ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ ΠEΡI ΜOΝAΡΧIAΣ.

 ρεῖ τάξιν οὕτως· Eἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεός, Ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακράν, Πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. Θνητοὶ δὲ πολλοὶ κ

 Ἅπαντα τἀπίγεια καὶ μετάρσια Φλέξει μανεῖσ'. Ὅταν δὲ ἐκλίπῃ τὸ πᾶν, Φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, Γῆ δ' ἑδράνων ἔρημος, οὐδ' ἀὴρ ἔτι Πτερωτὰ φ

 Ὃς ἔργοις δικαίοις ἥδεται κοὐκ ἀδίκοις· Πονοῦντα δ' ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, Τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. Θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν,

 Ὁ αὐτὸς καὶ ἐν Ἱππολύτῳ· Ἀλλ' οὐ γὰρ ὀρθῶς ταῦτα κρίνουσιν θεοί. Καὶ ἐν τῷ Ἴωνι· Ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι Μέλει Προσῆκε μ' οὐθέν. Ἀλλὰ χρυσέ

 χορηγίας. Ὁ αὐτὸς ἐν Ἀδελφοῖς· Θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ Ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι. Καὶ ἐν Aὐλητρίσι· Πάντ' ἐστὶ τῷ καλῷ λόγῳ Ἱερόν· ὁ νοῦς

 

ρεῖ τάξιν οὕτως· Eἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεός, Ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακράν, Πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. Θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι Ἱδρυσάμεσθα πημάτων παραψυχάς, Θεῶν ἀγάλματ' ἐκ λίθων ἢ χαλκέων, Ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· Θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις Τεύχοντες, οὕτως εὐσεβεῖν νομίζομεν. Ἀλλὰ καὶ Φιλήμων, τὰ ἀρχαῖα εὐπορήσας φράσαι, κοινωνεῖ τῇ περὶ τῶν ὄντων γνώσει, ὡς γράφει· Θεὸν δὲ ποῖον, εἰπέ μοι, νομιστέον; Τὸν πάνθ' ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον. Μαρτυρήσει δέ μοι καὶ Ὀρφεύς, ὁ παρεισαγαγὼν τοὺς τρια κοσίους ἑξήκοντα θεούς, ἐν τῷ ∆ιαθῆκαι ἐπιγραφομένῳ βι βλίῳ, ὁπότε μετανοῶν ἐπὶ τούτῳ φαίνεται ἐξ ὧν γράφει· Μουσαῖ'! Ἐξερέω γὰρ ἀληθέα· μηδέ σε τὰ πρὶν Ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ. Eἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, Ἰθύνων κραδίης νοερὸν κύτος, εὖ τ' ἐπίβαινε Ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα. Eἷς ἔστ', αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται· Ἐν δ' αὐτοῖς αὐτὸς περιγίνεται, οὐδέ τις αὐτὸν Eἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. Oὗτος δ' ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι δίδωσι Καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα. Oὐδέ τις ἔσθ' ἕτερος χωρὶς μεγάλοιο ἄνακτος. Aὐτὸν δ' οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται. Πᾶσιν γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις, Ἀσθενέες δ' ἰδέειν ∆ία τὸν πάντων μεδέοντα. Oὗτος γὰρ χάλκειον ἐπ' οὐρανὸν ἐστήρικται Χρυσέῳ ἐνὶ θρόνῳ, γαίης δ' ἐπὶ ποσσὶ βέβηκε Χεῖρά τε δεξιτερὴν ἐπὶ τέρματος ὠκεανοῖο Πάντοθεν ἐκτέτακεν· περὶ γὰρ τρέμει οὔρεα μακρὰ Καὶ ποταμοὶ πολιῆς τε βάθος χαροποῖο θαλάσσης. Καὶ ταῦτα οὕτως φράζει, ὡς αὐτόπτης γεγονὼς τοῦ μεγέθους θεοῦ. Κοινωνεῖ δ' αὐτῷ καὶ Πυθαγόρας ἐν οἷς γράφει· Eἴ τις ἐρεῖ Θεός εἰμι πάρεξ ἑνός, οὗτος ὀφείλει Κόσμον ἴσον τούτῳ στήσας εἰπεῖν Ἐμὸς οὗτος· Κοὐχὶ μόνον στήσας εἰπεῖν Ἐμός, ἀλλὰ κατοικεῖν Aὐτὸς ἐν ᾧ πεποίηκε· πεποίηται δ' ὑπὸ τούτου. Καὶ περὶ τοῦδε ὅτι μόνος δυνατός ἐστι καὶ τῶν ἐν τῷ βίῳ συντελουμένων πράξεων καὶ τῆς περὶ τὸ θεῖον ἀγνωσίας κρίσιν ἐνστήσασθαι, οἰκείους μάρτυρας παραστῆσαι ἔχω· καὶ πρῶτόν γε Σοφοκλέα, καὶ περὶ τούτου λέγοντα· Ἔσται γάρ, ἔσται κεῖνος αἰώνων χρόνος, Ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ Χρυσωπὸς αἰθήρ· ἡ δὲ βοσκηθεῖσα φλὸξ