EΠIΣΤOΛAI ∆IAΦOΡOI

 δὲ τὸν Ἰησοῦν οὐκ ἀνθρωπικῶς ἀφορίζομεν· οὐδὲ γὰρ ἄνθρωπος μόνον -οὐδὲ ὑπερούσιος, εἰ ἄνθρωπος μόνον-, ἀλλ' ἄνθρωπος ἀληθῶς ὁ διαφερόντως φιλάνθρωπος,

 Ἐγὼ μὲν οὐκ οἶδα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπών, ἀρκεῖν οἰόμενος ἀγαθοῖς ἀνδράσιν, εἰ τὸ ἀληθὲς αὐτὸ ἐφ' ἑαυτοῦ δυνήσοιντο καὶ γνῶναι καὶ εἰπεῖν, ᾗ

 βευθέντα. Φ»σει δὲ πάντως Ἀπολλοφάνης οὐκ εἶναι ταῦτα ἀληθῆ. Μάλιστα μὲν οὖν τοῦτο ταῖς Περσῶν ἱερατικαῖς ἐμφέρεται φήμαις, καὶ εἰσέτι μάγοι τὰ μνημόσ

 «ἄνδρα κατὰ τὴν καρδίαν μου». Καίτοι καὶ θεσμὸς ἀγαθὸς ἐδεδώρητο καὶ ὑποζυγίων ἐχθροῦ προνοεῖν. Καὶ Ἰὼβ ὡς ἀκακίας ἐχόμενος ἐδικαιοῦτο, καὶ Ἰωσὴφ τοὺς

 γὰρ «ἐφ' ἑαυτὸν» ὁ θεὸς «ἐμερίσθη· πῶς» γὰρ «σταθήσεται ἡ βασιλεία αὐτοῦ » Καὶ εἰ «τοῦ θεοῦ ἐστιν», ὡς τὰ λόγιά φησιν, «ἡ κρίσις», οἱ δὲ ἱερεῖς ἄγγελο

 καὶ βαθύτερα ἐννοεῖν, διανοεῖσθαι δὲ μόνα τὰ κατ' ἀξίαν αὐτῷ προστε ταγμένα. Τί οὖν, φῄς, οὐ χρὴ τοὺς ἱερέας ἀσεβοῦντας ἢ ἄλλο τι τῶν ἀτόπων ἐξελεγχομ

 Aὐτὸς μὲν οὖν ἐπιθυμίᾳ καὶ θυμῷ καὶ λόγῳ τὰ κατ' ἀξίαν ἀφόριζε, σοὶ δὲ οἱ θεῖοι λειτουργοὶ καὶ τούτοις οἱ ἱερεῖς, ἱεράρχαι δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ἱε

 -τοῦτο δὴ τὸ πολλῆς φρίκης ἄξιον-, ὃν ὁ Χριστός, ἀγαθὸς ὤν, ἐπὶ τὰ ὄρη πλανώμενον ἐπιζητεῖ καὶ ἀποφεύγοντα προσκαλεῖται καὶ εὑρεθέντα μόλις ἐπὶ τῶν ὤμ

 ἑστηκέναι τοῦ χάσματος ὑποτρόμους, ἐλεεινούς, ὅσον οὔπω καταφερο μένους ὑπὸ τῆς τῶν οἰκείων ποδῶν ἀστασίας. Κάτωθεν δὲ ἀπὸ τοῦ χάσματος ὄφεις ἀνέρπειν

 διαπλαττούσης καὶ δένδρα τινὰ καὶ βλαστοὺς καὶ ἄνθη καὶ ·ίζας προ βαλλομένης ἢ πηγὰς ὑδάτων ἀναβλυζούσας ἢ ἀπαυγασμάτων προαγω γικὰς φωτογονίας ἢ ἄλλα

 τῶν τυπωτικῶν συμβόλων ἀναπλασμοῖς, ὡς συγγενῆ τὰ τοιαῦτα πέφυκε παραπετάσματα καὶ δηλοῦσιν, ὅσοι καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας σαφοῦς ἀκηκοότες ἐ

 καὶ ἐν αὐτῷ καὶ τὰς στερεὰς τροφὰς καὶ τὰ πόματα καὶ τὸν κρατῆρα προτιθεμένη, ὡς εἶναι τοῖς τὰ θεῖα θεοπρεπῶς συμβάλλουσι δῆλον, ὅτι καὶ πρόνοια παντε

 ἀγαθῶν ἀποπεπλησμένα. Καὶ τὴν ἀνάκλισιν ἀνάπαυλαν οἰόμεθα τῶν πολλῶν πόνων καὶ ζωὴν ἀπήμονα καὶ πολιτείαν ἔνθεον ἐν φωτὶ καὶ χώρᾳ ζώντων, ἁπάσης εὐπαθ

 ἐφελκύσασθαι καὶ μεταλαβεῖν τοῦ φωτός. Ἡμᾶς δὲ οὐδὲ τοὐναντίον ἀποστερήσει τῆς Ἰωάννου παμφαοῦς ἀκτῖνος, νῦν μὲν ἐντευξομένους τῇ μνήμῃ καὶ ἀνανεώσει

-τοῦτο δὴ τὸ πολλῆς φρίκης ἄξιον-, ὃν ὁ Χριστός, ἀγαθὸς ὤν, ἐπὶ τὰ ὄρη πλανώμενον ἐπιζητεῖ καὶ ἀποφεύγοντα προσκαλεῖται καὶ εὑρεθέντα μόλις ἐπὶ τῶν ὤμων αἴρει. Μ», παρακαλῶ, μὴ κακῶς οὕτω περὶ ἑαυτῶν βουλευώμεθα, μηδὲ εἰς ἑαυτοὺς ὠθῶμεν τὸ ξίφος. Oἱ μὲν γὰρ ἀδικεῖν τινας ἢ τοὐναντίον εὐεργετεῖν ἐπιχειροῦντες ἐκείνους μὲν οὐ πάντως ἔδρασαν, ἅπερ ἠθέλησαν, ἑαυτοῖς δὲ κακίαν ἢ ἀγαθότητα συνοικίσαντες ἢ θείων ἀρετῶν ἢ ἀτιθάσων ἔμπλεοι παθῶν ἔσονται. Καὶ οὗτοι μὲν ἀγγέλων ἀγαθῶν ὀπαδοὶ καὶ ξυνοδοιπόροι καὶ ἐνθάδε καὶ ἐκεῖ σὺν πάσῃ εἰρήνῃ καὶ ἐλευθερίᾳ πάντων κακῶν εἰς τὸν ἀεὶ ὄντα αἰῶνα τὰς μακαριωτάτας ἀποκληρώσονται λήξεις καὶ μετὰ θεοῦ ἀεὶ ἔσονται, τὸ πάντων ἀγαθῶν μέγιστον. Oὗτοι δὲ ἀποπεσοῦνται τῆς θείας ἅμα καὶ τῆς ἑαυτῶν εἰρήνης καὶ ἐνθάδε καὶ μετὰ θάνατον ἅμα τοῖς ἀνημέροις ἔσονται δαίμοσιν. Oὗ δὴ ἕνεκα ἡμῖν ἡ πολλὴ σπουδὴ μετὰ θεοῦ τοῦ ἀγαθοῦ γενέσθαι καὶ εἶναι σὺν κυρίῳ πάντοτε καὶ μὴ τοῖς κακοῖς ἐκ τοῦ δικαιωτοῦ συν αφορισθῆναι τὰ κατ' ἀξίαν ἐξ ἑαυτῶν ὑπομένοντας, ὅπερ ἐγὼ πάντων μάλιστα φοβοῦμαι καὶ εὔχομαι εἶναι πάντων κακῶν ἀμέτοχος. Καὶ εἰ βούλει, καὶ θείας ὁράσεως ἁγίου τινὸς ἀνδρὸς ἐπιμνησθήσομαι· καὶ μὴ γελάσῃς, ἀλήθειαν γὰρ ἐρῶ. Γενόμενόν μέ ποτε κατὰ τὴν Κρήτην ὁ ἱερὸς ἐξεναγώγησε Κάρπος, ἀνήρ, εἰ καί τις ἄλλος, διὰ πολλὴν καθαρότητα νοῦ πρὸς θεοπτίαν ἐπιτηδειότατος. Καὶ γοῦν οὐδὲ ταῖς ἁγίαις τῶν μυστηρίων τελεταῖς ἐνεχείρει μὴ πρότερον αὐτῷ κατὰ τὰς προτελείους εὐχὰς ἱερὰς καὶ εὐμε νοῦς ὁράσεως ἐπιφαινομένης. Ἔλεγεν οὖν, ὅτι λελυπηκότος αὐτόν ποτε τῶν ἀπίστων τινός· ἡ λύπη δὲ ἦν, ὅτι τῆς ἐκκλησίας ἐκεῖνός τινα πρὸς τὸ ἄθεον ἀπεπλάνησεν, ἔτι τῶν ἱλαρίων ἡμερῶν αὐτῷ τελουμένων. ∆έον ἀμφοτέρων ἀγαθοπρεπῶς ὑπερεύξασθαι καὶ θεὸν σωτῆρα συλλήπτορα λαβόντα τὸν μὲν ἐπιστρέψαι, τὸν δὲ ἀγαθότητι νικῆσαι καὶ μὴ διαλιπεῖν νουθετοῦντα διὰ βίου παντός, ἄχρις οὗ τὸ σήμερον, καὶ οὕτως ἐπὶ τὴν θείαν αὐτοὺς ἀγαγεῖν γνῶσιν, ὡς ἂν ἤδη καὶ τῶν ἀμφισβητησίμων αὐτοῖς κρινομένων καὶ τῶν ἀλόγως θρασυνομένων ἐννόμῳ δίκῃ σωφρονεῖν ἀναγ καζομένων. Ἀλλ' ἐν ἑαυτῷ μὴ πρότερον τοῦτο παθών, οὐκ οἶδ' ὅπως, τότε πολλήν τινα τὴν δυσμένειαν καὶ τὴν πικρίαν ἐντήξας κατεδάρθη μὲν οὕτω κακῶς ἔχων· ἑσπέρα γὰρ ἦν. Περὶ δὲ μέσας νύκτας-εἰώθει γὰρ εἰς τόνδε τὸν καιρὸν αὐτὸς ἐφ' ἑαυτοῦ πρὸς τοὺς θείους ὕμνους ἐγρηγορέναι-διανίσταται μὲν οὐδὲ τῶν ὕπνων αὐτῶν, πολλῶν γε ὄντων, καὶ ἀεὶ ἐγκοπτομένων, ἔξω ταραχῆς παραπολαύσας. Ἑστὼς δὲ ὅμως εἰς τὴν θείαν ὁμιλίαν οὐκ εὐαγῶς ἠνιᾶτο καὶ ἐδυσχέραινεν οὐκ εἶναι δίκαιον λέγων, εἰ ζῷεν ἄνδρες ἄθεοι καὶ διαστρέφοντες «τὰς ὁδοὺς κυρίου τὰς εὐθείας». Καὶ ταῦτα λέγων ἐδεῖτο τοῦ θεοῦ πρηστῆρί τινι τὰς ἀμφοτέρων εἰσάπαξ ἀνηλεῶς ἀποπαῦσαι ζωάς. Ταῦτα δὲ εἰπὼν ἔλεγε δόξαι ἰδεῖν ἄφνω τὸν οἶκον, ἐν ᾧπερ εἱστήκει, διαδονηθέντα πρότερον, ἐκ τῆς ὀροφῆς εἰς δύο μέσον διαιρεθέντα καί τινα πυρὰν πολύφωτον ἐπίπροσθεν ἑαυτοῦ καὶ ταύτην (ἐδόκει γὰρ λοιπὸν ὕπαιθρος ὁ τόπος) ἐκ τοῦ οὐρανίου χώρου μέχρις αὐτοῦ καταφερομένην, τὸν δὲ οὐρανὸν αὐτὸν ἀναπεπταμένον καὶ ἐπὶ τῷ νώτῳ τοῦ οὐρανοῦ τὸν Ἰησοῦν ἀπείρων ἀνθρωποειδῶς αὐτῷ παρεστηκότων ἀγγέλων· καὶ ταῦτα μὲν ἄνωθεν ὁρᾶσθαι καὶ αὐτὸν θαυμάζειν. Κάτω δὲ κύψας ὁ Κάρπος ἰδεῖν ἔφη καὶ τοὔδαφος αὐτὸ πρὸς ἀχανές τι χάσμα καὶ σκοτεινὸν διερρηγ μένον καὶ τοὺς ἄνδρας ἐκείνους, οἷς ἐπηρᾶτο, πρὸ αὐτοῦ κατὰ τὸ στόμιον