1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

οὗτος ἐν τῷ Πνεύματι εἰς τὸ ἱερὸν, καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὑτοῦ, καὶ εὐλόγησεν τὸν Θεὸν καὶ εἶπεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσπο τα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριον, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ὦ μακάριε ἀληθῶς καὶ τρισμακάριε πρεσβύτα! Ὡς μακαρία σου ἐκείνη ἡ ὄντως ἱερὰ εἰς τὸ ἱερὸν εἴσ οδος, δι' ἧς πρὸς τὴν τοῦ βίου ἔξοδον ἔδραμες! Ὡς μακάριά σου τὰ ὄμματα τῆς ψυχῆς ὁμοῦ καὶ σώμα τος! Τὰ μὲν τῆς ὁρατῆς θεοφανείας ἐν ἀντιλήψει γενόμενα· τὰ δὲ μὴ πρὸς τὸ ὁρώμενον ἀπιδόντα μόνον, ἀλλ' αὐτῷ τῷ τοῦ Πνεύματος κατηυγασμένα φωτὶ, καὶ τὸν ἐν τῷ σώματι Θεὸν Λόγον γνωρίσαντα, τὰ τὸ θεῖον εἰδότα σωτήριον, τὸ κατὰ πρόσωπον πάν των τῶν λαῶν ἡτοιμασμένον. Ὡς μακάριαί σου αἱ χεῖρες αἱ τὸν Λόγον τῆς ζωῆς ψηλαφήσασαι! Ὡς μακαρία σου ἡ γλῶττα ἡ τὴν ἀποκάλυψιν τοῦ ζωτικοῦ φωτὸς εὐαγγελισαμένη! Καὶ τί ἄν σοι καθ' ἕκαστον τῶν μελῶν ἰδικῶς ἁρμόζειν ἐπείγομαι ἔπαινον, ἤδη σε ὅλον ἐπαινετὸν καὶ μακάριον, καὶ τῷ ἁγίῳ Πνεύ ματι κάτοχον τοῦ εὐαγγελιστοῦ προδιδάξαντος; Ἀλλὰ δεῦρο, ὦ μακάριε Πάτερ, τῇ ἐν σοὶ ὑπηχήσει τοῦ Πνεύματος δίδαξον ὡς τέκνα τῆς Ἐκκλησίας τὰ θρέμματα τὸν ἀποκεκρυμμένον θησαυρὸν, καθάπερ ἐν ὀστρακίνοις σκεύεσι τοῖς ὀλίγοις σου ῥήμασιν· ἐπείπερ πρὸς ὑμᾶς τε καὶ τοὺς καθ' ὑμᾶς τῇ πολιᾷ τῆς ἄνω φρονήσεως κεκοσμημένους καὶ πρεσβυτέρους ὄντως ὑπάρχοντας, καὶ τῆς Ἐκκλησίας Πατέρας χρηματίζοντας, ὁ θεῖος ἡμᾶς ὁδηγεῖ λόγος μαθητευσομένους τὰ σωτηριώδη διδάγματα, Ἐπερώτησον, λέγων, τὸν πατέρα σου· καὶ ἀναγγελεῖ σοι τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.

46.1173 Ἡ τὴν ἐκείνου τοιγαροῦν γλῶτταν κινήσασα τότε πρὸς θεολογίαν τοῦ Πνεύματος δύναμις, καὶ ἡμῖν διδότω λόγον νῦν ἐν ἀνοίξει τοῦ στόματος. Νῦν ἀπο λύεις, φησὶ, τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ. Ἐξότε γὰρ Χριστὸς ἐνηνθρώπησε, καὶ τὴν πολεμοποιὸν ἁμαρτίαν ἐξηφάνισεν, καὶ τῷ Πατρὶ ἡμᾶς κατήλλαξεν, ἐν εἰρήνῃ ἡ τῶν ἁγίων μετάστασις γίνεται. Τοῦτο γὰρ προφητικῶς καὶ ὁ μέγας ∆αβὶδ προενδεικνύμενος ἔλεγεν· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· τὸ μὴ παρὸν, ἀλλὰ μέλλον κατὰ τὴν τοῦ Χριστοῦ παρουσίαν αἰνιττόμενος. Καὶ ὡς μονοτρόπως τῆς τοιαύτης ἐλπί δος (τῆς εἰρηναίας φημὶ ἐν Χριστῷ κοιμήσεως), τοῖς ἁγίοις εἰσοικισθείσης διὰ τοῦ Πνεύματος, φησίν· Ὅτι σὺ, Κύριε, καταμόνας ἐπ' ἐλπίδι κατῴκισάς με. Ὁ δὲ μακάριος πρεσβύτης Συμεὼν, ἤδη παρόντα τὸν καιρὸν θεασάμενος, φησὶ, Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· τὸ ἐνεστηκὸς τῆς θείας δεικνύων ἐπαγγελίας. Ὅτι εἶδον, φησὶν, οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· τουτέστι τὴν διὰ Χριστοῦ γενομένην παντὶ τῷ κόσμῳ σωτηρίαν, καὶ οὐ μόνῳ τῷ Ἰσραήλ. Πῶς οὖν ἀνωτέρω μεμαρτύρηται τὴν τοῦ Ἰσραὴλ προσδέχεσθαι παράκλησιν, νῦν δὲ ὤφθη τὸ τοῦ Θεοῦ σωτήριον ἐνώπιον πάντων τῶν λαῶν ἀναφθεγγόμενος; Ἐπειδὴ τότε τὴν τοῦ Ἰσραὴλ ἔσεσθαι παράκλησιν ἔγνω τῷ Πνεύματι, ὅτε καὶ πᾶσι τοῖς λαοῖς ἡτοίμασται τὸ σωτήριον. Ὅρα δὲ τὸ ἀκριβὲς τῆς θείας ἐμπνεύσεως. Φῶς γὰρ, φησὶν, εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ· ὁμόλογα τῷ μεγάλῳ Παύλῳ ἐν τῇ τοῦ Ἰσραὴλ ὑπαριθμήσει φθεγγόμενος. Ὅτε γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται. Οὐκοῦν καὶ αὐτὸς προτάξας τὴν κλῆσιν τῶν ἐθνῶν, τελευταῖον κατὰ τὴν προφητείαν τὴν τοῦ παντὸς Ἰσραὴλ ἐταμιεύσατο ἐπιστροφήν· κἂν ὅτι ἤδη τὸ κατάλειμμα σέσωσται διὰ τῶν ἤδη ἐξ Ἰουδαίων προσδραμόντων τῇ χάριτι. Θέα δέ μοι καὶ τὸ τῶν ὑψηλῶν νοημάτων κυριόλεκτον. Φῶς γὰρ εἰς ἀποκάλυψιν ἐθνῶν εἰρηκὼς, τὴν τοῦ θείου σωτηρίου ἀποκάλυψιν νοεῖν ἡμῖν δίδωσιν, ὡς ἐν σκότῳ παντελεῖ καὶ τελείᾳ ζοφώσει μηδένα αὐγασμὸν θεογνωσίας ἔχοντα. Πρὸ γὰρ τῆς