Καρχηδόνος αὐτῆς κατασκαφήν, ἣν εἰ θέμις ὑμῖν ἐστιν ἀνελεῖν, πῶς ἐλευθέραν ἔτι ἀφήσετε ἢ αὐτόνομον, ὡς ἐλέγετε; Τάδε μὲν εἴχομεν εἰπεῖν περὶ τῶν προτέρων συνθηκῶν καὶ περὶ τῶν πρὸς ὑμᾶς γενομένων. εἰ δὲ καὶ τούτων οὐκ ἀνέξεσθε, παρίεμεν ἅπαντα, καί, ὃ τοῖς ἀτυχοῦσίν ἐστι λοιπόν, ὀδυρόμεθα καὶ δεόμεθα. πολλὴ δ' ἱκεσία δι' ἀφθονίαν κακῶν· ὑπέρ τε γὰρ πόλεως παρακαλοῦμεν ἀρχαίας χρησμοῖς μετὰ θεῶν συνῳκισμένης, καὶ ὑπὲρ δόξης ἐπὶ μέγα προελθούσης, καὶ ὀνόματος ἐπιφοιτήσαντος ἐπὶ τὴν γῆν ὅλην, ὑπέρ τε ἱερῶν τῶν ἐν αὐτῇ τοσῶνδε καὶ θεῶν οὐδὲν ἀδικούντων, οὓς μὴ πανηγύρεις ἀφέλησθε καὶ πομπὰς καὶ ἑορτάς, μηδὲ τοὺς τάφους τὰ ἐναγίσματα, οὐδὲν ὑμῖν ἔτι τῶν νεκρῶν ἐπιζημίων ὄντων. εἰ δὲ καὶ ἡμῶν ἐστιν ἔλεος (φατὲ δὲ ἡμᾶς ἐλεεῖν, οἳ συγχωρεῖτε μετοικίσασθαι), φείσασθε πολιτικῆς ἑστίας, φείσασθε ἀγορᾶς, φείσασθε βουλαίας θεοῦ πάντων τε τῶν ἄλλων, ὅσα τοῖς ἔτι ζῶσι τερπνὰ καὶ τίμια. τί γὰρ δὴ καὶ δέος ἐστὶν ὑμῖν ἔτι Καρχηδόνος, οἳ καὶ τὰς ναῦς ἔχετε ἡμῶν καὶ τὰ ὅπλα καὶ τοὺς ἐπιφθόνους ἐλέφαντας; περὶ δὲ τῆς ἀνοικίσεως, εἴ τῳ δοκεῖ τοῦτο ἐς παρηγορίαν ἡμῖν προτίθεσθαι, ἔστι καὶ τόδε ἀμήχανον ἀνδράσιν ἐς ἤπειρον ἀνοικίσασθαι θαλασσοβιώτοις, ὧν ἄπειρον πλῆθος ἐργάζεται τὴν θάλασσαν. δίδομεν δ' ὑμῖν ἀντίδοσιν αἱρετωτέραν ἡμῖν καὶ εὐκλεεστέραν ὑμῖν· τὴν μὲν πόλιν ἐᾶτε τὴν οὐδενὸς ὑμῖν αἰτίαν, αὐτοὺς δὲ ἡμᾶς οὓς ἀνοικίζετε, εἰ θέλετε, 554 διαχρήσασθε. οὕτω γὰρ ἀνθρώποις δόξετε χαλεπαίνειν, οὐχ ἱεροῖς καὶ θεοῖς καὶ τάφοις καὶ πόλει μηδὲν ἀδικούσῃ. ∆όξης δ' ἀγαθῆς καὶ εὐσεβοῦς ἐφίεσθε, ὦ Ῥωμαῖοι, παρὰ πάντα ἔργα, καὶ μετριοπάθειαν ἐν τοῖς εὐτυχήμασιν ἐπαγγέλλεσθε, καὶ τοῦθ' οἷς ἂν ἀεὶ λάβητε καταλογίζεσθε. μή, πρὸς ∆ιὸς καὶ θεῶν τῶν τε ἄλλων καὶ ὅσοι Καρχηδόνα ἔτι ἔχουσί τε καὶ μή ποτε μνησικακήσαιεν ὑμῖν μηδὲν παισὶν ὑμετέροις, μὴ ἀγαθὴν δόξαν ὑμῶν αὐτῶν ἐν ἡμῖν πρώτοις διαβάλητε μηδὲ τοιῷδε ἔργῳ τὴν εὔκλειαν ὑμῶν καταμιάνητε, χαλεπῷ μὲν ἐργασθῆναι, χαλεπῷ δὲ ἀκουσθῆναι, παρά τε πρώτοις ὑμῖν ἐξ ἅπαντος τοῦ βίου γενησομένῳ. πόλεμοι γὰρ πολλοὶ μὲν Ἕλλησιν ἐγένοντο καὶ βαρβάροις, πολλοὶ δὲ ὑμῖν, ὦ Ῥωμαῖοι, πρὸς ἑτέρους· καὶ οὐδείς πω κατέσκαψε πόλιν χεῖράς τε πρὸ μάχης καθιεῖσαν καὶ ὅπλα καὶ τέκνα παραδοῦσαν καί, εἴ τις ἔστιν εἰς ἀνθρώπους ἄλλη ζημία, καὶ ταύτην παθεῖν ὑπομένουσαν. προφέροντες δ' ὑμῖν ὁρκίους θεοὺς καὶ τύχην ἀνθρώπειον καὶ τὴν φοβερωτάτην τοῖς εὐτυχοῦσι Νέμεσιν δεόμεθα μήτε ἐς τὴν ὑμετέραν εὐπραγίαν ὑμᾶς ὑβρίσαι, μήτε τὰς ἡμετέρας συμφορὰς ἐς ἀνήκεστον προαγαγεῖν, συγχωρῆσαι δ', εἰ μὴ δίδοτε τὴν πόλιν ἔχειν, ἔς γε τὴν σύγκλητον ἔτι πρεσβεῦσαι περὶ αὐτῆς καὶ δεηθῆναι. βραχὺ δ' ὁρᾶτε τὸ διάστημα τοῦ χρόνου, βάσανον μὲν ἡμῖν φέρον μακρὰν ἐν ὀλίγῳ διὰ τὴν τῶν ἐσομένων ἀμφιβολίαν, ὑμῖν δὲ τὸ μὲν ἀσφαλὲς ἴσον, ἢ νῦν ἢ μετ' ὀλίγον τὰ δοκοῦντα δρᾶν, τὸ δ' εὐσεβὲς καὶ φιλάνθρωπον ἐπιγίγνεται. Τοιαῦτα μὲν εἶπεν ὁ Βάννων, οἱ δὲ ὕπατοι δῆλοι μὲν ἦσαν ἐσκυθρωπακότες παρὰ πάντα τὸν λόγον ὅτι μηδὲν ἐνδώσουσιν αὐτοῖς, παυσαμένων δὲ ὁ Κηνσωρῖνος ἔλεξεν· περὶ μὲν ὧν ἡ σύγκλητος προσέταξεν, τί δεῖ πολλάκις λέγειν; προσέταξε γάρ, καὶ χρὴ γενέσθαι· οὐδὲ ἀναθέσθαι δυνάμεθα τὰ ἤδη κεκελευσμένα γενέσθαι. ταῦτα δ' εἰ μὲν ὡς ἐχθροῖς ἐπεκελεύομεν, ἔδει μόνον εἰπεῖν καὶ ποιεῖν ἀναγκάζειν· ἐπεὶ δὲ ἐπ' ὠφελείᾳ τινί, τάχα μέν τι καὶ ἡμῶν, τὸ δὲ πλέον ὑμῶν, ὦ Καρχηδόνιοι, γίνεται, οὐκ ὀκνήσω καὶ τοὺς λογισμοὺς ὑμῖν εἰπεῖν, ἢν δύνησθε πεισθῆναι μᾶλλον ἢ βιασθῆναι. ἡ θάλασσα ὑμᾶς ἥδε μεμνημένους τῆς ἐν αὐτῇ ποτε ἀρχῆς καὶ δυνάμεως ἀδικεῖν ἐπαίρει καὶ ἀπὸ τοῦδε ἐς συμφορὰς περιφέρει. Σικελίᾳ τε γὰρ δι' αὐτὴν ἐπεχειρήσατε καὶ 555 Σικελίαν ἀπωλέσατε, ἔς τε Ἰβηρίαν διεπλεύσατε καὶ Ἰβηρίαν ἀφῄρησθε, ἔν τε ταῖς συνθήκαις ἐληίζεσθε τοὺς ἐμπόρους καὶ τοὺς ἡμετέρους μάλιστα, ἵνα λανθάνοιτε, κατεποντοῦτε, ἕως ἁλόντες ποινὴν ἡμῖν ἔδοτε Σαρδώ. οὕτω καὶ Σαρδοῦς ἀφῃρέθητε διὰ τὴν θάλασσαν, ἣ πέφυκε πείθειν ἅπαντας ἀεὶ τοῦ πλέονος ὀρέγεσθαι διὰ τὴν ἐν αὐτῇ ταχυεργίαν. ὃ καὶ Ἀθηναίους, ὅτ' ἐγένοντο ναυτικοί, μάλιστα ηὔξησέ τε καὶ καθεῖλεν· ἔοικε γὰρ τὰ θαλάσσια τοῖς ἐμπορικοῖς κέρδεσιν, ἃ καὶ τὴν αὔξησιν ἔχει καὶ τὴν ἀπώλειαν ἀθρόαν. ἴστε γοῦν αὐτοὺς ἐκείνους, ὧν ἐπεμνήσθην, ὅτι τὴν ἀρχὴν ἐπὶ τὸν Ἰόνιον ἐπεκτείνοντες ἐς τὴν Σικελίαν οὐ πρὶν ἀπέστησαν τῆς πλεονεξίας, πρὶν τὴν ἀρχὴν ἅπασαν ἀφαιρεθῆναι καὶ λιμένας καὶ ναῦς παραδοῦναι τοῖς πολεμίοις καὶ φρουρὰν ἐνδέξασθαι τῇ πόλει καὶ τὰ τείχη σφῶν αὐτοὶ τὰ μακρὰ καθελεῖν καὶ