1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

39

∆ῆρις, πόντος, ἄρουρα, μόγος, ληΐστορες ἄνδρες, Κτῆσις, δασμογράφοι, πράκτορες, εὐρυβόαι, Ῥητῆρες, βίβλοι τε, δικασπόλοι, ἀρχὸς ἀλιτρὸς, Πάντα τάδ' ἐστὶ βίου παίγνια λευγαλέου. ∆έρκεο καὶ ὅσα τερπνά· κόρος, βάρος, ᾆσμα, γέλωτες, Τύμβος ἀεὶ πλήρης μυδαλέων νεκύων, 771 Ἕδνα, γάμος, γάμος ἄλλος, ἐπὴν ὁ πρόσθεν ὄληται, Μοιχοὶ, μοιχολέται, παῖδες ὕποπτον ἄχος, Κάλλος φίλτρον ἄπιστον, ἀτάρβητον κακὸν αἶσχος, Φροντίδες εὐτεκνίης, ἄλγεα δυστεκνίης, Πλοῦτος καὶ πενίη δισσὸν κακὸν, ὕβρις, ἀνίη, Σφαῖρα νέων παλάμαις ἀνταποπεμπομένη. Ταῦτ' οὖν εἰσορόων, φρένα δάπτομαι, εἴ τις ἄριστον Οἴεται, ᾧ τὸ κακὸν πλεῖον ἀρειοτέρου. Οὐ δακρύεις ἀΐων ὁπόσ' ἄλγεα καὶ προτέροισιν; Οὐκ οἶδ' εἰ δακρύσεις, ἢ γελάσεις ἀΐων. Ἄμφω καὶ πινυτοῖσιν ἐφήρμοσε ταῦτα πάροιθεν 772 Τῷ μὲν κλαυθμὸς ἔην κἀνθάδε, τῷ δὲ γέλως, Ὡς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες, ∆ῄουν ἀλλήλους εἵνεκα πορνιδίου. Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι, Ἀμφὶ συὸς κεφαλῇ, θριξί τε χοιριδίαις. Αἰακίδαι μέγ' ἄεισμα, θάνον γε μὲν, ὃς μὲν ἐπ' ἐχθροῖς Μαινομένῃ παλάμῃ, αὐτὰρ ὁ μαχλοσύνῃ. Ἀμφιτρυωνιάδαο μέγα κλέος· ἀλλὰ δαμάσθη Εἵματι σαρκοφάγῳ κεῖνος ὁ παντολέτης. Κῦροί τε Κροῖσοί τε κακὸν μόρον οὐχ ὑπάλυξαν, Οὐδὲ μὲν ἡμέτεροι χθιζὸν ἄνακτες ὅσοι. 773 Καί σε, δρακοντιάδη, μένος ἄσχετε, ὤλεσεν οἶνος, Ἡνίκ', Ἀλέξανδρε, γαῖαν ἐπῆλθες ὅλην. Τί πλέον ἐν φθιμένοισιν; ἴη κόνις, ὀστέα μοῦνα, Ἥρως Ἀτρείδης, Ἴρος ἀλητοβόρος. Κωνσταντῖνος ἄναξ, θεράπων ἐμός· ὅστις ἄνολβος, Ὅστις ἐρικτήμων· ἓν πλέον ἐστὶ τάφος. Καὶ τὰ μὲν ἐνθάδε, τοῖα· τὰ δ' ἄλλοθι, τίς κεν ἐνίσποι· Ὁππόσα τοῖς ἀδίκοις ὕστατον ἦμαρ ἄγει, Πῦρ βρομέον, σκότος αἰνὸν, ἀπόπροθι φωτὸς ἐοῦσι Σκώληξ, ἡμετέρης μνῆσις ἀεὶ κακίης. Λώϊον, εἰ βιότοιο πύλας, κακὲ, μὴ σὺ πέρησας, Εἰ δ' ἐπέρησας, ἅλος, θήρεσιν ἶσα, λύθης, Ἢ ὅτε κἀνθάδ' ἔχεις τόσσ' ἄλγεα, καὶ μετόπισθεν Ποινὴ χειροτέρη τῶν ὅσα ἐνθάδ' ἔχεις. Ποῦ μοι πρωτογόνοιο μέγα κλέος; ὤλετ' ἐδωδῇ. 774 Ποῦ Σολομὼν πινυτός; ἀλλὰ γυναιξὶ δάμη. Ποῦ δὲ δυωδεκάδος συναρίθμιος ἦν, ὅτ' Ἰούδας, Κέρδεος ἀντ' ὀλίγου ἀμφεχύθη σκοτίην. Χριστὲ ἄναξ, λίτομαί σε, κακῶν ἄκος αὐτίκ' ὀπάζοις, Ἔνθεν ἀναστήσας σῷ θεράποντι, μάκαρ. Ἓν μόνον ἀνθρώποισι καλὸν καὶ ἔμπεδόν ἐστιν, Ἐλπίδες οὐράνιαι, ταῖς ὀλίγον τι πνέω. Τῶν δ' ἄλλων ἀγαθῶν πουλὺς κόρος. Ὅσσ' ἐπὶ γαίης Σύρετ', ἐφημερίοις πάντα λιπεῖν ποθέω· Πάτρην, ἀλλοδαπήν τε, θρόνους, καὶ ἀπόθρονον εὖχος, Ἐγγύθεν, ἀλλοτρίους, εὐσεβέας, κακίους, Ἀμφαδίους, λοχόωντας, ἀβάσκανον ὄμμα φέροντας, Αὐτοφόνῳ κακίῃ ἔνδοθι τηκομένους. Ἄλλοις τερπνὰ βίοιο· ἐγὼ δὲ πρόφρων ὑπαλύξω. Οἴμοι τοῦδε βίου πήμασι μακροτέρου! 775 Μέχρι τίνος κόπροισι παρέξομαι; ὡς ἅπαν ἐσθλὸν Ζωῆς ἡμετέρης, δίστομός ἐστι χάρις, ∆έξασθαι, ῥίψαι τε μετρούμενον ἦμαρ ἐπ' ἦμαρ. Βαιὸν λαιμὸς ἔχει, τἄλλα δὲ πάντ' ἀμάρη. Χεῖμα πάλιν, θέρος αὖθις, ἀμοιβαδὸν εἶαρ ὀπώρη, Ἤματα καὶ νύκτες, φάσματα δισσὰ βίου. Οὐρανὸς, αἶα, θάλασσα, νεώτερον οὐδὲν ἔμοιγε, Οὔθ' ὅσα πηκτὰ πέλει, οὔθ' ἃ περιτρέπεται· Τῶν κόρος. Ἄλλον ἔμοιγε βίον καὶ κόσμον ὀπάζοις· Τῷ μογέων, πρόφρων πήματα πάντα φέρω. Αἲ θάνον, εὖτέ με μητρὸς ἐνὶ σπλάγχνοισιν ἔδησας, Εὐθὺς ἐμοὶ σκοτίη δάκρυον ἀρχομένῳ! Τίς βίος; ἐκ τύμβοιο θορὼν, ἐπὶ τύμβον ὁδεύω· 776 Ἐκ δὲ τάφοιο, πυρὶ θάψομ' ἀπηλεγέως. Αὐτὸ δ' ὅσον πνείω, ποταμοῦ ῥόος ὦκα θέοντος, Αἰὲν ἀπερχομένου, ἐρχομένου τ' ὄπιθεν, Ἑσταὸς οὐδὲν ἔχοντος· ὅλον κόνις, ὄμματ' ἐμεῖο Βαλλουσ', ὥς κε Θεοῦ τῆλε πέσω φαέων, Τοίχους δ' ἀμφαφόων, καὶ ἀλώμενος ἔνθα καὶ ἔνθα. Ζωῆς τῆς μεγάλης ἐκτὸς ἔχοιμι πόδα. Τολμήσω τινὰ μῦθον ἐτήτυμον, ὥς ῥα Θεοῖο Παίγνιόν ἐστι βροτὸς, τῶν ἓν, ὅσα πτολίων. Ἄλλο πρόσωπον ὕπερθεν, ὃ χεὶρ κάμεν· ἢν δ' ἄρ' ἀερθῇ, Ἅζομαι, ἐξαπίνης ἐξεφάνην ἕτερος. Τοῖος ἅπας μερόπων δειλῶν βίος, οἷσι μέμηλεν Ἐλπὶς ὀνειραίη. Ταῦτ' ἔχετ' εἰς ὀλίγον. 777 Αὐτὰρ ἐγὼ Χριστοῖο δεδραγμένος, οὔ ποτε λήξω, ∆εσμῶν τοῦδε βίου λυόμενος χθονίου. Καὶ γὰρ διπλόος