Expositio in Psalmos Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τοὺς ψαλμούς.

 προανεφώνει γὰρ ὁ νόμος, ὅτι τοῖς ἐξ ἐθνῶν ἀναμὶξ ἔμελλον οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες τὰς τῆς αἰνέσεως θυσίας προσκομίζειν τῷ Θεῷ.

 Ἰστέον δὲ ὅτι οἱ μὲν τῶν ψαλμῶν, ὡς ἤδη φθάσας προεῖπον, σαφῶς τε καὶ ἐναργῶς τὸ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ λαλοῦσι μυστήριον, οἱ δὲ προσωποποιΐα

Ἰστέον δὲ ὅτι οἱ μὲν τῶν ψαλμῶν, ὡς ἤδη φθάσας προεῖπον, σαφῶς τε καὶ ἐναργῶς τὸ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ λαλοῦσι μυστήριον, οἱ δὲ προσωποποιΐας ἐπέχουσι δύναμιν. εἰσφέρεται γὰρ ὁ δέ τις τυχὸν τὰ ἐφ' οἷς εὖ πέπονθεν ἀνατιθεὶς χαριστήρια καὶ τὴν τῆς αἰνέσεως ἀποπληρῶν θυσίαν· ὁ δὲ πάσχων ὑπὲρ εὐσεβείας διωγμούς τε καὶ θλίψεις καὶ πειρασμοὺς ὑπομένων καὶ τῆς ἄνωθεν ἐπικουρίας γλιχόμενος· ἕτερος δέ τις ἀνδρισάμενος καὶ νενικηκὼς καὶ τῆς τῶν ἀνθεστηκότων αὐτῷ κατευμεγεθήσας ἰσχύος· ὁ δὲ τοῖς τῆς ἁμαρτίας καὶ τοῖς τῶν παθῶν χειμῶσιν ἐνισχημένος καὶ παρὰ τοῦ σώζειν εἰδότος τὸν ἔλεον αἰτῶν. εἰσὶ δὲ καὶ οἳ ἀφήγησιν ἔχουσι καὶ διδα σκαλίαν ἐννομωτάτης τε καὶ ἐπιεικοῦς πολιτείας, καὶ ὅπως ἄν τις διαβιῴη λαμπρῶς, ἀλλὰ καὶ πραγμάτων ἀρχαιοτέρων εἰς δόξαν Θεοῦ γεγονότων ποιοῦνται τὴν ἀνάμνησιν. ἅπαντα δὲ ταυτὶ πλείστην ὅσην τὴν ὄνησιν ἐνεργάσεται καὶ τεχνίτας ἀποφανεῖ πρὸς πᾶν ἔργον ἀγαθὸν τοὺς ἀκριβεῖ διανοίας ὄμματι τῆς εὐαγοῦς πολιτείας περιαθρεῖν ἐθέλοντας τὴν ὁδόν.