Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὡς ἐν εἰκόνι μὲν ἐκεῖνο τὸ αἰσθητὸν ἔτι, τὸ δὲ ἀληθὲς αὐτὸς, πληροφορήσει λέγων πρὸς Ἰουδαίους· Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, [καὶ] μὴ ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσει εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀποτρέφει γὰρ ἡμᾶς εἰς ἀμήρυτον ζωὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ταῖς εἰς εὐσέβειαν ὑποθήκαις, καὶ δι' εὐλογίας τῆς μυστικῆς. Αὐτὸς οὖν ἄρα καὶ δι' αὐτοῦ τὸ μάννα τὸ θεῖον καὶ ζωοποιὸν ἀληθῶς. Καὶ τοῦτο ὁ κατεδηδοκὼς, ἀμείνων ἐστὶ φθορᾶς, καὶ ὑφαλεῖται θάνατον, οὐχ οἱ φαγόντες τὸ αἰσθητόν. Οὐ γὰρ ἦν ὁ τύπος σωτήριος, ὑπεπλάττετο δὲ τῆς ἀληθείας τὴν μόρφωσιν. Ἐκέλευσε δὲ τὸ μάννα ὁ Θεὸς, ὑετοῦ δίκην ἄνωθεν καθιεὶς, τὸ ἀποχρῶν ἑκάστῳ συλλέγειν, συναγείρειν δὲ, εἴπερ ἕλοιντό τινες, καὶ τοῖς τὴν αὐτὴν οἰκοῦσι σκηνήν. Ἔκαστος γὰρ, φησὶ, σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξατε, καὶ οὐ καταλείψετε, φησὶν, ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ. Χρὴ γὰρ ἡμᾶς τῶν θείων τε καὶ εὐαγγελικῶν ἀναπίμπλασθαι μαθημάτων. Ἐν ἴσῳ δὴ μέτρῳ μικροῖς καὶ μεγάλοις διανέμοντος ἡμῖν τοῦ Χριστοῦ τὴν παρ' ἑαυτοῦ χάριν, καὶ ὁμοίως ἅπαντας ἀποτρέφοντος εἰς ζωὴν, συναγείρειν τοῖς ἄλλοις ἐθέλοντος τοὺς εὐσθενεστέρους, καὶ ἱδροῦν ὑπὲρ ἀδελφῶν, καὶ τοὺς ἰδίους αὐτοῖς ἐκδανείζειν πόνους, καὶ τῶν ἄνωθεν χαρισμάτων ποιεῖν τε κοινωνούς. Καὶ τοῦτο εἶναι οἶμαι τὸ πρὸς αὐτοὺς εἰρημένον τοὺς ἁγίους ἀποστόλους· ∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μονονουχὶ γὰρ πλεῖστον ἑαυτοῖς τὸ μάννα συλλέγοντες, διανέμειν ἐσπούδαζον τοῖς τὴν αὐτὴν οἰκοῦσι σκηνὴν, τουτέστι τὴν Ἐκκλησίαν. ∆ιετέλουν γὰρ οἱ θεσπέσιοι μαθηταὶ νουθετοῦντες, εἰσηγούμενοι, πρὸς πᾶν ὁτιοῦν ἀποφέροντες τῶν ἐπαινουμένων, καὶ ἀφθόνως ἅπασι παρατιθέντες εἰς μέθεξιν, ἣν αὐτοὶ παρὰ Χριστοῦ πεπλουτήκασι χάριν. Καὶ γοῦν ὁ μακάριος Παῦλος ἐπιστέλλει τισίν· Ἐπιθυμῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. Εἰ δὲ δὴ νοοῖτο καθ' ἕτερον τρόπον τὸ, Ἕκαστος σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξατε, τουτέστι, μὴ χύδην ἅπαντες, μηδὲ ἀναμὶξ, ἀλλὰ κατὰ γένος, ἤτοι κατὰ σκηνὰς, ποιείσθωσαν τὴν συγκομιδὴν, τοιῶσδε νοήσεις. Χρὴ γὰρ ἡμᾶς τοῖς ὁμοπίστοις ὁμοῦ τῶν θείων ἐμφορεῖσθαι λόγων, καὶ ζητεῖν τὸ μάννα τὸ νοητόν· οὐ τοῖς ἑτερόφροσι, μονονουχὶ δὲ καὶ ἀλλογενέσιν ἀσυνέτως συναποφέρεσθαι. 69.460 Ὃ δὴ καὶ ποιοῦμεν, ἀποσοβοῦντες μὲν Ἐκκλησιῶν τοὺς ἑτεροδόξους καὶ διεστραμμένους, ὁμοῦ δὲ τοῖς κατὰ πίστιν οἰκείοις τὰς ἐξ οὐρανοῦ πλουτοῦντες τροφάς. Εἴρηται δὲ μὴ καταλιμπάνειν εἰς τὸ πρωΐ· τοῦ νόμου πάλιν ὑπεμφαίνοντος, ὅτι τὸ κεχρῆσθαι τοῖς τύποις παρῳχηκότος τοῦ χρόνου, καθ' ὃν ἦσαν ἔτι χρήσιμοί τε καὶ ἀναγκαῖοι, πάντη τε καὶ πάντως ὑπὸ κρίσιν ἄγει καὶ κόλασιν· Ἐξέζεσε γὰρ σκώληκας τὸ τετηρημένον. Κολάσεώς τε καὶ φθορᾶς μήνυσις ἂν εἵη καὶ αὕτη σαφής. Ἔσονται γὰρ πάντες ὑπὸ φθορὰν καὶ κόλασιν οἱ τηροῦντες τὴν σκιὰν μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν. Ὁποῖόν τι πεπονθέναι φαμὲν τοὺς, οἷς ὁ μακάριος γράφει Παῦλος· Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Καὶ πάλιν· Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε· τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Οὐκοῦν ἀποφάσκει φυλάττειν εἰς τὸ πρωΐ· ἵνα διὰ τοῦ πρωΐ, τὸν μετὰ τὸν νόμον νοήσῃς καιρὸν, καθ' ὃν ἡ τοῦ Χριστοῦ πέφηνε παρουσία, καὶ τὸ θεῖον ἡμῖν ἀνέλαμψε φῶς. Ἀλλ' ἐτήρουν εἰς τὸ πρωΐ, σαββατίζειν μέλλοντες οἱ ἐξ Ἰσραὴλ, καὶ τοῦτο Θεοῦ προστάττοντος. Τί δὴ οὖν ἄρα ἐστὶ τὸ φυλάττεσθαι μὲν τὸ τοῦ Σαββάτου προσυλλεχθὲν, μὴ μὴν ἔτι καὶ διαφθείρεσθαι, μηδὲ τοῖς τετηρηκόσιν ἐπιπικραίνεσθαι τὸν Μωσέα; Ἀφιγμένοι γὰρ διὰ πίστεως εἰς τὸν ἐν Χριστῷ νοούμενον σαββατισμὸν, τουτέστιν εἰς ἀργίαν τε καὶ κατάληξιν τὴν ἐξ ἁμαρτιῶν, οὐχ ὡς ἄχρηστον παραιτούμεθα τὴν προσωρευθεῖσαν ἐν ἡμῖν καὶ οἱονεὶ