Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
οὕτως εὐκλεᾶ καὶ ἐξαίρετον λαχόντες τιμὴν, ἄπιστοι γεγόνασι, καὶ ἀποστάται θρασεῖς, καὶ ἀτιμαγέλαι δεινοὶ καὶ ἀγέρωχοι. Καί τοι δέον ἀσμενέστατα προσελθεῖν τῇ χάριτι, καὶ κα- τακερδάναι τὴν πίστιν, καὶ τὰ ἐξ αὐτῆς ἀγαθὰ, τοῦτο μὲν οὐκ ἔδρων, πόθεν; ἀντανίσταντο δὲ, κα- λοῦντι πρὸς σωτηρίαν δυσφημοῦντες ἀφυλάκτως, ἀκαθέκτως λοιδοροῦντες· καὶ τί γὰρ οὐ τῶν δεινῶν ἀποφθεγγόμενοι ἀνέδην, καὶ τελευταῖον ἐσταύρωσαν. Οὐκοῦν τό γε ἧκον εἰς τὸ τῶν ἀπειθούντων ἀπηνὲς, καὶ τὴν ἐκτόπως αὐτοῖς μελετηθεῖσαν ἀντιλογίαν, κενῶς κεκοπίακεν ὁ Σωτὴρ, καὶ εἰς μάταιον, καὶ εἰς οὐδὲν ἔδωκε τὴν ἰσχὺν αὐτοῦ. Οὐ γὰρ ἠνέσχετο, καθ- άπερ ἔφην ἀρτίως, τῶν ἱερῶν αὐτοῦ κηρυγμάτων ὁ ἀπόπληκτος Ἰσραήλ· οὐ τετίμηκεν αὐτοῦ τὸν κόπον. Κόπος γὰρ ἦν τῷ Λόγῳ τὸ γενέσθαι καθ' ἡμᾶς, καὶ τῆς ἀνθρωπίνης ἀνασχέσθαι μικροπρεπείας. Ἀλλ' ἡ κρίσις μου, φησὶν, ὁ Πατὴρ, οὓς δεδαπάνηκα πό- νους ὑπέρ γε τῆς αὐτῶν σωτηρίας. ∆ιὰ τοῦτο, καὶ ἡ κρίσις ἐξενήνεκται παρ' αὐτοῦ. Ποία δὲ ἡ κρίσις ἦν; Ἐκβέβληνται τῆς πρὸς αὐτὸν οἰκειότητος, ἐξ- ώσθησαν τοῦ εἶναι λαὸς Θεοῦ, ἀμέτοχοι γεγόνασι τῆς παρ' αὐτοῦ σωτηρίας, ἄγευστοι μεμενήκασι τῆς τῶν ἁγίων ἐλπίδος, εἰσκέκληνται δὲ ἀντ' ἐκείνων τῶν ἐθνῶν ἡ πληθύς. Καὶ ἀντὶ τῶν παρ' αὐτοῖς ποιμένων, ἕτεροι κεχειροτόνηνται δίκαιοι, καὶ θεοφιλεῖς, καὶ σπουδασμάτων εὐαγῶν ἐπιμεληταὶ, καὶ λαῶν ἡγεῖ- σθαι δυνάμενοι φωστῆρες ἐν κόσμῳ λόγον ἐπέχοντες ζωῆς, καθά φησιν ὁ πάνσοφος Παῦλος. Βούλει τὴν κρίσιν ἰδεῖν τοῦ Πατρὸς, ἤτοι τὴν ἐπ' ἐκείνοις ψῆφον, ἄκουε τοῦ Σωτῆρος λέγοντος τοῖς τῶν Ἰουδαίων καθ- ηγηταῖς· "6Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν."6 Εἶτά φησιν· "6Πέπομφε δούλους ἀποληψομένους τοὺς καρ- ποὺς, καὶ πάντες κεκινδυνεύκασιν. Ἐπειδὴ δὲ ὕστε- 70.1044 ρον ἀπέστειλε τὸν υἱὸν, καὶ αὐτὸν ἑωρακότες, φησιν, εἶπον· Οὗτός ἐστιν ὁ κληρονόμος ἐν ἑαυτοῖς, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κλη- ρονομίαν αὐτοῦ. Καὶ δὴ καὶ ἀπεκτόνασι."6 Ταύτης ῥηθείσης αὐτοῖς τῆς παραβολῆς, εἴρηται πάλιν ὁ Κύριος λέγων· "6Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπε-λῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Οἱ δὲ πρὸς αὐτόν· Κακῶς κακοὺς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσει ἑτέροις, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Καὶ πρός γε ταῦτά φησιν ὁ Χριστός· ∆ιὰ τοῦτο λέγω ὑμῖν, ἀρθή- σεται ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθή- σεται ἔθνει ἑτέρῳ ποιοῦντι τοὺς καρποὺς αὐτῆς."6 Ὃ δὴ καὶ εἰς πέρας ἐνήνεκται. Τέθεινται γὰρ ἕτε- ροι τῶν ἀμπελώνων μελεδωνοὶ, καὶ σοφοὶ γηπόνοι, τοῦτ' ἔστιν, οἱ θεσπέσιοι μαθηταί. Ἐπὶ τούτων ὑε- τοὺς ἡμῖν αἱ νεφέλαι καθῆκαν, καίτοι τὸν Ἰουδαϊκὸν ἀμπελῶνα μηκέτι κατάρδειν κεκελευσμέναι. Ἐπὶ τούτων οὐκ ἀκάνθας μᾶλλον, ἀλλὰ σταφυλὴν τετρύ- γηκεν ὁ Χριστός. ∆εδιδάγμεθα γὰρ λέγειν, ὅτι "6Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς."6 Φαίη δ' ἄν τις, καὶ ἑτέρως, ὅτι γέγονεν ἐν ὀφθαλμοῖς τοῦ Πατρὸς ὁ πόνος τοῦ Υἱοῦ, καὶ κρίσις ἐκβέβηκεν ὀρθή. Καί μοι πάλιν ἄθρει τοῦ λόγου τὴν δύναμιν, ἐννοήσας τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἡμῖν ὁ πάνσοφος Παῦλος διατρανοῖ λέ- γων· "6Ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὄντα τὸν Υἱὸν, οὐχ ἁρπαγμὸν ἡγήσασθαι τὸ εἶναι ἴσα Θεῷ, ἑαυτὸν δὲ κενῶσαι, καὶ ὑπήκοον γενέσθαι τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· ταύτης τε ἕνεκα τῆς αἰτίας ὑπερυψοῦσθαί τε καὶ τὸ ὄνομα αὐτῷ χαρισθῆναι τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνό- ματι αὐτοῦ πᾶν γόνυ κάμψῃ,"6 Ἦν μὲν γὰρ, καὶ ἔστι Θεὸς Λόγος. Ἐπειδὴ δὲ κεχρημάτικεν ἄνθρωπος, καὶ γέγονε τοῦτο κατὰ ἀλήθειαν, εἰς τὴν ἑαυτοῦ δόξαν ἀναβέβηκε μετὰ σαρκός. Ἐγνώσθη γὰρ ὅτι Θεός ἐστι, καὶ πεπόνηκεν οὐκ εἰκῆ. Γέγονε γὰρ εἰς δόξαν αὐτῷ τῆς οἰκονομίας ὁ τρόπος, οὐκ εἰς εὔηθές τι, καὶ ξένον ἀνατιθεὶς αὐτὸν, ἀλλὰ Σωτῆρα, καὶ Λυτρω- τὴν ἀποφήνας τῆς ὑπ' οὐρανὸν, ὃ δὴ καὶ