1

 2

 3

 4

 5

 6

 7

 8

4

13 Καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἀρχέλαος ὁ υἱὸς Ἡρῴδου τὴν προσωνυμίαν ἔχων τοῦ πατρός. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἐν τῇ ἁγίᾳ πόλει ἀπεκδεχόμενος τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ. Τελευτήσαντος δὲ τοῦ Ἀρχελάου, ἐβασίλευσεν Ἡρῴδης, ὁ ἀδελφὸς Φιλίππου, τῆς Ἰουδαίας καὶ Γαλιλαίας. Καὶ ἐδέχθη Λογγῖνος ἐπὶ τὴν ἰδίαν τάξιν· καὶ ἦν θεωρῶν τὰ μεγαλεῖα τοῦ θεοῦ καὶ τὰ θαύματα τὰ γινόμενα κατὰ πᾶσαν ἡμέραν ὑπὸ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἕως ὅτε ἐν ἔτει πεντεκαι δεκάτῳ τῆς βασιλείας Τιβερίου Καίσαρος βασιλέως Ῥωμαίων καὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου διὰ Ἡρῳδιάδα ἀποτεμόντος τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ, ὃς καὶ αὐτὸς κακιγ κάκως ἀποδώσας τὸ πνεῦμα ἐξέψυξεν. Καὶ βασιλεύει Ἡρῴδης υἱὸς Ἡρῴδου, ἀδελφὸς Ἀρχελάου, ἀντὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου, τῆς Γαλιλαίας· ἐν ἔτει δὲ εἰκοστῷ πέμπτῳ τῆς ἀρχῆς αὐτοῦ, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλίου, ἥτις ἐστὶν εἰκὰς πέμπτη Μαρτίου, ἐν ὑπατείᾳ Ῥούφου καὶ Ῥουβελλίωνος, ἐν τῷ τετάρτῳἔτει τῆς δευτέρας ὀλυμπιάδος, ἐπὶ ἀρχιερέως τῶν Ἰουδαίων Ἰωσίππου καὶ Καϊάφα, τῶν καὶ παραδεδωκότων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πιλάτῳ εἰς τὸ σταυρωθῆναι.

14 Γνοὺς δὲ ὁ Πιλᾶτος ὅτι Γαλιλαῖός ἐστιν καὶ ὑπὸ τὴν ἐ ξουσίαν Ἡρῴδου, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα ἐν Ἱεροσολύμοις. Ὃς καὶ «ἐμπαίξας αὐτῷ» καὶ ἐξουθενήσας «περιέ βαλεν αὐτῷ ἐσθῆτα λαμπρὰ<ν> καὶ ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ». Ὁ δὲ «συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχον τας» διεκρίνετο πρὸς αὐτοὺς ὅτι «ἀνεύθυνον ὄντα τὸν ἄνθρωπον τοῦτον προσηγάγετέ μοι». Οἱ δὲ πάντες αὐτὸν παρέδωκαν εἰς τὸ σταυρωθῆναι, οἳ καὶ ἐσταύρωσαν «τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου», προσηλώσαντες αὐτὸν τῷ ξύλῳ· ἦν γὰρ ὁ Πι λᾶτος παραδεδωκὼς αὐτὸν τοῖς στρατιώταις, ἐπέστησεν δὲ αὐ τοῖς τὸν ἑκατόνταρχον Λογγῖνον, τὸν μετονομασθέντα ἐν τῇ στρατιᾷ Πριμιανόν. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος μετὰ τῶν στρα τιωτῶν φυλάττων τὸν ἐπὶ τοῦ σταυροῦ ἀνελθόντα Χριστόν.

15 «Ἀπὸ δὲ ἕκτης ὥρας ἕως ὥρας ἐνάτης σκότος ἐγένετο ἐν πάσῃ τῇ γῇ.» Παριστάμενος δὲ ὁ ἑκατόνταρχος ὡς περὶ τὴν ἐνάτην ὥραν φυλάττων τὸν σταυρόν, ἐθεάσατο φῶς μέγα περὶ αὐτόν, σκότος δὲ ἦν ἐν πάσῃ τῇ γῇ. Εἶδεν δὲ καὶ ἀγγέλων πλῆθος παρισταμένων τῷ σταυρῷ καὶ σαλευομένην πᾶσαν τὴν γῆν, καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη», καὶ εἶδεν τὸ πρόσωπον τοῦ κυρίου ὡς ἀστραπήν. Καὶ προτοῦ τὸ πνεῦμα ἀποδῷ, ἐνεθυμεῖτο ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ ἅγιος Λογγῖνος λέ γων ὅτι «ἀληθῶς οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ καὶ λυτρωτὴς παντὸς τοῦ κόσμου.» Καὶ ταῦτα ἐνθυμούμενος ἔπεσεν ἐπὶ πρόσ ωπον πρὸς τοὺς πόδας τοῦ κυρίου· ἔκστασις δὲ ἐπῆλθεν τοῖς στρατιώταις καὶ εἰς ὕπνον ἐτράπησαν. Ὁ δὲ ἅγιος Λογγῖνος ἔκραξεν φωνῇ μεγάλῃ, λέγων· «Κύριε, Ἰησοῦ Χριστέ, υἱὲ τοῦ θεοῦ τοῦ ζῶντος, ἐλέησόν με· ἐπίστευσα γὰρ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, ὁ σωτὴρ τοῦ κόσμου.» Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· «Ἄνθρωπε, σήμερον γεγέννησαι καὶ τὸ μνημόσυνόν σου λαλη θήσεται μέχρι τῶν ἐσχάτων ἡμερῶν.»

16 Καὶ ταῦτα ἀκούσας ὁ ἅγιος Λογγῖνος εἶπεν τῷ Ἰησοῦ· «Κύριε, πορεύομαι ἐκ τῆς πόλεως ταύτης διὰ τὴν ἀπειλὴν τῶν μεγιστάνων.» Εἶπεν δὲ αὐτῷ Ἰησοῦς· «Ἐν τῷ μετώπῳ σου ποίησον τὸν τύπον τοῦ σταυροῦ, ὅτι τῷ αἵματί σου σὲ βαπτίσω, καὶ πορεύου.» Μετὰ δὲ τὸ ποιῆσαι τὸν σταυρόν, ἦν ὁ ἑκατόν ταρχος φυλάττων μετὰ τῶν στρατιωτῶν τὸν τίμιον σταυρόν· παριστάμενος δὲ «περὶ τὴν ἐνάτην ὥραν» κράξαντος τοῦ Ἰησοῦ «φωνῇ μεγάλῃ· Ελωι, ελωι, τουτέστιν· θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπας;», «ἀφῆκεν τὸ πνεῦμα». Καὶ ἰδοὺ βρον τὴ μεγάλη ἐγένετο, καὶ ἡ γῆ ἐσείσθη, καὶ ἐσκοτίσθη ὁ ἥλιος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης, καὶ οἱ ἀστέρες τοῦ οὐρα νοῦ ἔφαναν τὸ φέγγος αὐτῶν, καὶ «αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα