Ad Tatianum de anima per capita disputatio

 Εἰ οὐσία ἐστὶν ἡ ψυχή. Γʹ. Ὄτι μὲν οὐσία ἐστὶν ἡ ψυχὴ, δείκνυται οὕτως· Πρῶτον μὲν, ὅτι τῆς οὐσίας ὅρος, καὶ ἐπ' αὐτῆς ἂν εἰκότως λεχθείη. Ἔστι δὲ οὗτ

 ἄπαυστόν ἐστι· τὸ δὲ ἄπαυστον, ἀτελεύτητον· τὸ δὲ ἀτελεύτητον, ἄφθαρτον· τὸ δὲ ἄφθαρτον, ἀθάνατον. Εἰ τοίνυν ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, ὡς ἀνωτέρω ἀπεδ

ἄπαυστόν ἐστι· τὸ δὲ ἄπαυστον, ἀτελεύτητον· τὸ δὲ ἀτελεύτητον, ἄφθαρτον· τὸ δὲ ἄφθαρτον, ἀθάνατον. Εἰ τοίνυν ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, ὡς ἀνωτέρω ἀπεδείχθη· ἔσται ἄφθαρτος καὶ ἀθάνατος κατὰ τὸν προλεχθέντα [ἄλ. προτεθέντα] συλλογισμόν. Ἔτι, πᾶν ὑπὸ τῆς ἰδίας κακίας μὴ φθειρόμενον, ἄφθαρτόν ἐστι· τὸ δὲ κακὸν τῷ καλῷ ἐναντίον, διὸ καὶ φθαρτικόν ἐστιν αὐτοῦ. Οὐδὲν γάρ ἐστιν ἕτερον σώματος κακία, ἢ πάθος, καὶ νόσος, καὶ θάνατος· ὥσπερ ἀρετὴ, κάλλος, ζωὴ, ὑγεία, καὶ εὐεξία. Εἰ τοίνυν ἡ ψυχὴ ὑπὸ τῆς ἰδίας κακίας οὐ φθείρεται, κακία δὲ ψυχῆς δειλία, ἀκολασία, φθόνος, καὶ τὰ παραπλήσια, ταῦτα δὲ πάντα οὐκ ἀφαιρεῖται αὐτῆς τὸ ζῇν τε καὶ τὸ κινεῖσθαι· ἀθάνατος ἄρα ἐστίν.

Εἰ λογικὴ ἡμῶν ἡ ψυχή. Ζʹ. Ὅτι δὲ λογικὴ ἡμῶν ἡ ψυχὴ, ἐκ πολλῶν ἄν τις δείξειε· καὶ πρῶτον μὲν, ἐκ τοῦ τὰς τέχνας χρησί-μους οὔσας τῷ βίῳ αὐτὴν εὑρηκέναι. Οὐδὲ γὰρ ἁπλῶς, καὶ ὡς ἔτυχε, εἴποι τις συνεστάναι τὰς τέχνας· ἐπεὶ μήτε ἀργὰς, καὶ ἀνωφελεῖς αὐτὰς τῷ βίῳ ἀποδείξει. Εἰ τοίνυν αἱ τέχναι συντελοῦσι πρὸς τὸ χρήσιμον τῷ βίῳ· τὸ δὲ χρήσιμον ἐπαινετόν· τὸ δὲ ἐπαινετὸν, λόγῳ κατασκευαστὸν, ψυχῆς δὲ εὕρημα αὗται· λογικὴ ἄρα ἡμῶν ἡ ψυχή. Ἔπειτα, ἐκ τοῦ τὰς αἰσθήσεις ἡμῶν μὴ ἱκανὰς εἶναι πρὸς τὴν τῶν πραγμάτων κατάληψιν, λογικὴ ἡμῶν ἡ ψυχὴ ἀποδείκνυται. Οὐδὲ γὰρ ἀρκούμεθα πρὸς εἴδησιν τῶν ὄντων, τῇ τῆς αἰσθήσεως προσβολῇ. Ἐπεὶ μηδὲ στῆναι περὶ αὐτὰ θέλομεν, αὐτίκα γοῦν τὰ τῷ σχήματι ἶσα, καὶ τῇ χροιᾷ ὅμοια καὶ διῃρη-μένα ταῖς φύσεσιν [ἄλ. ὄψεσιν], ἡ αἴσθησις ἄλογος οὖσα διακρῖναι ἀσθενεῖ. Εἰ τοίνυν αἱ αἰσθήσεις ἄλογος οὖσαι, ψευδῆ ἡμῖν φαντασίαν τῶν ὄντων ἐμποιοῦσιν 10.1145 λογιστέον ἡμῖν, εἰ καταληπτέα τὰ ὄντα, ἢ μὴ, ὡς ἀλη-θῶς· καὶ εἰ μὲν καταληπτέα, ἑτέρα ἐστὶν ἡ δύναμις, καὶ κρείττων παρὰ τὰς αἰσθήσεις, ἡ τούτων ἐφικνου-μένη. Εἰ δὲ μὴ καταλαμβάνεται, οὐδὲ ἔσται ἡμῖν τὰ ἑτέρως παρὰ ὅ ἐστι θεωρούμενα [καταλαμβάνειν]. Ὅτι δὲ καταληπτὰ ἡμῖν ἐστι τὰ πράγματα, δῆλον ἐξ οὗ οἰ-κείως ἑκάστῳ πρὸς τὸ χρήσιμον χρώμεθα, καὶ πάλιν κατασκευάζομεν εἰς ἃ ἐθέλομεν. Οὐκοῦν εἰ τὰ ὄντα ἡμῖν καταληπτὰ ἐδείχθη, αἱ δὲ αἰσθήσεις ἄλογοι οὖσαι, ψευ-δῶς δοκιμάζουσι, νοῦς ἔσται ὁ τὰ πάντα λόγῳ διακρί-νων [ἄλ. ὁ πάντα λόγον διακρίνων], καὶ ἔστι ὡς ἀληθῶς τὰ ὄντα ἐπιγινώσκων· νοῦς δὲ ψυχῆς τὸ λογικὸν μέ-ρος· λογικὴ ἄρα ἡ ψυχή. Ἔτι, ὅτι οὐδὲν ποιοῦμεν μὴ πρότερον ἑαυτοῖς δια-γράψαντες· τοῦτο δὲ, οὐδὲν ἕτερόν ἐστιν ἢ τῆς ψυχῆς ἀξίωμα· οὐδὲ γὰρ ἔξωθεν αὐτῇ προσγίνεται ἡ τῶν ὄντων εἴδησις, ἀλλ' αὐτὴ ὥσπερ ταῖς ἑαυτῆς ἐπινοίαις τὰ ὄντα κοσμεῖ. ∆ιὰ τοῦτο ἐν ἑαυτῇ προαναζωγρα- φοῦσα [ἄλ. προαναζωγραφεῖ] πρότερον τὸ πρᾶγμα, εἶθ' οὕτως εἰς ἔργον ἐκφέρει. Ἀξίωμα δὲ τῆς ψυχῆς, οὐδέν ἐστιν ἕτερον, ἢ τὸ μετὰ λόγου πάντα ποιεῖν· ταυτῇ γὰρ καὶ διαφέρει, καὶ τῶν αἰσθήσεων. Ἐδείχθη ἄρα λογικὴ ἡ ψυχή [ἄλ. ταύτῃ γὰρ διαφέρειν καὶ τῶν αἰσθήσεων. Ἐδείχθη ἄρα λογικὴ ἡ ψυχή].