Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
αὐτῷ διὰ πνεύματος· Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ, φησὶν, ἓν πνεῦμά ἐστιν. Ἔστι τοίνυν κατά γε τὴν Ἑλλάδα φωνὴν, Μελχὶ μὲν, ὁ βασιλεύς· Σεδὲκ δὲ, δικαιοσύνη. Καὶ ἴδοι τις ἂν τὸν Μελχισεδὲκ, ὡς ἐν ἰδίᾳ κλήσει πεπλουτηκότα, κατά γε τὴν ἐκ τῶν σημαινομένων δύναμιν, τὸ, βασιλεὺς δικαιοσύνης. Ἐν δὲ τῷ βασιλεὺς εἰρῆσθαι Σαλὴμ βασιλεὺς εἰρήνης. Ἥρμοσε δὴ οὖν ὁ θεσπέσιος Παῦλος, ὡς ἐξ ὁμοιώσεως ἤδη σαφοῦς τε καὶ ἐμφανοῦς τοῦ Μελχισεδὲκ, τὰ τοιάδε Χριστῷ. ∆έχεται δὲ τῆς ὑπὲρ νόμον ἰερωσύνης σύμβολον, τὸ κατευλογῆσαι τὸν Ἀβραὰμ, οἶνόν τε καὶ ἄρτους αὐτῷ παρασχεῖν. Εὐλογούμεθα γὰρ οὐχ ἑτέρως παρὰ Χριστοῦ, τοῦ μεγάλου τε καὶ ἀληθοῦς ἱερέως. Εὐλογούμεθα δὲ κατὰ τὸν θεσπέσιον Ἀβραὰμ, εὐσθενέστατα καταγωνισάμενοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ τῆς τῶν πολεμίων χειρὸς ἀμείνους ἀναδεικνύμενοι, καὶ μηδενὸς τῶν ἐν κόσμῳ δεδεημένοι· πλοῦτον δὲ μᾶλλον ἡγούμενοι νοητὸν τὰ παρὰ Θεοῦ, καὶ τὴν εὐκλεᾶ καὶ ἀμάραντον τῶν ἄνωθεν χαρισμάτων διανομήν. Ἐννόει γὰρ ὅτι νενικηκότα τὸν Ἀβραὰμ, καὶ ὑποστρέφοντα μὲν ἐκ τῆς κοπῆς τῶν βασιλέων, καθὰ γέγραπται, οὐκ ἀξιώσαντα δέ τι παρὰ τοῦ Σοδόμων ἄρχοντος εἰς ἰδίαν κτῆσιν ἑλεῖν, εὐλόγησε τὸν Μελχισεδέκ. Ὁ μὲν γὰρ Σοδομιτῶν ἡγούμενος, ὡς νενικηκότι τῷ Ἀβραὰμ ἔφασκε· ∆ός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ· ὁ δὲ μηδενὸς τῶν ἐκείνου μεταποιεῖσθαι διεγνωκὼς, Ἐκτενῶ, φησὶ, τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς· Ἐγὼ ἐπλούτισα τὸν Ἀβραάμ. Χαίρειν γὰρ ἁγίοις ἔθος οὐκ ἐπὶ πλούτῳ κοσμικῷ. Κεκρατηκότες τοίνυν ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν, καὶ οὐδὲν ἀπὸ κόσμου δεχόμενοι, τιμῶντες δὲ μᾶλλον τὸν ἄνωθεν πλοῦτον, εὐλογούμεθα διὰ Χριστοῦ, τοῦ τῆς εἰρήνης βασιλέως. Εὐλογούμεθα δὲ, ξένιον ὥσπερ οὐρανοῦ, καὶ ζωῆς ἐφόδιον δεχόμενοι τὰ μυστικά. Σεσιγήσθω γὰρ τέως, εἰ δοκεῖ· εὐλογούμεθα δὲ παρὰ Χριστοῦ καὶ πρεσβείαις ταῖς ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα. Ὁ μὲν γὰρ Μελχισεδὲκ εὐλόγει τὸν Ἀβραὰμ, οὕτω λέγων· Εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὂς ἔδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ πάντων ἡμῶν ἱλαστήριον, Πάτερ ἅγιε, φησὶ, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου. Οὐκοῦν καὶ ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἁρπάζει τὸ χρήσιμον, εἰς ὑποτύπωσιν τοῦ Χριστοῦ. Καὶ αὐτὸν δὲ τῆς ἱερωσύνης τὸν τρόπον, εἰς παράδειξιν τοῦ πράγματος ἐποιεῖτο σαφῆ. Ἄρτους γὰρ καὶ οἶνον ἐξεκόμιζεν ὁ Μελχισεδέκ. Ὅτι δὲ ἀπάτωρ ἢ ἀμήτωρ ἦν, ἤγουν ἀγενεαλόγητος, ἢ ἀρχὴν ἡμερῶν, ἢ τέλος ζωῆς οὐκ ἔχων ὁ Μελχισεδὲκ, οὐδαμοῦ διαμεμήνυκε τὸ Γράμμα τὸ ἱερόν. Πεφενάκικεν οὖν ἄρα, φαίη τις ἂν ἴσως, ὁ 69.108 θεσπέσιος Παῦλος. Οὐ τοῦτό φαμεν, μὴ γένοιτο· λαλεῖ γὰρ ἀλήθειαν· δέχεται δὲ μᾶλλον ὁ μυσταγωγὸς τεχνίτης, ἀνάγων εἰς τύπον τῆς δόξης τοῦ Ἐμμανουὴλ καὶ τὴν ἐπὶ τούτοις αὐτοῖς οἰκονομικὴν ἀφήγησιν. Ὅτι γὰρ μόνον ἦν ἱερεὺς ὁ Μελχισεδὲκ, ἡ θεόπνευστος ἡμῖν ὑπέφηνε Γραφὴ, γένος οὐκ ὀνομάσασα, ἢ τίνος ἐξέφυ πατρὸς ἢ μητρός· ἀλλ' οὐδὲ εἰς πόσον ἐτῶν κατέληξεν ἀριθμὸν, ἢ ποίας ἔχων εὑρίσκεται τῆς ἱερωσύνης τὰς διαδοχὰς προσθεῖσαν εὑρίσκομεν. Ὑποπλάττεται τοίνυν ἡ τῶν τοσούτων ἡμῖν ἀφήγησις, οἱονεί πως τὸ διηνεκὲς καὶ ἄναρχον τοῦ Χριστοῦ, καθὸ νοεῖται Θεός. Ἄναρχον δέ φημι, τὸ ὡς ἐν ποσότητι, δηλονότι τῇ κατὰ χρόνον. Αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής. Ὑπεμφαίνει δὲ πρὸς τούτῳ καὶ τὸ ἀκατάληκτον τῆς ἱερωσύνης. ∆ιὰ τοῦτό φησιν ὁ μακάριος Παῦλος περὶ τοῦ Μελχισεδὲκ, ὅτι μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει εἰς τὸ διηνεκὲς ἱερεύς. Ἔοικε δὲ καὶ ἕτερόν τι σοφὸν βεβουλεῦσθαι πάλιν· καὶ τί δὴ τοῦτό ἐστιν, ὡς ἂν οἷός τε ὦ, διειπεῖν πειράσομαι. ιʹ. Ἀντέπραττον οἱ Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, καὶ τῶν ἀποστολικῶν σπουδασμάτων μονονουχὶ καταμειδιᾷν ἐτόλμων, δύο ταῦτα προτείνοντες· ἒν μὲν, ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πατράσι διωρισμένην διὰ φωνῆς τοῦ πανσόφου