Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
γράμ- μασι νόμος, καταίρει λοιπὸν εἰς τέλος, μεταπλαττο- μένης, ὡς ἔφην, εἰς τὰ ἀμείνω καὶ πνευματικὴν πολιτείαν τῆς τῶν πιστευόντων διανοίας. Καινὰ γὰρ πάντα τὰ ἐν Χριστῷ. Ἀλλὰ καίτοι καταπείθεσθαι δέον αὐτῷ, καὶ πρό γε τῶν ἄλλων τῆς Ἰουδαίων συν- αγωγῆς τοὺς προεστηκότας, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν οὐ μετρίως κομπάζοντας, ἐκ τῶν ἐναν- τίων ἀντεφέροντο νεανικῶς, ἀντέπραττον ἀφοσίως, καὶ τὸν διὰ τοῦ πανσόφου Μωσέως ἀεὶ λαλοῦντες νό- μον, ἄπρακτον ἀποφαίνειν ἤθελον τό γε ἧκον εἰς αὐ- τοὺς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὸ μυστήριον. Ἀλλ' ἦν ἀνέφικτον αὐτοῖς τοῦτο δρᾷν, ἀντ- εξάγοντες δὲ τῷ πάντων Σωτῆρι καὶ Θεῷ τὸ οἰκεῖον θέλημα, κακοὶ κακῶς διολώλασι, τοῦτο μὲν ἀλλήλοις ἐπιφυόμενοι, καὶ τὸν πολέμου νόμον ἐπιβουλεύοντες, τοῦτο δὲ ταῖς Ῥωμαίων περιπεσόντες χερσὶν, οἳ καὶ αὐτὸν ἐνέπρησαν τὸν ναόν. Ἰδοὺ τοίνυν ὁ ∆εσπότης Κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος. Κύριον Σαβαὼθ ὀνομάζει τὸν συνταράσσοντα, καταπτοῶν τοῖς δείμασι τοὺς ἀκροωμένους, ἵνα μή τις οἴηται τάχα που, καὶ ἀσθενήσειν αὐτὸν, ἢ καὶ ἀνηνύτοις ἀπειλαῖς κεχρῆσθαι μᾶλλον, καὶ οὐχὶ δὴ πάντως ἐκβησομέναις εἰς πέρας. Τί γὰρ ἀνήνυτον ἔσται τῶν ἐγχειρουμένων παρὰ Κυρίου Σαβαώθ; Συντριβήσεσθαι δέ φησι τοὺς ὑψηλοὺς τῇ ὕβρει. Ὑψηλοὶ γὰρ ὄντως τῇ ὕβρει γεγόνασιν, οὐ προφήτας ἁγίους ἀποκτείναντες μόνον, καὶ τοῖς κάλλιστα συμ- βουλεύουσιν ἀνέδην λέγοντες· "6Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,"6 ἀλλὰ γὰρ καὶ αὐτῷ τὴν γλῶτταν ἐπιθήγοντες τῷ Χριστῷ, καὶ τὸ κέρας μὲν εἰς ὕψος ἐπαίροντες, ἀδικίαν δὲ λα- λοῦντες κατὰ τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον. Ἀλλ' οὗτοι ταπεινωθήσονται, φησὶ, καὶ πεσοῦνται μαχαίρᾳ. ∆ιολώλασι γὰρ, ὡς ἔφην, τοῦτο μὲν τομωτάτην ἐπι- φέροντος αὐτοῖς τὴν ὀργὴν, καὶ οἷον ὀξείᾳ μαχαίρᾳ δαπανῶντος αὐτοὺς τοῦ Θεοῦ, καὶ τῶν τῆς δικαιοσύ- νης ἀποκείροντος αὐχημάτων, καὶ τοῦ καθηγεῖσθαι λαῶν ἀποπέμποντος, ἤγουν καὶ καθ' ἕτερον τρόπον, μαχαίρᾳ πεσεῖσθαί φησιν αὐτοὺς, τῇ τῶν πολεμίων δηλονότι, καθάπερ ἔφην ἀρτίως. Ἀλλὰ καὶ ὁ Λίβα- νος, φησὶ, σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Λίβανον ἐν τούτοις κατά γε τὸ εἰκὸς ὀνομάζει τὸν νεὼν, 70.309 ὃς καθῄρηται, καὶ ἐμπέπρησται, πέπτωκέ τε ὁμοῦ τοῖς ὑψηλὴν ἔχουσι τὴν ὀφρύν. Ὑπέροπτος γὰρ ἀλη- θῶς ὅ τε τῶν ἱερέων ἐσμὸς, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ὁ Ἰσραὴλ, τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ἀτι- μάσας. Εὑρήσομεν δὲ καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ Λίβανον ὠνομασμένην. Καὶ γοῦν ὁ προφήτης Ζαχα- ρίας ἔφη που πρὸς αὐτήν· "6∆ιάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου."6 Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος· ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμός σου ὁ σύμφυτος. Ἐπειδὴ γὰρ ὄρει τῷ Λιβά- νου παρεικάζων τὴν Ἱερουσαλὴμ, οὕτως ὠνόμαζεν αὐτὴν, ἀναγκαίως τῆς τοῦ λόγου τροπῆς πιθανῶς ἐχόμενος, κέδροις καὶ δρυμῷ συμφύτῳ, τούς τε ἐν αὐτῇ λαοὺς, καὶ μέν τοι τοὺς ἡγουμένους ὀνομάζει χρησίμως, οἷς καὶ ὀλολύζειν διακελεύεται, διάτοι τὸ δρυμῶν δίκην ἐπιπηδᾷν αὐτοῖς τοὺς ὠλοθρευκότας. Εἰ δὲ δή τις ἕλοιτο κεκρυμμένης ἅψασθαι θεωρίας, καὶ τὴν τῶν προκειμένων ἐφαρμόσαι δύναμιν αὐτῷ τε τῷ Σατανᾷ, καὶ ταῖς ὑπ' αὐτὸν δυνάμεσι ταῖς ἀλιτηρίαις, οὐδὲ οὗτος ἔξω τοῦ εἰκότος βαδιεῖται σκοποῦ. Συνετρίβη δὲ καὶ ἀπόλωλε τῶν δαιμονίων τὸ φιλο- κακοῦργον στῖφος, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης, ὁ ὑψηλὸς, καὶ ὑπέροφρυς, καὶ οἷον ὄρει τῷ Λιβάνῳ παρεικασμένος. Πρὸ γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας περιφανής τις ἦν ἅπασι, καὶ ἄτοπος πανταχῆ προσκυνούμενος, καὶ τὴν τῆς θεότητος δόξαν ἁρπάσας ἐφ' ἑαυτῷ. 9Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύ- σεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σο- φίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ.9 Προεγνωκὼς ὁ προφήτης διὰ τῆς ἄνωθεν δᾳδου- χίας τὰ ἐσόμενα σαφῆ