Expositio in Psalmos Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τοὺς ψαλμούς.

 προανεφώνει γὰρ ὁ νόμος, ὅτι τοῖς ἐξ ἐθνῶν ἀναμὶξ ἔμελλον οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες τὰς τῆς αἰνέσεως θυσίας προσκομίζειν τῷ Θεῷ.

 Ἰστέον δὲ ὅτι οἱ μὲν τῶν ψαλμῶν, ὡς ἤδη φθάσας προεῖπον, σαφῶς τε καὶ ἐναργῶς τὸ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ λαλοῦσι μυστήριον, οἱ δὲ προσωποποιΐα

προανεφώνει γὰρ ὁ νόμος, ὅτι τοῖς ἐξ ἐθνῶν ἀναμὶξ ἔμελλον οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες τὰς τῆς αἰνέσεως θυσίας προσκομίζειν τῷ Θεῷ.

Ηὕρητο τοίνυν ἐκ νόμου τὸ χρῆμα, τὸ δοξολογεῖσθαί φημι τὸν τῶν ὅλων Θεὸν ἐν τῷ ἁγίῳ ναῷ· ἐτετάχατο δὲ εἰς τοῦτο χοροί τε καὶ χοροστάται, ᾠδοὶ καὶ ἱεροψάλται ἀπὸ τῶν υἱῶν Λευί, ἀνεκόμιζόν τε τὰς εἰς Θεὸν ὑμνωδίας πρωΐ τε καὶ ἐν ἑσπέρᾳ καταθυομένων τῶν ἀμνῶν καὶ θυμιωμένου τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος. γέγραπται γὰρ ἐν τῇ Ἐξόδῳ οὕτως· Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν. περὶ δέ γε τοῦ θυμιάματος οὕτως ἔφη· Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων. προσεπάγει δὲ τούτοις· Καὶ καθίσει ἐπ' αὐτῷ λεπτὸν τὸ πρωῒ πρωΐ, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους· ὀψέ, θυμιάσει ἐπ' αὐτοῦ θυμίαμα ἐνδελεχισμοῦ διαπαντὸς ἐναντίον Κυρίου εἰς τὰς γενεὰς αὐτῶν. καὶ ἡ μὲν τῶν ἀμνῶν θυσία κατασημαίνοιεν ἂν τὸν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τεθύσθαι Χριστὸν καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεκομίσθαι τῷ Θεῷ καὶ Πατρί· ἀλλὰ καὶ ἡ τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος ἀναφορὰ τοῦτο δὴ πάντως ὑπεμφαίνοιεν ἄν, ἐνδελεχὴς γὰρ καὶ ἀδιάλειπτος ἡ θυσία· ἀεὶ γὰρ εὐώδης νοητὸς ὁ Ἐμμανουήλ, ὀσμὴ τῆς γνώσεως ὢν τοῦ Θεοῦ καὶ Πατρός, καὶ μεστὴν αὐτοῦ τὴν ἁγίαν ἀποφαίνων σκηνὴν τουτέστι τὴν Ἐκκλησίαν.

Ἦδον τοιγαροῦν, ὡς ἔφην, τῆς τῶν ἀμνῶν θυσίας ἐπιτελουμένης, καὶ ἐφ' ἁπάσαις δὲ ταῖς ἑτέραις θυσίαις ἁρμοδίως ἑκάστῃ κατὰ τὸ εἰκός· γέγραπται γὰρ οὕτως ἐν τῇ πρώτῃ Παραλειπομένων· Καὶ οἱ Λευΐται ἦσαν αἴροντες τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς· ὅτι καὶ ἐν τοῖς λόγοις ∆αυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς τῶν υἱῶν Λευῒ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ἀαρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια, καὶ ἐπὶ τὸν καθαρισμὸν πάντων τῶν ἁγίων, καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ Θεοῦ, καὶ εἰς τοὺς ἄρτους τῆς προθέσεως, εἰς τὴν σεμίδαλιν τῆς θυσίας, καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα, καὶ εἰς τήγανον, καὶ εἰς τὴν πεφυραμένην, καὶ εἰς πᾶν μέτρον· καὶ τοῦ στῆναι πρωῒ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ οὕτως τὸ ἑσπέρας· καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριθμόν, κατὰ τὴν κρίσιν ἐπ' αὐτοῖς διὰ παντὸς τῷ Κυρίῳ.

Ὅτι δὲ ἀπόλεκτοί τινες ἦσαν τῶν ἐξ αἵματος Λευῒ τεταγμένοι πρὸς τὰς ᾠδάς, πιστώσεται πάλιν τὸ γράμμα τὸ ἱερόν, ἔχει γὰρ οὕτως ἐν ταῖς Παραλειπομέναις· Καὶ ἔστησε ∆αυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθοὺμ τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις. ᾖδον μὲν οὖν οἱ περὶ ὧν ὁ λόγος, κατὰ ῥυθμὸν οἶμαί που τὸν ἐγχώριον καὶ τοῖς Ἑβραίων δήμοις ἐντριβῆ συντεθειμένων αὐτοῖς τῶν ψαλμῶν. φασὶ δὲ τοὺς μὲν αὐτῶν συνθεῖναί τε καὶ ᾆσαι δι' ἑαυτοῦ τὸ θεῖον καταλαβόντα νεὼν τὸν θεσπέσιον ∆αυίδ, τινὰς δὲ δὴ πάλιν τοὺς ψαλμῳδοὺς ἱερέας ὄντας καὶ ἁγίους καὶ πνεῦμα χάριτος ἔχοντας τῆς προφητικῆς. ταύτῃ τοι καὶ γεγράφθατο σαφῶς οἱ μὲν τοῦ ∆αυίδ, οἱ δὲ τῷ ∆αυίδ, ἀνατιθέντων τάχα που τῶν γεγραφότων αὐτοὺς ὡς εὑρετῇ καὶ πρώτῳ τῆς ψαλμῳδίας τῷ μακαρίῳ ∆αυίδ, ἢ καί (ὅπερ, ὥς γε οἶμαι, φαίνεται καὶ νοεῖν πρεπωδέστερον) τὴν τῆς ᾠδῆς δύναμιν ἀναφέροντες εἰς Χριστόν, ὠνόμασται γὰρ ἐν τοῖς ἱεροῖς γράμμασιν καὶ ∆αυὶδ διά τοι τὸ ἐξ αἵματος κατὰ σάρκα γενέσθαι τοῦ μακαρίου ∆αυίδ. καὶ γοῦν γέγραπται περὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐν ἐσχάτοις καιροῖς μεταγνώσονται καὶ αὐτοί, καὶ κεκλήσονται διὰ πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ. Καὶ μετὰ ταῦτα, γάρ φησιν, ἐπιστρέψουσιν υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν καὶ ∆αυὶδ τὸν βασιλέα αὐτῶν.