1

 2

 3

 4

 5

 6

 7

 8

6

μηδὲ ἀθυμεῖτε· ἐγὼ γάρ εἰμι ὃν ζητεῖτε, ὁ δοῦλος τοῦ θεοῦ καὶ Ἰησοῦ Χριστοῦ Λογγῖ νος, πρὸς ὃν ἀπεστάλητε.» Οἱ δὲ ἄνδρες ἀκούσαντες ἐταράχθη σαν καὶ ἐγένοντο ἐννεοί, λαλῆσαι μὴ δυνάμενοι. Καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Μὴ ἀθυμεῖτε, ἀδελφοί, ἀλλὰ φάγω μεν καὶ πίωμεν καὶ ἀπέλθωμεν πρὸς τὸν ἀποστείλαντα ὑμᾶς. Ἐγὼ γὰρ πέπρακά μου τὸ σῶμα τῷ Χριστῷ, ἵνα ἀγοράσω τὴν ψυχήν μου παρ' αὐτοῦ.» Οἱ δὲ ταῦτα ἀκούσαντες εἶπαν αὐτῷ μετὰ δακρύων· «Μή, ἀλλ' ἡμεῖς ἀπελθόντες ἀπολογησόμεθα ὑπὲρ σοῦ τῷ πέμψαντι ἡμᾶς· εἰ γὰρ ὄντως σὺ εἶ ὁ Λογγῖνος, ἀποθνῄσκομεν καὶ ἡμεῖς σὺν σοί. Καὶ τοῦτο οὐ πράττομεν εἰς σὲ τοῦ ἀπαγαγεῖν σε πρὸς τὸν πέμψαντα ἡμᾶς.»

22 Ἰδὼν δὲ ὅτι κατηνύγησαν ὑπὸ τοῦ πνεύματος τοῦ θεοῦ, εἶπεν πρὸς αὐτούς· «Εἰ ποιεῖτε ἔλεος μετ' ἐμοῦ, οὕτως ποιή σατε· λάβετε τὴν κεφαλήν μου καὶ ἀπενέγκατε τῷ βασιλεῖ, καὶ ἀμέριμνοι ἔσεσθε πάσας τᾶς ἡμέρας τῆς ζωῆς ὑμῶν.» Οἱ δὲ φοβηθέντες οὐκ ἤθελον ἀνέχεσθαι. Ὁ δὲ ὥρκισεν αὐτοὺς δὶς παρακαλῶν τοῦτο ποιῆσαι. Οἱ δὲ ἐπὶ πολὺ παρακληθέντες τοῦτο ποιῆσαι, εἶπαν πρὸς αὐτόν· «Πρέσβευε οὖν ὑπὲρ ἡμῶν ἐν τῇ στρατιᾷ σου, τοῦ μὴ λογισθῆναι ἡμῖν εἰς ἁμαρτίαν.» Τοῦ δὲ φήσαντος αὐτοῖς τοῦτο ποιῆσαι, ἀπέτεμον αὐτοῦ τὴν κεφα λήν. Ἀποκεφαλίσαντες τοίνυν τὸν ἅγιον Λογγῖνον, ἐκόμισαν τὴν κεφαλὴν τῷ βασιλεῖ· καὶ ἐπαύσατο ὁ θόρυβος τῶν παρανόμων. Ἦν δὲ ἡ κεφαλὴ τοῦ ἁγίου Λογγίνου φυλαττομένη παρὰ τῷ ἐπάρχῳ Λουκίῳ. Οἱ δὲ ἄνδρες τῆς κώμης, ἔνθα ἦν ὁ ἅγιος τοῦ θεοῦ, λαβόντες τὸ σῶμα ἔθηκαν ἐν τῇ κώμῃ ἐκείνῃ.

23 Γυνὴ δέ τις χήρα ὀνόματι Χρηστὴ ὠχλεῖτο ὑπὸ πνεύμα τος ἀγρίου, δεινῶς ἑαυτὴν κατακόπτουσα, οὖσα τῶν εὐγενῶν. Ἐνεθυμεῖτο δὲ τῇ ἐπαύριον πορευθῆναι ἐν τῇ ἀνατολῇ· ἀκού σασα δὲ περὶ τῶν ἰαθέντων παρὰ τοῦ Ἰησοῦ, τῇ νυκτὶ ἐκείνῃ ἐβούλετο πορευθῆναι. Ἐφάνη δὲ αὐτῇ ὁ ἅγιος Λογγῖνος ἐκτὸς τῆς κεφαλῆς αὐτοῦ. <Καὶ> λεγούσῃ «Τίς ἥκει ὧδε;» εἶπεν αὐτῇ ὁ ἅγιος Λογγῖνος· «Θέλεις ἰαθῆναι;» Ἡ δὲ εἶπεν· «Ναί, κύριε, αὐτὸ εὔχομαι.» Εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἅγιος· «Πορεύ θητι εἰς Ἰερουσαλήμ, καὶ κατάμαθε τὴν οἰκίαν Λουκίου τοῦ ἐπάρχου, καὶ ζήτησον τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ διακόμισον αὐτὴν πρὸς τὸ σῶμά μου, καὶ σωθήσῃ· ἐγὼ γάρ εἰμι Λογγῖνος, ὁ νέμων τὰ πρόβατα παρὰ τὴν ὁδόν, καὶ οὐκ ἀναπέπαυμαι ἐν ᾗ ἐτάφην ταφῇ μέχρι τοῦ νῦν· ἀλλὰ τοῦτο ποί ησον καὶ ἰαθήσῃ ἐπ' ὀνόματι Ἰησοῦ Χριστοῦ. Οὐ μόνον δὲ σὺ ἰαθήσῃ, ἀλλὰ καὶ τὸν υἱόν σου στρατεύσω, ὅτι εἰμὶ ἐγὼ ἐκτὸς τῆς κεφαλῆς ὁ λαλῶν σοι.»

24 Ἀκούσασα δὲ ταῦτα ἡ γυνή, διαναστᾶσα καὶ συνταξαμέ νη οἷς εἶχεν φίλοις, ἐπορεύετο ἐπὶ τὴν ὁδὸν καὶ ἐλθοῦσα ἐπὶ τὸ μνημεῖον ἔκραξεν φωνῇ μεγάλῃ, λέγουσα· «Κύριε, ὁ ἐν τῷ τό πῳ τούτῳ, καθὼς σὺ εἴρηκάς μοι ἐν τῇ ὁράσει, πορεύομαι καὶ βοήθησόν μοι.» Καὶ εὐθέως ἐσείσθη ὁ τόπος καὶ φωνὴ ἦλθεν πρὸς αὐτὴν λέγουσα· «Πορεύου, ὁ Χριστός ἐστιν ὁ βοηθῶν σοι.» Ἡ δὲ ἀκούσασα τῆς φωνῆς ταύτης ἐπορεύετο ἐν χαρᾷ ὅλην τὴν ὁδὸν αὐτῆς· ἐλθοῦσα δὲ εἰς Ἰερουσαλήμ, ἐμάνθανεν παρὰ τῶν τῆς πόλεως τὴν οἰκίαν τοῦ ἐπάρχου, τοῦ ἐκζητῆσαι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου. Καὶ ἔδωκεν αὐτὴν ὁ ἔπαρχος τιμῆς ἀργυρίου τὸν ἀριθμὸν διακοσίων δηναρίων. Καὶ λαβοῦσα αὐτήν, ἡ γυνὴ ἦν εὐχομένη καὶ δοξάζουσα τὸν θεὸν τοῦ τελεί ως καταξιωθῆναι τῆς χάριτος τοῦ θεοῦ.

25 Λαβοῦσα δὲ τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου μετὰ τοῦ υἱοῦ αὐτῆς Χρηστίονος, ἡτοιμάζετο τοῦ ἐξελθεῖν τῇ ἑσπέρᾳ. Καὶ ἰδοὺ ἐφάνησαν αὐτῇ τρεῖς ἄγγελοι, ὧν τὴν δόξαν βλέπειν οὐκ ἠδύνατο, καὶ ἐν ταῖς χερσὶν αὐτῶν κηροὶ λευκοί, καὶ προπο ρευόμενοι ὕμνουν τὸν θεὸν δι' ὅλης τῆς νυκτός. Ἡνίκα δὲ ἀνέ βαινεν ὁ ὄρθρος, ἀνεπαύοντο εἰς ὃν ἔφθασαν τόπον τοῦ μεταλα βεῖν τροφῆς. ∆ιὰ δὲ τριῶν ἡμερῶν ἤνεγκεν τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου ἐν τῇ κώμῃ αὐτοῦ, ἀποδημήσασα