EΠIΣΤOΛAI ∆IAΦOΡOI

 δὲ τὸν Ἰησοῦν οὐκ ἀνθρωπικῶς ἀφορίζομεν· οὐδὲ γὰρ ἄνθρωπος μόνον -οὐδὲ ὑπερούσιος, εἰ ἄνθρωπος μόνον-, ἀλλ' ἄνθρωπος ἀληθῶς ὁ διαφερόντως φιλάνθρωπος,

 Ἐγὼ μὲν οὐκ οἶδα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπών, ἀρκεῖν οἰόμενος ἀγαθοῖς ἀνδράσιν, εἰ τὸ ἀληθὲς αὐτὸ ἐφ' ἑαυτοῦ δυνήσοιντο καὶ γνῶναι καὶ εἰπεῖν, ᾗ

 βευθέντα. Φ»σει δὲ πάντως Ἀπολλοφάνης οὐκ εἶναι ταῦτα ἀληθῆ. Μάλιστα μὲν οὖν τοῦτο ταῖς Περσῶν ἱερατικαῖς ἐμφέρεται φήμαις, καὶ εἰσέτι μάγοι τὰ μνημόσ

 «ἄνδρα κατὰ τὴν καρδίαν μου». Καίτοι καὶ θεσμὸς ἀγαθὸς ἐδεδώρητο καὶ ὑποζυγίων ἐχθροῦ προνοεῖν. Καὶ Ἰὼβ ὡς ἀκακίας ἐχόμενος ἐδικαιοῦτο, καὶ Ἰωσὴφ τοὺς

 γὰρ «ἐφ' ἑαυτὸν» ὁ θεὸς «ἐμερίσθη· πῶς» γὰρ «σταθήσεται ἡ βασιλεία αὐτοῦ » Καὶ εἰ «τοῦ θεοῦ ἐστιν», ὡς τὰ λόγιά φησιν, «ἡ κρίσις», οἱ δὲ ἱερεῖς ἄγγελο

 καὶ βαθύτερα ἐννοεῖν, διανοεῖσθαι δὲ μόνα τὰ κατ' ἀξίαν αὐτῷ προστε ταγμένα. Τί οὖν, φῄς, οὐ χρὴ τοὺς ἱερέας ἀσεβοῦντας ἢ ἄλλο τι τῶν ἀτόπων ἐξελεγχομ

 Aὐτὸς μὲν οὖν ἐπιθυμίᾳ καὶ θυμῷ καὶ λόγῳ τὰ κατ' ἀξίαν ἀφόριζε, σοὶ δὲ οἱ θεῖοι λειτουργοὶ καὶ τούτοις οἱ ἱερεῖς, ἱεράρχαι δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ἱε

 -τοῦτο δὴ τὸ πολλῆς φρίκης ἄξιον-, ὃν ὁ Χριστός, ἀγαθὸς ὤν, ἐπὶ τὰ ὄρη πλανώμενον ἐπιζητεῖ καὶ ἀποφεύγοντα προσκαλεῖται καὶ εὑρεθέντα μόλις ἐπὶ τῶν ὤμ

 ἑστηκέναι τοῦ χάσματος ὑποτρόμους, ἐλεεινούς, ὅσον οὔπω καταφερο μένους ὑπὸ τῆς τῶν οἰκείων ποδῶν ἀστασίας. Κάτωθεν δὲ ἀπὸ τοῦ χάσματος ὄφεις ἀνέρπειν

 διαπλαττούσης καὶ δένδρα τινὰ καὶ βλαστοὺς καὶ ἄνθη καὶ ·ίζας προ βαλλομένης ἢ πηγὰς ὑδάτων ἀναβλυζούσας ἢ ἀπαυγασμάτων προαγω γικὰς φωτογονίας ἢ ἄλλα

 τῶν τυπωτικῶν συμβόλων ἀναπλασμοῖς, ὡς συγγενῆ τὰ τοιαῦτα πέφυκε παραπετάσματα καὶ δηλοῦσιν, ὅσοι καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας σαφοῦς ἀκηκοότες ἐ

 καὶ ἐν αὐτῷ καὶ τὰς στερεὰς τροφὰς καὶ τὰ πόματα καὶ τὸν κρατῆρα προτιθεμένη, ὡς εἶναι τοῖς τὰ θεῖα θεοπρεπῶς συμβάλλουσι δῆλον, ὅτι καὶ πρόνοια παντε

 ἀγαθῶν ἀποπεπλησμένα. Καὶ τὴν ἀνάκλισιν ἀνάπαυλαν οἰόμεθα τῶν πολλῶν πόνων καὶ ζωὴν ἀπήμονα καὶ πολιτείαν ἔνθεον ἐν φωτὶ καὶ χώρᾳ ζώντων, ἁπάσης εὐπαθ

 ἐφελκύσασθαι καὶ μεταλαβεῖν τοῦ φωτός. Ἡμᾶς δὲ οὐδὲ τοὐναντίον ἀποστερήσει τῆς Ἰωάννου παμφαοῦς ἀκτῖνος, νῦν μὲν ἐντευξομένους τῇ μνήμῃ καὶ ἀνανεώσει

«ἄνδρα κατὰ τὴν καρδίαν μου». Καίτοι καὶ θεσμὸς ἀγαθὸς ἐδεδώρητο καὶ ὑποζυγίων ἐχθροῦ προνοεῖν. Καὶ Ἰὼβ ὡς ἀκακίας ἐχόμενος ἐδικαιοῦτο, καὶ Ἰωσὴφ τοὺς ἐπιβούλους ἀδελφοὺς οὐκ ἠμύνετο, καὶ Ἄβελ ἁπλῶς καὶ ἀνυπόπτως συνεπορεύετο τῷ ἀδελφοκτόνῳ. Καὶ πάντας ἡ θεολογία τοὺς ἀγαθοειδεῖς ἀνακηρύττει, μὴ προεννοοῦντας τὰ κακὰ, μὴ προποιοῦντας, ἀλλὰ μηδὲ πρὸς τῆς ἄλλων κακίας ἐκ τἀγαθοῦ μεταποιουμένους, τοὐ ναντίον δὲ θεοειδῶς καὶ τοὺς κακοὺς ἀγαθύνοντας καὶ ἐφαπλοῦντας καὶ ἐπ' αὐτοὺς τὴν πολλὴν αὐτῶν ἀγαθότητα καὶ πρὸς τὸ ὅμοιον ἐπιεικῶς ἐκκαλουμένους. Ἀλλ' ἐπὶ τὸ ἄναντες ἀνανεύσωμεν, οὐκ ἀνδρῶν ἱερῶν ἐπιεικείας, οὐ φιλανθρώπων ἀγγέλων ἀγαθότητας ἐξαγγέλλοντες, ἐλεούντων ἔθνη καὶ ὑπερδεομένων αὐτῶν τἀγαθοῦ καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ἐπι τιμώντων πληθύσι καὶ ἀχθομένων μὲν ἐπὶ κακοῖς, εὐφραινομένων δὲ τῇ σωτηρίᾳ τῶν εἰς τἀγαθὰ μετακαλουμένων, οὐδ' ὅσα ἄλλα περὶ τῶν ἀγαθοεργῶν ἀγγέλων ἡ θεολογία παραδίδωσιν· ἀλλὰ τοῦ ὄντως ἀγαθοῦ καὶ ὑπεραγάθου Χριστοῦ τὰς ἀγαθοποιοὺς ἀκτῖνας ἐν ἡσυχίᾳ παραδε χόμενοι πρὸς αὐτῶν ἐπὶ τὰς θείας ἀγαθουργίας αὐτοῦ φωταγωγηθῶμεν. Ἀρα γὰρ οὐκ ἔστιν ἀφάτου καὶ ὑπὲρ νόησιν ἀγαθότητος, ὅτι τὰ ὄντα εἶναι ποιεῖ καὶ ὅτι πάντα αὐτὰ πρὸς τὸ εἶναι παρήγαγε καὶ πάντα βούλεται ἀεὶ γενέσθαι παραπλήσια ἑαυτῷ καὶ κοινωνικὰ τῶν αὐτοῦ κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα; Τί δέ, ὅτι καὶ τῶν ἀποφοιτώντων ἐρωτικῶς ἔχεται καὶ φιλονεικεῖ καὶ δεῖται μὴ ἀπαξιωθῆναι τῶν ἐρωμένων καὶ θρυπτομένων αὐτῶν καὶ εἰκῆ κατεγκαλούντων ἀνέχεται, καὶ αὐτὸς ἀπο λογεῖται; Καὶ μᾶλλον ἐπαγγέλλεται θεραπεύσειν καὶ ἔτι αὐτοῖς ἀπέχου σιν, ὅμως προσιοῦσι, προστρέχει καὶ ὑπαντᾷ καὶ ὅλος ὅλους περιφὺς ἀσπάζεται καὶ οὐκ ἐγκαλεῖ περὶ τῶν προτέρων, ἀλλ' ἀγαπᾷ τὰ παρόντα καὶ ἑορτὴν ἄγει καὶ «συγκαλεῖται τοὺς φίλους«-δηλαδὴ τοὺς ἀγαθούς -, ἵνα ᾖ πάντων εὐφραινομένων ἡ κατοικία. (∆ημόφιλος δέ, καὶ εἴ τις ἄλλος ἀγαθοῖς ἀπεχθάνεται, λίαν ἐνδίκως ἐπιτιμᾶται καὶ ἐκδιδάσκεται τὰ καλὰ καὶ ἀγαθύνεται). Πῶς γὰρ οὐκ ἔδει, φησί, τὸν ἀγαθὸν ἐπὶ σωτηρίᾳ τῶν ἀπολωλότων εὐφραίνεσθαι καὶ ζωῇ τῶν τεθανατωμένων; Ἀμέλει καὶ ἐπ' ὤμων αἴρει τὸ μόλις ἀπὸ πλάνης ἐπιστραφὲν καὶ τοὺς ἀγαθοὺς ἀγγέλους εἰς εὐφροσύνην ἐγείρει καὶ «χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρί στους» καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ «ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς» καὶ αὐτὴν «τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ» τῶν ἀποφευγόντων. Σὺ δέ, ὡς τὰ γράμματά σου δηλοῖ, καὶ προσπεσόντα τῷ ἱερεῖ τόν, ὡς φῄς, ἀσεβῆ καὶ ἁμαρτωλόν-οὐκ οἶδ' ὅπως καθ' ἑαυτοῦ παρών-ἀπελάκτισας. Eἶτα ὁ μὲν ἐδεῖτο καὶ ὡμολόγει πρὸς ἰατρείαν κακῶν ἐληλυθέναι, σὺ δὲ οὐκ ἔφριξας, ἀλλὰ καὶ τὸν ἀγαθὸν ἱερέα μετὰ θράσους προεπηλάκιζες ἐλεητὸν εἶναι μετανοοῦντα καὶ τὸν ἀσεβῆ δικαιώσαντα· καὶ τέλος· Ἔξιθι" ἔφης τῷ ἱερεῖ μετὰ τῶν ὁμοίων" καὶ εἰσεπήδησας-οὐκ ὄντος θεμιτοῦ -πρὸς τὰ ἄδυτα καὶ τὰ ἅγια τῶν ἁγίων συνέστειλας καὶ γράφεις ἡμῖν, ὅτι μέλλοντα διαφθαρῆναι τὰ ἱερὰ προνοητικῶς ἀπέσωσα καὶ ἔτι ἄχραν τα διαφυλάττω. Νῦν οὖν ἄκουε τῶν ἡμετέρων· οὐ θεμιτὸν ἱερέα πρὸς τῶν ὑπὲρ σὲ λειτουργῶν ἢ τῶν ὁμοταγῶν σοι θεραπευτῶν εὐθύνεσθαι, κἂν ἀσεβεῖν εἰς τὰ θεῖα δοκῇ, κἂν ἄλλο τι τῶν ἀπειρημένων ἐξελέγχοιτο δράσας. Eἰ γὰρ ἀκοσμία καὶ ἀταξία τῶν θειοτάτων ἐστὶ καὶ ὅρων καὶ θεσμῶν ἔκβασις, οὐκ ἔχει λόγον ὑπὲρ θεοῦ τὴν θεοπαράδοτον ἀνατρέπεσθαι τάξιν. Oὐ