαθὴς καὶ παθητός, ἀθάνατος καὶ θνητός, τὸ μὲν ἀπαθὲς καὶ ἀθάνατον ἔχων κατὰ τὴν τῆς θεότητος φύσιν, τὸ δὲ πάθος καὶ τὸν θάνατον ἔχων κατὰ τὴν ἀνθρωπότητος φύσιν, εἷς ὢν καὶ ὁ αὐτός, πῶς μὴ εἴπω τὰς δύο φύσεις ἐν αὐτῷ, τὴν μὲν δεκτικὴν πάθους καὶ θανάτου, τὴν δὲ τούτων ἀνεπίδεκτον; Εἰ δὲ τὸν θάνατον καὶ τὰ πάθη καὶ ὑμεῖς σαρκὶ δέξασθαι αὐτόν φατε, ὀρθῶς μὲν λέγετε· ζητῶ δὲ εἰ ἡ σὰρξ φύσις ἐστὶ τῆς θεότητος αὐτοῦ ἢ ἑτέρα κατ' οὐσίαν· καὶ εἰ μὲν ἡ αὐτὴ τῇ θεότητι, | θεοπάθειαν ἡμῖν δογματίζετε· εἰ δ' ἑτέρα ἐστὶ τῇ φύσει, ἡνωμένη μέντοι τῷ θεῷ λόγῳ ἐνυποστάτως, τί τὰς δύο φύσεις οὐχ ὁμολογεῖτε ἐν τῷ ἑνὶ Χριστῷ; 7. Πᾶσα ὑπόστασις ἐν κοινότητι, ὅ ἐστιν οὐσίᾳ, θεωρεῖται· καὶ εἰ μὲν ἡ ὑπόστασις ἁπλῆ εἴη, καὶ ἡ κοινότης ἁπλῆ· εἰ δὲ σύνθετος ἡ ὑπόστασις εἴη, καὶ ἡ κοινότης σύνθετος ἔσται ἢ ἐν διαφόροις κοινότησιν ἡ σύνθετος ὑπόστασις ἔσται. Οἷον ἁπλῆ ἡ ὑπόστασις τοῦ λόγου, ἁπλῆ καὶ ἡ κοινότης ἣν ἔχει <αὐτὸς καὶ> ὁ πατὴρ καὶ τὸ πνεῦμα· σύνθετος ἡ οὗτινος ἀνθρώπου ὑπόστασις, σύνθετος καὶ ἡ κοινότης ἡ ἐν πᾶσι κοινῶς τοῖς ἀνθρώποις θεωρουμένη. Πᾶς γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητόν. Εἰ δὲ μὴ τὴν σύνθετον κοινότητα βουληθείημεν νοῆσαι, πάντως ὁ δεῖνα ἄνθρωπος ἐν δύο κοινότησιν εὑρεθήσεται, ἡ μὲν ψυχὴ ἐν κοινότητι τῇ πρὸς τὰς ἄλλας ψυχάς, τὸ δὲ σῶμα ἐν κοινότητι τῇ πρὸς τἄλλα σώματα. Ἐπὶ δὲ Χριστοῦ ἡ ὑπόστασις σύνθετος οὖσα οὐ θεωρεῖται ἐν συνθέτῳ κοινότητι. Οὐδεὶς γὰρ ἄλλος Χριστὸς θεὸς καὶ ἄνθρωπος ὑπάρ- χων ταῖς ἀληθείαις σύνθετός ἐστιν, εἰ μὴ ὁ ἐκ παρθένου τῆς θεοτόκου τεχθείς. Εἰ οὖν οὐδεμίαν σύνθετον ἔχει κοινότητα, πάντως ὑπολείπεται ἐν διαφόροις κοινότησι θεωρεῖσθαι, ἐν τῇ τοῦ πατρὸς καὶ ἁγίου πνεύματος κοινότητι, καθ' ἥν ἐστι θεός, καὶ ἐν τῇ πρὸς πάντας ἀνθρώπους κοινότητι, οἷς ὅμοιός ἐστι κατὰ τὸ εἶναι ἄνθρωπος. Κοινότητα δὲ ἐν τοῖς πᾶσι τούτοις φαμὲν τὴν οὐσίαν, ὅ ἐστι φύσιν· αὗται γὰρ κοινῶς πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος | ἐνθεωρουμένοις ὑπάρχουσιν, οὐ τῷ μὲν πλέον, τῷ δὲ ἔλαττον ἐνυπάρχουσαι. 8. Τῆς ἄκρας ἑνώσεως ἴδιόν ἐστι τὸ ἔχειν ταὐτότητα καὶ ἑνότητα καὶ ἑτερότητα, οἷον ἡ καθ' ὑπόστασιν ἕνωσις· αὕτη γάρ, ὡς ἐπὶ ψυχῆς καὶ σώματος, ἑτερότητα οὐσίας καὶ ταὐτότητα ὑποστάσεως ἔχει. Ἑτέρα γὰρ ἡ τῆς ψυχῆς οὐσία καὶ ἑτέρα ἡ τῆς σαρκός, κἂν ἓν ζῷον ἀποτελεσθῇ ὁ ἄνθρωπος. Καὶ οὐκ ἄν τις εἴποι φύσει τὴν μὲν ψυχὴν θνητήν, τὴν δὲ σάρκα νοητήν· καὶ ἀσθενούσης δὲ τῆς σαρκὸς ἐρρῶσθαι τὴν ψυχὴν λέγομεν. Εἷς δὲ ὁ ἑκατέρων συγκείμενος ἄνθρωπος καὶ ἐν τῷ ἑνὶ ὁμοίως ἑκάτερόν ἐστί τε καὶ νοεῖται. 9. Εἰ οὐσία ἐστὶ ἐν τοῖς καθ' ἕκαστον τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀνα-γομένων ἐξ ἴσου πᾶσιν ἐνυπάρχουσα, δίχα δὲ τῶν καθ' ἕκαστον ἀνύπαρκτος οὖσα τυγχάνει, οἱ λέγοντες ἐκ δύο οὐσιῶν, ἆρ' ἔν τισι τῶν καθ' ἕκαστον ἑκάστην ἰδιαζόντως ἐνυπάρχειν; Ἆρ' ἐξ ἀνυπάρκτων ἡ σύνοδος; Εἰ δ' ἔν τισι τῶν καθ' ἕκαστον ἰδια-ζόντως, ἆρ' αἱ δύο φύσεις ἐν δύο θεωρούμεναι προσώποις συνῆλθον, ὅπερ ἐστὶ Νεστορίου καὶ τῶν ψιλὸν λεγόντων εἶναι τὸν Χριστὸν ἄνθρωπον πρὸ τῆς ἑνώσεως; Ἡμεῖς δὲ οὐχ οὕτω φαμὲν ἐν δύο φύσεσι τὸν Χριστόν, ἀλλ' ὅτι ἐνδέχεται δύο καὶ πλείονας φύσεις ἐν ἑνὶ καὶ τῷ αὐτῷ θεωρεῖσθαι προσώπῳ, ὅτ' ἐστὶν αὐτῶν ἡ ἕνωσις ἐνυπόστατος. Εἰ γὰρ ἦσαν διῃρημέναι, πάντως ἑκάστη ἐν ἰδιοϋποστάτῳ νοηθήσεται προσώπῳ. 10. Οὐ μόνον ἐπὶ τῶν ἁπλῶν ὑποστάσεων ἤγουν προσώπων τὸ ἓν λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν συνθέτων. Ποία οὖν ἔσται διαφορὰ ἁπλοῦ τε καὶ συνθέτου, εἰ μὴ τὸ μὲν ἐν μιᾷ οὐσίᾳ, τὸ δὲ ἐν δύο οὐσίαις γνωρίζομεν; Οὔτε τοίνυν διαιροῦμεν ἀπ' ἀλλήλων τὰς