1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

προσενηνέχθαι γινώσκομεν ἀντὶ τῆς καθαγιασθείσης αὐτῷ διὰ πίστεως ἀνθρωπότητος· καὶ το σούτῳ μᾶλλον, ὅσῳπερ οὐδὲ ὑπερτεροῦσαν καὶ ὑπερ πλεονάζουσαν παρὰ τὸν ἑαυτὸν δεδωκότα λύτρον ἀντὶ πολλῶν ὅλην ὁρῶμεν τὴν ἀνθρωπότητα, κατὰ τὸν τῆς ἁγιότητος λόγον (καθάπερ ἐν τῇ σκιᾷ τοῦ νόμου ἐν πλεονασμῷ παρὰ τοὺς Λευΐτας τὰ πρωτότοκα εὕρηνται), ἀλλὰ κατόπιν αὐτοῦ παμπληθὲς ἀπειλειμμένην, καθόσον χωρὶς πάσης ἀντιλογίας τὸ εὐλογούμενον ἔλαττον τοῦ εὐλογοῦντος καθέστηκε. Καὶ τότε μὲν εἰς μόνον τοῦ Ἰσραὴλ τὸ ἔθνος τὸ τῆς Λευϊτικῆς ἱερωσύνης ἀξίωμα ἐχρημάτιζε, καὶ μόνον τῶν παρ' αὐτοῖς πρωτοτόκων λύτρα εἶναι οἱ Λευῗται μεμαρτύρηνται· Χριστὸς δὲ ὁ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, ὡς ὁ πάνσοφος Παῦλός φησιν, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, καθὼς τὸ θεῖον προεχρησμῴδησε λόγιον, τῇ μὲν μεταθέσει τῆς ἱερωσύνης τῷ ἐξ ἑτέρας αὐτὸν εἶναι φυλῆς (πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς) καὶ τὴν τοῦ νόμου μετάθεσιν ἀπειργάσατο, ἀπὸ τῆς κατὰ νόμον σκιᾶς ἐπὶ τὸ τῆς βασιλείας τῶν οὐ ρανῶν μεταθέμενος ἡμᾶς Εὐαγγέλιον, καθάπερ ἀπὸ τῆς Λευϊτικῆς ἐπὶ τὴν βασιλικὴν φυλὴν τὸ τῆς ἱερω σύνης ἀξίωμα· τῇ δὲ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀφομοιώσει οὐχ ὑπὲρ μόνου τοῦ Ἰσραὴλ, ἀλλ' ὑπὲρ πάντων τῶν ἐθνῶν λύτρον ἑαυτὸν τῷ Πατρὶ προσηγάγετο, καὶ τῆς πάντων ἀνθρώπων ὁμολογίας ἀρχιερεὺς καθέστηκεν, ἐπεὶ καὶ ὁ Μελχισεδὲκ ἐκ τῆς ἐθνικῆς μοίρας εἶναι γνωρίζεται, καὶ ἐκ τοῦ Ἀβραὰμ γένους εὑρίσκεται. Ἡ δὲ κατὰ νόμον τῶν πέντε διδραχμά 46.1168 των ὑπὲρ ἑκάστου τῶν πρωτοτόκων συντίμησις ἐμ φαίνειν οἶδεν αἰνιγματωδῶς, ὡς χρὴ ἕκαστον ἡμῶν πᾶσαν αἴσθησιν ἁγιάζειν Θεῷ, καὶ τὰ ἐν τούτοις, καθαρὸν καὶ ἡδονῆς πάσης ἀτόπου ἀλλότριον προσ άγειν τῷ κτίσαντι καθάπερ τι λύτρον εὐαγές τε καὶ ἔννομον. Ταύτης ἡμεῖς σήμερον τῆς ἱερᾶς τελετῆς τὴν ἀνάμνησιν ἑορτάζομεν, αὕτη ἡμῖν ἡ πνευματικὴ τοῦ μυστηρίου ἀνάπτυξις τὴν παροῦσαν συνεκρότησεν ἁγίαν πανήγυριν· καθ' ἣν νομικῶς μὲν προσήγετο ὁ Σωτὴρ κατὰ τὸ φαινόμενον, νοητῶς δὲ καὶ πνευματικῶς τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος τῷ Πατρὶ προσαγαγὼν, ὅλον αὐτὸ ἱερὸν ἀπεδείκνυε, καὶ πρὸς θείαν προσαγωγὴν ἐπιτήδειον. Τοῦτο γὰρ πάλαι ὁ νόμος ὤδινε, καὶ πρὸς τοῦτο ἑώρα ἥ τε περὶ τῶν πρωτοτόκων νομοθεσία καὶ τῆς τῶν Λευϊτῶν ἀντιδόσεως καὶ τῆς τῶν διδραχμάτων συντιμήσεως. Οὕτως ἡμᾶς διεβίβασε διὰ τῆς θαλάττης τῶν ἁγίων Γραφῶν ἡ χάρις τοῦ Πνεύματος. Ἀλλ' εἴδωμεν καὶ τὴν τῶν ἐναντίων σύγκλεισίν τε καὶ ἀπόδειξιν. Ἤδη μὲν οὖν ἀνωτέρω κατάδηλος ἡμῖν ἡ περὶ τῶν Λευϊτῶν τε καὶ πρωτοτόκων πᾶσα νομοθεσία γεγένηται, ἀλλὰ κα θὼς ὁ μέγας Μωϋσῆς παραθαρσύνων τὸν λαὸν μηκέτι ὄψεσθαι τοὺς Αἰγυπτίους διεβεβαιώσατο· οὕτω κἀγὼ νῦν προάγομαι τὸν τοῦ Θεοῦ περιούσιον λαὸν εὐαγγελίζεσθαι, ὡς οὐκέτι τῆς σκιώδους λατρείας τὸ σωματικὸν στρατόπεδον θεασόμεθα. Ποῦ γὰρ μετὰ τὴν φανέρωσιν τοῦ μεγάλου Ἀρχιερέως ἡ τῶν Λευϊτῶν ἱερουργία; Ποῦ μετὰ τὸ τοῦ κόσμου καθάρσιον λύτρον ἡ τῶν πρωτοτόκων συντίμησις; Ποῦ ἡ λοιπὴ τῆς νομικῆς τελετῆς ἀκρίβεια; Οὐχ ὁρᾷς ὅτι ἕως ὅτε ἡ νὺξ τῆς ἀγνοίας κατεῖχε τὰ σύμπαντα, ἀστέρων δίκην ἀμυδράν τινα καὶ σύμμετρον αὐγὴν ἡ κατὰ νόμον παρεῖχε λατρεία· ὅτε δὲ ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, καὶ ἡ ἐξ ὕψους ἀνατολὴ ἐπέφανε, καὶ τῆς σωτηρίας ἡμέρα ἐπέλαμψεν, ἀφανὴς ἡ τῶν νομικῶν διατάξεων δᾳδουχία ἐγένετο, τῷ ὑπερλάμποντι φωτὶ νικωμένη τῆς χάριτος; Οὐκ ἠδάφισται, καθάπερ οἱ τριστάται καὶ τὰ ἅρματα, ὁ περιώνυμος ἐκεῖνος ναὸς, καὶ πᾶσα ἡ τῶν ἀρχιερέων ἐπ' αὐτῷ μεγαλοφροσύνη καὶ ἔπαρσις; Οὐ πᾶσα κατεκλύσθη αὐτῶν καὶ συνεχέθη ἡ νομικὴ εὐταξία; Οὐκ ἄρδην ἀπόλωλε τῶν παρὰ Ἰουδαίοις ἐθῶν ἡ ἀκρίβεια; Ποῦ γὰρ τὰς θυσίας τὰς ὑπὲρ τῶν ἀρτιτόκων γυναικῶν προσαγάγοιεν, τοῦ ἐκλελεγμένου τόπου διαπεπτωκότος, καὶ σαφῶς διορισθέντος, μὴ ἐξεῖναι ἑτέρωθί που παρ' αὐτῶν τὰς θυσίας προσάγεσθαι; Ποῦ ἡ ἱερατικὴ στολή τε