1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

17

τὸν ἀμπελῶνα τὸν ἐμὸν οὐκ ἐφύλαξα. ἀμπελών ἐστιν ἡ ἀθανασία, ἀμπελὼν ἡ ἀπάθεια καὶ ἡ πρὸς τὸ θεῖον ὁμοίωσις καὶ ἡ παντὸς κακοῦ ἀλλοτρίωσις. τούτου τοῦ ἀμπελῶνος καρπὸς ἡ καθαρότης, ὁ λαμπρὸς οὗτος καὶ ὥριμος βότρυς ὁ ἡλιάζων τῷ εἴδει καὶ καταγλυ καίνων ἐν ἁγνείᾳ τὰ τῆς ψυχῆς αἰσθητήρια, ἕλιξ δὲ τοῦ ἀμπελῶνος ἡ πρὸς τὴν ἀΐδιον ζωὴν περιπλοκή τε καὶ συμ φυΐα, κλήματα δὲ βλυζανόμενα τὰ τῶν ἀρετῶν ἐστιν ὑψώματα τὰ πρὸς τὸ ὕψος τῶν ἀγγέλων ἀναδενδρούμενα, φύλλα δὲ τεθηλότα καὶ τῷ ἠρεμαίῳ πνεύματι γλαφυρῶς τοῖς κλάδοις ἐπισειόμενα ὁ πολυειδὴς τῶν θείων ἀρετῶν ἐστι κόσμος τῶν συναναθαλλόντων τῷ πνεύματι. ταῦτα πάντα κεκτημένη, φησί, καὶ ἐν τῇ ἀπολαύσει τούτων λαμπρυνομένη διὰ τὸ μὴ φυλάξαι τὸν ἀμπελῶνα κατεμελάνθην τῷ πένθει· τῆς γὰρ καθαρότητος ἐκπεσοῦσα τὸ ζοφῶδες εἶδος ἐνεδυσάμην (τοιοῦτος γὰρ τῷ εἴδει ὁ χιτὼν ὁ δερμάτινος), νῦν δὲ διὰ τὴν ἀγαπήσασάν με πάλιν εὐθύτητα καλή τε καὶ φωτοειδὴς γενομένη ὑποπτεύω τὴν εὐκληρίαν, μὴ πάλιν ἀπολέσω τὸ κάλλος ἀγνοίᾳ τοῦ κατὰ τὴν ἀσφάλειαν τρόπου περὶ τὴν φυλακὴν ἀστοχήσασα. 6.61 ∆ιὰ τοῦτο καταλιποῦσα τὸν πρὸς τὰς νεάνιδας λόγον πάλιν δι' εὐχῆς ἀνακαλεῖ τὸν νυμφίον ὄνομα ποιησαμένη τοῦ ποθουμένου τὴν πρὸς αὐτὸν ἐνδιάθετον σχέσιν. τί γάρ φησιν; Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περι βαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου. ποῦ ποιμαίνεις ὁ ποιμὴν ὁ καλὸς ὁ αἴρων ἐπὶ τῶν ὤμων ὅλον τὸ ποίμνιον; ἓν γάρ ἐστι πρόβατον πᾶσα ἡ ἀνθρωπίνη φύσις, ἣν ἐπὶ τῶν ὤμων ἀνέλαβες. δεῖξόν μοι τὸν τόπον τῆς χλόης, γνώρισόν μοι τὸ ὕδωρ τῆς ἀναπαύσεως, ἐξάγαγέ με πρὸς τὴν τρόφιμον πόαν, κάλεσόν με ἐκ τοῦ ὀνόματος, ἵνα ἀκούσω τῆς σῆς φωνῆς, ἐγὼ τὸ σὸν πρόβατον, καὶ δός μοι διὰ τῆς φωνῆς σου τὴν ζωὴν τὴν αἰώνιον. ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου. οὕτω γάρ σε κατονομάζω, ἐπειδὴ τὸ ὄνομά σου ὑπὲρ πᾶν ἐστιν ὄνομα καὶ πάσῃ φύσει λογικῇ ἄφραστόν τε καὶ ἀχώρητον. οὐκοῦν ὄνομά σοί ἐστι γνωριστικὸν τῆς σῆς ἀγαθότητος ἡ τῆς ψυχῆς μου περὶ σὲ σχέσις. πῶς γάρ σε μὴ ἀγαπήσω τὸν οὕτω με ἀγαπήσαντα καὶ ταῦτα μέλαιναν οὖσαν, ὥστε τὴν ψυχήν σου ὑπὲρ τῶν προβάτων θεῖναι, ἃ σὺ ποιμαίνεις; μείζονα ταύτης ἀγάπην οὐκ ἔστιν ἐπινοῆσαι ἢ τὸ τῆς σῆς ψυχῆς τὴν σωτηρίαν τὴν ἐμὴν ἀνταλλάξασθαι. 6.62 δίδαξον οὖν με, φησί, ποῦ ποιμαίνεις, ἵνα εὑροῦσα τὴν σωτήριον νομὴν ἐμφορηθῶ τῆς οὐρανίας τροφῆς, ἧς ὁ μὴ φαγὼν οὐ δύναται εἰς τὴν ζωὴν εἰσελθεῖν, καὶ δραμοῦσα πρὸς σὲ τὴν πηγὴν σπάσω τοῦ θείου πόματος, ὃ σὺ τοῖς διψῶσι πηγάζεις προχέων τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομώσαντος, οὗ ὁ γευσάμενος πηγὴ γίνεται ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. ἐὰν γὰρ ἐν τούτοις με ποιμάνῃς, κοιτάσεις με πάντως ἐν μεσημβρίᾳ, ὅταν ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθεῖσα ἐν τῷ ἀσκίῳ φωτὶ ἀναπαύσωμαι· ἄσκιος γὰρ πανταχόθεν ἡ μεσημβρία τοῦ ἡλίου τῆς κορυφῆς ὑπερλάμποντος, ἐν ᾗ σὺ κοιτάζεις τοὺς ὑπὸ σοῦ ποιμανθέντας, ὅταν τὰ παιδία σου δέξῃ μετὰ σεαυτοῦ εἰς τὴν κοίτην. οὐδεὶς δὲ τῆς ἀναπαύσεως τῆς μεσημβρινῆς ἀξιοῦται μὴ υἱὸς φωτὸς καὶ υἱὸς ἡμέρας γενόμενος. ὁ δὲ κατὰ τὸ ἴσον ἑαυτὸν τοῦ τε ἑσπερινοῦ καὶ τοῦ ὀρθρινοῦ σκότους χωρίσας (τουτέστιν ὅπου ἄρχεται τὸ κακὸν καὶ εἰς ὃ καταλήγει) οὗτος ἐν τῇ μεσημβρίᾳ παρὰ τοῦ ἡλίου τῆς δικαιοσύνης κοιτάζεται. γνώρισον οὖν μοι, φησί, ποῦ χρή με ποιμαίνεσθαι καὶ τίς ἡ ὁδὸς τῆς μεσημβρινῆς ἀναπαύσεως, μήποτέ με τῆς ἀγαθῆς χειραγωγίας ἀποσφαλεῖσαν ταῖς 6.63 ἀλλοτρίαις τῶν σῶν ποιμνίων ἀγέλαις ἡ τῆς ἀληθείας ἄγνοια συναγελάσῃ. ταῦτα εἶπε περὶ τοῦ γενομένου κάλλους αὐτῇ θεόθεν ἀγωνιῶσα καί, ὅπως ἂν εἰς τὸ διηνεκὲς αὐτῇ παραμένοι ἡ εὐμορφία, μαθεῖν ἀξιοῦσα. ἀλλ' οὔπω καταξιοῦται τῆς τοῦ νυμφίου φωνῆς τοῦ θεοῦ περὶ αὐτῆς κρεῖττόν τι προβλεψα μένου, ὡς ἂν εἰς μείζονα πόθον τὴν ἐπιθυμίαν αὐτῆς ἀνα φλέξειεν ἡ ἀναβολὴ τῆς ἀπολαύσεως, ὥστε συναυξηθῆναι τῷ πόθῳ τὴν εὐφροσύνην. Ἀλλ' οἱ φίλοι τοῦ