1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

121

τὴν ἐπιθυμίαν τῷ κόρῳ, ἀλλὰ τρέφει μᾶλλον διὰ τῆς τῶν ἐπιθυμουμένων μετουσίας τὸν πόθον. διὰ τοῦτο καὶ ὅλον αὐτὸν ἐπιθυμίαν κατονομάζει οἷόν τινι ὁρισμῷ τὸ τοῦ ζητουμένου κάλλος διὰ ταύτης τῆς 6.426 φωνῆς ὑπογράφουσα· Ὅλος γάρ, φησίν, ἐπιθυμία. ὡς μακάρια τὰ μέλη ἐκεῖνα, δι' ὧν τὸ ὅλον ἐπιθυμία γίνεται, διὰ τῆς ἐν παντὶ ἀγαθῷ τελειότητος σύγκρατον ἐκ πάντων τὸ ἐράσμιον ἀπεργαζόμενα κάλλος, ὥστε ὅλον, μὴ ἐν ὀφθαλμῷ μόνον καὶ κέρασιν [ἢ βοστρύχοις] ἀλλὰ καὶ ἐν ποσὶ καὶ ἐν χερσὶ καὶ ἐν κνήμαις καὶ κατὰ τὸν φάρυγγα παραπλησίως ἐπιθυμητὸν εἶναι μηδενὸς ἐν τοῖς μέλεσι κατὰ τὴν ὑπερβολὴν τοῦ κάλλους ἐλαττουμένου. Οὗτος, φησίν, ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἰερουσαλήμ· πάντα γὰρ ὑπ' ὄψιν αὐταῖς ἀγαγοῦσα διὰ τῆς τοῦ λόγου γραφῆς τὰ γνωρίσματα, δι' ὧν ἦν δυνατὸν γενέσθαι τὴν τοῦ ζητουμένου φανέρωσιν, τότε τῷ δεικτικῷ 6.427 κέχρηται λόγῳ, οὗτός ἐστι, λέγουσα, ὁ ζητούμενος, ὃς διὰ τοῦ ἀδελφὸς γενέσθαι ἐξ Ἰούδα ἡμῖν ἀνατείλας πλησίον ἐγένετο τοῦ ἐμπεπτωκότος εἰς τοὺς λῃστὰς ἐλαίῳ καὶ οἴνῳ καὶ ἐπιδέσμοις τὰς πληγὰς ἰασάμενος καὶ ἐπὶ τοῦ ἰδίου ἄρας ὑποζυγίου καὶ τῷ πανδοχείῳ ἐναναπαύσας καὶ τὰ δύο δηνάρια πρὸς τὴν ζωὴν παρασχόμενος καὶ ἐν τῇ ἐπανόδῳ αὐτοῦ τὸ προστεθὲν εἰς τὸ τῆς ἐντολῆς ἔργον ἀποδώσειν ἐπαγγειλάμενος. πάντως δὲ φανερόν ἐστι τούτων ἕκαστον εἰς ὅ τι βλέπει· τῷ γὰρ ἐκπειράζοντι τὸν κύριον νομικῷ βουλομένῳ ὑπὲρ τοὺς ἄλλους ἑαυτὸν δεῖξαι καὶ ἐν ὑπερηφανίᾳ τὸ πρὸς τοὺς λοιποὺς ὁμότιμον διαπτύοντι ἐν τῷ λέγειν· Καὶ τίς ἐστί μου πλησίον; τότε ἐν διηγήματος εἴδει πᾶσαν τὴν φιλάνθρωπον οἰκονομίαν ὁ λόγος ἐκτίθεται, τὴν ἄνωθεν κάθοδον τοῦ ἀνθρώπου διηγησάμενος καὶ τὴν τῶν λῃστῶν ἐνέδραν καὶ τὴν τοῦ ἀφθάρτου ἐνδύματος περιαίρεσιν καὶ τὰ τῆς ἁμαρτίας τραύματα καὶ τὸ εἰς ἥμισυ τῆς φύσεως προχωρῆσαι τὸν θάνατον τῆς ψυχῆς ἀθανάτου διαμεινάσης καὶ τοῦ νόμου τὴν ἀνωφελῆ πάροδον οὔτε ἱερέως οὔτε Λευΐτου τὰς πληγὰς τοῦ παραπεπτωκότος τοῖς λῃσταῖς θεραπεύσαντος· ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας, ἀλλὰ τὸν πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἀπαρχῆς τοῦ φυράματος περιθέμενον, ἐν ᾗ παντὸς 6.428 ἦν ἔθνους τὸ μέρος, Ἰουδαίου τε καὶ Σαμαρείτου καὶ Ἕλληνος καὶ πάντων ἅπαξ ἀνθρώπων, τοῦτον μετὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὑποζύγιον, τῷ τόπῳ τῆς τοῦ ἀνθρώπου κακώσεως ἐπιστάντα καὶ θεραπεῦσαι τὰ τραύματα καὶ ἐπὶ τοῦ ἰδίου αὐτὸν κτήνους ἐπαναπαῦσαι καὶ καταγώγιον ποιῆσαι αὐτῷ τὴν ἰδίαν φιλανθρωπίαν, ᾗ πάντες οἱ κοπιῶντες καὶ πεφορτι σμένοι ἐναναπαύονται. ὁ δὲ ἐν αὐτῷ γενόμενος δέχεται πάντως ἐν ἑαυτῷ τὸν ἐν ᾧ ἐγένετο οὕτως εἰπόντος τοῦ λόγου ὅτι Ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ. δεξάμενος οὖν τῷ ἰδίῳ χωρήματι πανδοχεύει ἐν ἑαυτῷ τὸν ἀχώρητον, παρ' οὗ δέχεται τὰ δύο νομίσματα, ὧν τὸ μέν ἐστιν ἡ ἐξ ὅλης ψυχῆς εἰς τὸν θεὸν ἀγάπη, τὸ δὲ ἕτερον ἡ εἰς τὸν πλησίον ὡς ἑαυτόν, καθὼς καὶ ὁ νομικὸς ἀπεκρίνατο. ἀλλ' ἐπειδὴ Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, χρὴ μὴ μόνον δέξασθαι τὰ δύο ταῦτα νομίσματα (τὴν πίστιν λέγω τὴν εἰς τὸ θεῖον καὶ τὴν ἀγαθὴν πρὸς τοὺς ὁμοφύλους συνείδησιν), 6.429 ἀλλά τι καὶ αὐτὸν συνεισενεγκεῖν διὰ τῶν ἔργων πρὸς τὴν τῶν ἐντολῶν τούτων ἐκπλήρωσιν. διὰ τοῦτό φησιν πρὸς τὸν πανδοχέα ὁ κύριος ὅτι πᾶν τὸ περὶ τὴν θεραπείαν τοῦ κεκακωμένου παρ' αὐτοῦ γενόμενον ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ κατὰ τὴν ἀξίαν τῆς σπουδῆς ἀπολήψεται. ὁ τοίνυν πλησίον ἡμῶν γεγονὼς διὰ τῆς τοιαύτης φιλανθρωπίας, ὁ διὰ τοῦ ἐξ Ἰούδα ἡμῖν ἀνατεῖλαι ἀδελφιδὸς γενόμενος οὗτός ἐστιν, ὃν μηνύει ταῖς νεάνισιν ὁ τῆς νύμφης λόγος, οὗτός ἐστιν ὁ ταῖς θυγατράσιν Ἰερουσαλὴμ παρὰ τῆς ἀχράντου νύμφης δηλούμενος, δι' ὧν φησιν ὅτι Οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἰερουσαλήμ· ὃν καὶ ἡμεῖς διὰ τῶν δηλωθέντων γνωρισμάτων εὕροιμέν τε καὶ καταλάβοιμεν ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν