Ad Tatianum de anima per capita disputatio

 Εἰ οὐσία ἐστὶν ἡ ψυχή. Γʹ. Ὄτι μὲν οὐσία ἐστὶν ἡ ψυχὴ, δείκνυται οὕτως· Πρῶτον μὲν, ὅτι τῆς οὐσίας ὅρος, καὶ ἐπ' αὐτῆς ἂν εἰκότως λεχθείη. Ἔστι δὲ οὗτ

 ἄπαυστόν ἐστι· τὸ δὲ ἄπαυστον, ἀτελεύτητον· τὸ δὲ ἀτελεύτητον, ἄφθαρτον· τὸ δὲ ἄφθαρτον, ἀθάνατον. Εἰ τοίνυν ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, ὡς ἀνωτέρω ἀπεδ

Εἰ οὐσία ἐστὶν ἡ ψυχή. Γʹ. Ὄτι μὲν οὐσία ἐστὶν ἡ ψυχὴ, δείκνυται οὕτως· Πρῶτον μὲν, ὅτι τῆς οὐσίας ὅρος, καὶ ἐπ' αὐτῆς ἂν εἰκότως λεχθείη. Ἔστι δὲ οὗτος· Οὐσία ἐστὶ τὸ ταυτὸν, καὶ ἒν ἀριθμῷ, τῶν ἐναντίων παραμέρος εἶναι δεκτικόν. Ὅτι δὲ ἡ ψυχὴ αὔτη τῆς ἰδίας φύ σεως μὴ ἐξισταμένη, τὰ ἐναντία δέχεται παραμέ ρος, παντί που δῆλον· δικαιοσύνη γὰρ καὶ ἀδικία, ἀνδρία τε καὶ δειλία, σωφροσύνη τε καὶ ἀκολασία, ἐν αὐτῇ θεωροῦνται ἐναντία ὄντα. Εἰ τοίνυν ἰδίωμα οὐσίας, τὸ τῶν ἐναντίων εἶναι παραμέρος δεκτικὸν, δείκνυται δὲ ἡ ψυχὴ τούτων ἐπιδεχομένη τὸν ὅρον, 10.1141 οὐσία ἄρα ἡ ψυχή. Ἔπειτα καὶ τοῦ σώματος οὐσίας ὄντος, καὶ τὴν ψυχὴν οὐσίαν εἶναι ἀνάγκη· οὐδὲ γὰρ οἷόν τε, τὸ ζωοποιούμενον οὐσίαν [ἄλλ. ἐνούσιον] εἶναι· τὸ δὲ ζωοποιοῦν, εἶναι ἀνούσιον. Εἰ μή τις, καὶ τὸ μὴ ὃν, τοῦ ὄντος αἴτιον φήσειεν εἶναι· ἢ πά λιν, τὸ ἐν ᾧ τὴν ὕπαρξιν ἔχον, καὶ οὗ ἄνευ εἶναι μὴ δυνάμενον [ἄλ. καὶ ὁ ἄνευ τοῦ εἶναι μὴ δυνάμε νον], αἴτιον ἐκείνου εἶναι τοῦ ἐν ᾧ ἐστι, μανείς τι εἴποι.

Εἰ ἀσώματος ἡ ψυχή. ∆ʹ. Ὅτι μὲν ἐν τῷ σώματι ἡμῶν ἡ ψυχή ἐστιν, ἀνωτέρω ἐδείχθη· δεῖ τοίνυν εἰδέναι πῶς ἐν τῷ σώ ματι· καὶ εἰ μὲν παράκειται αὐτῷ ὡς ψηφὶς ψηφίδι, σῶμα μὲν ἔσται ἡ ψυχὴ, ὅλον δὲ τὸ σῶμα οὐκ ἔσται ἔμψυχον· μέρει γάρ τινι παρακείσεται [ἄλλ. παρά κειται]. Εἰ δὲ ἐμμέμικται, ἢ ἐγκέκραται, πολυμε ρὴς ἂν γένοιτο ἡ ψυχὴ, καὶ οὐχ ἁπλῆ, τοῦ ἰδίου τῆς ψυχῆς λόγου ἐκβεβλημένη. Τὸ γὰρ πολυμερὲς, καὶ διαιρετὸν, καὶ διαλυτόν· τὸ δὲ διαλυτὸν, σύνθετον· τὸ δὲ σύνθετον, τριχῆ διαστατόν. Τὸ δὲ σῶμα σώματι προστιθέμενον, ὄγκον ποιεῖ· ἡ δὲ ψυχὴ ἐν τῷ σώματι οὖσα, ὄγκον οὐ ποιεῖ, ἀλλὰ μᾶλλον ζωοποιεῖ. Οὐκ ἄρα ἔσται ἡ ψυχὴ σῶμα, ἀλλ' ἀσώματος. Ἔτι εἰ σῶμά [ἐστιν] ἡ ψυχὴ, ἢ ἔξωθεν ἢ ἔνδοθεν κινεῖται. Οὔτε δὲ ἔξωθεν κινεῖται· οὐ γὰρ ὠθεῖται, ἢ ἕλκεται, ὡς τὰ ἄψυχα· οὔτε δὲ ἔσωθεν κινεῖται, ὡς τὰ ἔμψυχα· ἄτοπον γὰρ ψυχῆς ψυχὴν λέγειν· οὐκ ἔσται οὖν σῶμα· ἀσώματος ἄρα. Καὶ πάλιν, εἰ σῶμά ἐστιν ἡ ψυχὴ, καὶ τὰς ποιότη τας αἰσθητὰς ἔχει, καὶ τρέφεται· ἀλλ' οὐ τρέφεται. Καὶ εἰ τρέφεται, οὐ σωματικῶς τρέφεται ὡς τὸ σῶμα, ἀλλ' ἀσωμάτως· λόγῳ γὰρ τρέφεται· οὐ τοίνυν ποιό-τητας αἰσθητὰς ἔχει· οὔτε γὰρ ὁρᾶται δικαιοσύνη, οὔτε ἀνδρία, οὔτε τῶν τοιούτων οὐδέν· τῆς δὲ ψυχῆς αἱ ποιότητες αὗται· οὐκ ἔστιν οὖν σῶμα· ἀσώματος ἄρα. Ἔτι, πάσης τῆς σωματικῆς οὐσίας εἰς ἔμψυχον καὶ ἄψυχον διαιρουμένης, εἰπάτωσαν οἱ σῶμα [ἄλ. σωματικὴν] τὴν ψυχὴν λέγοντες, εἰ ἄψυχον αὐτὴν λεκτέον, ἢ ἔμψυχον. Ἔτι, εἰ πᾶν σῶμα καὶ κέχρωσται, καὶ πεπόσω-ται, καὶ ἐσχημάτισται· οὐδὲν δὲ τούτων ἐν τῇ ψυχῇ θεωρεῖται, οὐκ ἄρα σῶμα ἡ ψυχή.

Εἰ ἁπλῆ ἡ ψυχὴ, ἢ σύνθετος. Εʹ. ∆είκνυται τοίνυν, ὅτι εἰ ἁπλῆ ἡ ψυχὴ, ἐξ ὧν μάλιστα ἀσώματος ἀπεδείχθη. Εἰ γὰρ σῶμα οὐκ ἔστι, σῶμα δὲ πᾶν σύνθετόν ἐστι· τὸ δὲ συγκείμενον ἐκ μερῶν σύγκειται, οὐκοῦν καὶ πολυμερὴς ἔσται. Ἀσώ-ματος δὲ οὖσα, ἁπλῆ ἐστιν· ἐπειδὰν καὶ ἀσύνθετος, καὶ ἀμερής.

Εἰ ἀθάνατος ἡμῶν ἡ ψυχή. ϛʹ. Ἀκόλουθον οἶμαι δεῖν τῷ ἁπλῷ, τὸ ἀθάνατον. 10.1144 Καὶ ὅπως, ἄκουσον· Οὐδὲν τῶν ὄντων, αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστιν, ἐπεὶ οὐκ ἂν οὔτ' ἐξ ἀρχῆς συνέστη. Τὰ γὰρ φθειρόμενα, ἐκ τῶν ἐναντίων φθείρονται· διὸ πᾶν φθειρόμενον, διαλυτόν ἐστι· τὸ δὲ διαλυτὸν, σύν-θετον· τὸ δὲ σύνθετον, πολυμερές· τὸ δὲ ἐκ μερῶν συγκείμενον, δῆλον ὅτι [ἄλ. δηλονότι] ἐκ διαφόρων σύγκειται μερῶν· τὸ δὲ διάφορον, οὐ ταυτόν· οὐκοῦν ἡ ψυχὴ ἁπλῆ οὖσα, καὶ μὴ ἐκ διαφόρων συγκειμένη μερῶν, ἀσύνθετος καὶ ἀδιάλυτος οὖσα, διὰ τοῦτο ἄφθαρτος καὶ ἀθάνατος ἔσται. Ἔτι, πᾶν τὸ ἔκ τινος κινούμενον, οὐκ ἐξ ἑαυτοῦ ἔχον τὸ ζωτικὸν, ἀλλ' ἐκ τοῦ κινοῦντος, τοσοῦτον δια-μένει, ὅσον ὑπὸ τῆς ἐνεργούσης ἐν αὐτῷ διακρατεῖται δυνάμεως· ἐπειδὰν δὲ παύσηται τὸ ἐνεργοῦν, διαλεί-πει καὶ αὐτὸ, τὸ ἐξ αὐτοῦ τὴν κίνησιν ἔχον. Ἡ δὲ ψυχὴ αὐτοκίνητος οὖσα, οὐδέποτε τοῦ εἶναι διαλείπει. Ἀκολουθεῖ γὰρ τῷ αὐτοκινήτῳ, τὸ ἀεὶ κινητὸν εἶναι· τὸ δὲ ἀεικίνητον,