1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

25

περ τίοντος, ἐπεὶ καὶ σεῖο μενοινῆς, Οὔτε σέο φρενὸς οἶον, ἐπεὶ καὶ κρείσσονος ἀλκῆς, 675 Ὡς οὐδ' ὄψις ἔμοιγε μόνη θηήσατο λευστὰ, Καὶ μάλα δερκομένη περ, ἑκὰς μεγάλου Φαέθοντος· Αὐτὸς δ' ὄμματ' ἔλαμψε, καὶ ὄμμασιν αὐτὸς ἐφάνθη. ∆οιαὶ μὲν μεγάλοιο Θεοῦ πρὸς κρείσσονα μοῖραι, Πρώτη θ' ὑστατίη τε, ἴη δέ τε καὶ παρ' ἐμοῖο. Κεῖνος δεκτὸν ἔθηκε καλοῦ, καὶ κάρτος ὀπάζει. Αὐτὸς δ' ἐν μεσάτῳ σταδιηδρόμος οὐ μάλ' ἐλαφρὸς Ἔρχομαι, οὐκ ἀγέραστος, ἐν ἅλμασι κῶλα τιταίνων Χριστὸν ἔχων πνοιὴν, Χριστὸν σθένος, ὄλβον ἀγητὸν, Ὅς με καὶ ὠπήεντα καὶ εὐδρομέοντα τίθησι. Κείνου δ' ἐκτὸς, ἅπαντες ἐτώσια παίγνια θνητοὶ, Καὶ νέκυες ζώοντες, ὀδωδότες ἀμπλακίῃσιν. 676 Οὐδὲ γὰρ ἠέρος ἐκτὸς ἴδες πωτώμενον ὄρνιν, Οὐδὲ μὲν ὕδατος ἐκτὸς ἁλίδρομος ἔπτατο δελφίς. Ὣς οὐδὲ Χριστοῖο δίχα βροτὸς ἴχνος ἀείρει. Τῷ μή μοι λίην μεγαλίζεο, μηδ' ἐπὶ σεῖο Κάρτος ἔχειν πραπίδεσσι, καὶ εἰ μάλα πάνσοφος εἴης. Μηδέ τιν' εἰσορέων χθαμαλώτερον ὑψόσ' ἀερθῇς, Ὡς πάντων κρατέων, καὶ τέρματος ἆσσον ἐλαύνων. Τέρματος ἐντὸς ἔμεινεν, ὃς οὐκ ἴδε τέρμα πορείης. Λίην μὴ τρομέειν, λίην δέ τε μὴ βλεμεαίνειν. Εἰς γῆν ὕψος ἔθηκεν, ἐς οὐρανὸν ἐλπὶς ἄειρε, Καί ῥ' ὑπεροπλίῃσι Θεὸς κοτέει μεγάλῃσι. Μάρπτε τὸ μὲν χείρεσσι, τὸ δ' ἔλπεο, τῷ δ' ὑπόεικε· 677 Καὶ τὸ σαοφροσύνης, μέτρ' ἴδμεναι ἧς βιοτῆτος. Ἶσόν τι κακόν ἐστιν ἀπ' ἐλπίδος ἐσθλὰ τίθεσθαι, Καὶ μέγα θάρσος ἔχειν, ὡς εὐπετὲς ἔμμεν' ἄριστον. Ἀμφοτέρως κεν ὁδοῖο κακὴν στάσιν ἐν φρεσὶ θείης. Αἰεί σοι τὸ βέλεμνον ἐπίσκοπον ἐν χερὶ κείσθω· Μηδὲν ὑπερπέμπειν Χριστοῦ μεγάλοιο ἐφετμῆς, Μηδὲ μὲν ἐντὸς ἄγειν· ἀβλὴς σκοπὸς ἀμφοτέρωθεν. Πολλάκι καὶ τὸ περισσὸν ἀχρήϊον, εὖτε νέοιο Κύδεος ἱμείροντες, ὑπέρτονα τοξεύοιμεν. Ἢν μεγαλοφρονέῃς, μνήσω σ' ὅθεν ἐς βίον ἦλθες, Τίς μὲν ἔης τοπάροιθε, τίς ἐν σπλάγχνοισιν ἐκεύθου, Τίς δ' ἄρ' ἔσῃ μετέπειτα, κόνις, καὶ σητὸς ἐδωδὴ, Μηδὲν ἀκιδνοτάτοιο φέρων πλέον ἐν νεκύεσσιν. 678 Ἢν χθαμαλοφρονέῃς, πλάσμα Χριστοῖο τέτυξαι, Καὶ πνοὴ, μοίρη τε σεβάσμιος, ἔνθεν ἐπήχθης, Οὐράνιος, χθόνιος, τυκτὸς Θεὸς, ἔργον ἄληστον, Τοῖς Χριστοῦ παθέεσσιν ἐς ἄφθιτον εὖχος ὁδεύων. Τοὔνεκα μὴ σάρκεσσι χαρίζεο, μὴ τὰ περισσὰ Τοῦδε βίου φιλέειν, νηὸν δέ τε λῴονα τεύχειν. Νηὸς γὰρ μεγάλοιο Θεοῦ βροτὸς, ὅνπερ ἔτευξε Κινύμενος γαίηθεν, ἐς οὐρανὸν αἰὲν ὁδεύων. Τόν περ ἐγὼ κέλομαί σε θυώδεα πᾶσι φυλάσσειν Ἔργμασιν ἠδὲ λόγοισιν, ἀεὶ Θεὸν ἐντὸς ἔχοντα, Αἰὲν ἄριστον ἐόντα, ἐτήτυμον, οὐ δοκέοντα. Μὴ ναῦν μιλτοπάρῃον, ἐΰχροον, ἢ παρασήμοις Κάλλεσιν ἀστράπτουσαν ἄγειν ἐπὶ νῶτα θαλάσσης· 679 Ἀλλ' ἐσθλὴν γόμφοισιν, ἐΰπλοον, εὖ ἀραρυῖαν Χείρεσι ναυπηγοῖο, δι' οἴδματος ὦκα φέρουσαν. Πᾶς μὲν ἴοι προπάροιθε, Θεοῦ δέ τε πάντες ἔχοισθε, Ὃς σοφὸς, ὃς σθεναρὸς, ὃς πλούσιος, ὅς τ' ἐπιδευὴς, Ἕρματος ἀψεύστοιο. Πρυμνήσια κεῖθεν ἀνήφθω Πᾶσιν, ἐμοὶ δὲ μάλιστα, ὃς ἕζομαι ὑψιθόωκος, Λαὸν ἄγων θυέεσσι πρὸς οὐρανὸν, ᾧ τόσον ἄχθος Χριστὸν ἀτιμάζοντι μελαινομέναις πραπίδεσσιν, 680 Ὁσσάτιον κλέος ἐσθλὸν ἐπὴν θεότητι πελάζω. Καὶ γὰρ δὴ μέτροισι Θεοῦ καὶ μέτρα βίοιο Ἕσπεται, ὡς δὲ μέτροισι βίου καὶ μέτρα Θεοῖο. Ὧδ' ἄν μοι φρονέων, βίον ἔμπεδον ἐνθάδ' ἐλαύνοις Ἐνθάδε καὶ μετέπειτα Θεοῦ σὺν ἀρείονι πομπῇ, Λυθέντος σκιόεντος ἐν ἤματι τοῦδε βίοιο.

Ιʹ. Περὶ ἀρετῆς. Πολλῶν ἀκούω, καὶ λέγοιμι μὴ μάτην, 681 Ἀλλ' ἔργον ἐστὶ

τοῦ λόγου τὸ δεξιόν. Εἴτ' οὖν τινές σε τῶν φίλων Θεοῦ νέον, Οἷς πάντα τηρεῖν ἐμμελὲς τὰ τῶν νέων, ∆ιδόντα χρηστὰ τοῦ βίου γνωρίσματα (Καὶ γὰρ λέοντ' ὄνυξι δηλοῦσθαι λόγος), Ἔδωκαν ἀλλήλοις τὸ θαῦμ' ὑφ' ἡδονῆς, Εἴθ' ἡ καλῶς τὰ πάντα μηχανωμένη Πρόνοια καὶ σοὶ βουλομένη τὰ δεξιὰ, Ὁδὸν δίδωσι τὸν λόγον τοῖς πράγμασιν, Ὡς ἂν προληφθεὶς τῷ νομίζεσθαι καλὸς, Οἶόν τιν' ἀῤῥαβῶνα τὴν φήμην ἔχῃς Τῆς εὐσεβείας, ἐκ Θεοῦ καλούμενος. Εἰκαζέτω μὲν τοῦτο ὅστις βούλεται, 682 Ὃ δ' οὖν ἀκούω, τοῦτο ἔρχομαι φράσων, Ὅτι μέγα πρὸς ὕψος ἡ ψυχὴ βλέπει, Καὶ τὴν