ὑποτοπουμένῳ κατέδυσαν κἀκεῖνον καὶ ἄλλους πολλούς. πυθόμενοι δὲ ταῦθ' οἱ Ῥωμαῖοι χαλεπῶς μέν, ὥσπερ οὖν εἰκός, ἔφερον, οὐ μὴν καὶ στρατεῦσαι ἐπ' αὐτοὺς εὐθὺς ἠθέλησαν. πρέσβεις μέντοι, τοῦ μὴ κατασεσιωπηκέναι δόξαι κἀκ τούτου θρασυτέρους αὐτοὺς ποιῆσαι, ἔστειλαν. καὶ αὐτοὺς οἱ Ταραντῖνοι οὐχ ὅπως καλῶς ἐδέξαντο ἢ τρόπον γέ τινα ἐπιτήδειον ἀποκρινάμενοι ἀπέπεμψαν, ἀλλ' εὐθύς, πρὶν καὶ λόγον σφίσι δοῦναι, γέλωτα τά τε ἄλλα καὶ τὴν στολὴν αὐτῶν ἐποιοῦντο. ἦν δὲ ἡ ἀστική, ᾗ κατ' ἀγορὰν χρώμεθα· ταύτην γὰρ ἐκεῖνοι εἴτ' οὖν σεμνότητος ἕνεκα εἴτε καὶ διὰ δέος, ἵν' ἔκ γε τούτου αἰδεσθῶσιν αὐτούς, ἐσταλμένοι ἦσαν. κατὰ συστάσεις τε οὖν κωμάζοντες ἐτώθαζον (καὶ γὰρ καὶ τότε ἑορτὴν ἦγον, ὑφ' ἧς καίτοι μηδένα χρόνον σωφρονοῦντες ἔτι καὶ μᾶλλον ὕβριζον), καὶ τέλος προσστάς τις τῷ Ποστουμίῳ καὶ κύψας ἑαυτὸν ἐξέβαλε καὶ τὴν ἐσθῆτα αὐτοῦ ἐκηλίδωσεν. θορύβου δὲ ἐπὶ τούτῳ παρὰ πάντων τῶν ἄλλων γενομένου, καὶ τὸν μὲν ἐπαινούντων ὥσπερ τι θαυμαστὸν εἰργασμένον, ἐς δὲ δὴ τοὺς Ῥωμαίους πολλὰ καὶ ἀσελγῆ ἀνάπαιστα ἐν ῥυθμῷ τοῦ τε κρότου καὶ τῆς βαδίσεως ᾀδόντων, ὁ Ποστούμιος· γελᾶτε, ἔφη, γελᾶτε, ἕως ἔξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον, ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε. 5. Ὅτι ὁ Πύρρος πρέσβεις ὑπὲρ τῶν αἰχμαλώτων ἄλλους τε καὶ τὸν Φαβρίκιον προσιέναι πυθόμενος φρουράν τε σφίσι πρὸς τὰ μεθόρια, μὴ καὶ βίαιόν τι ὑπὸ τῶν Ταραντίνων πάθωσιν, ἔπεμψε καὶ μετὰ τοῦτο καὶ ἀπήντησεν, ἔς τε τὴν πόλιν αὐτοὺς ἐσαγαγὼν καὶ ἐξένισε λαμπρῶς καὶ τἄλλα ἐδεξιώσατο, ἐλπίσας σπονδῶν τε δεῖσθαι καὶ ὁμολογίαν, οἵαν ἡττηθέντας εἰκὸς ἦν, ποιήσεσθαι. 6. Ὅτι οἱ Ῥωμαῖοι τοὺς Ἰσσαίους προσχωρήσαντας αὐτοῖς, 83 ἀνθυπουργεῖν τι εὐθὺς τούτοις προθύμως, ὡς τοῖς πρὸς ἑαυτοὺς ἐσπουδακόσι βοηθεῖν δοκεῖν, καὶ τοὺς Σαρδιαίους ἀμύνεσθαι, διότι τοὺς ἐκ τοῦ Βρεντεσίου ἐκπλέοντας ἐκακούργουν, ἐθελήσαντες ἔπεμψαν πρὸς Ἄγρωνα, τοὺς μὲν παραιτούμενοι, τὸν δὲ ὅτι μηδὲν προπαθὼν ἀδικοίη σφᾶς αἰτιώμενοι. καὶ ἐκεῖνον μὲν οὐκ ἔτι περιόντα εὗρον, ἀλλά τι παιδίον Πίννην ὄνομα καταλιπὼν ἐτεθνήκει, Τεύτα δὲ ἡ γυνὴ αὐτοῦ, μητρυιὰ δὲ τοῦ Πίννου, ἐκράτει τῶν Σαρδιαίων. ὑπὸ θρασύτητος οὖσα οὐδὲν μέτριον αὐτοῖς ἀπεκρίνατο, ἀλλ' οἷα γυνὴ πρὸς τῇ ἐμφύτῳ προπετείᾳ καὶ ὑπὸ τῆς δυνάμεως ἧς ἦρχε χαυνουμένη, τοὺς μὲν ἔδησε τῶν πρέσβεων, τοὺς δὲ καὶ ἀπέκτεινεν, ὅτι ἐπαρρησιάσαντο. καὶ τότε μὲν ταῦτ' ἔπραξε καὶ φρόνημα ἀπ' αὐτῶν, ὥσπερ τινὰ ἰσχὺν ἐν τῷ προχείρῳ τῆς ὠμότητος ἐπιδεδειγμένη, ἔλαβεν, διήλεγξε δὲ δι' ἐλαχίστου τὴν τοῦ γυναικείου γένους ἀσθένειαν ταχὺ μὲν ὑπὸ βραχύτητος γνώμης ὀργιζομένην, ταχὺ δὲ καὶ ὑπὸ δειλίας φοβουμένην. ἐπειδὴ γὰρ τάχιστα τὸν πόλεμον τοὺς Ῥωμαίους ἐψηφίσθαι οἱ ἐπύθετο, κατέπτηξε καὶ τούς τε ἄνδρας οὓς εἶχεν αὐτῶν ἀποδώσειν ὑπέσχετο, καὶ ἐπὶ τοῖς τετελευτηκόσιν ἀπελογεῖτο λέγουσα ὑπὸ λῃστῶν τινῶν αὐτοὺς πεφονεῦσθαι. τῶν τε Ῥωμαίων τὰ τῆς στρατείας διὰ τοῦτ' ἐπισχόντων, τοὺς δὲ αὐτόχειρας ἐξαιτησάντων, κατεφρόνησέ τε αὖθις, ὅτι μηδέπω τὰ δεινὰ αὐτῇ παρῆν, καὶ οὔτε τινὰ ἐκδώσειν ἔφη καὶ ἐπὶ τὴν Ἴσσαν στράτευμα ἀπέστειλεν. ἐπειδὴ δὲ τοὺς ὑπάτους παρόντας ᾔσθετο, κατέδεισεν αὖ καὶ τοῦ θυμοῦ ὑφῆκε καὶ ἐς πᾶν ὁτιοῦν ἐπακοῦσαι σφῶν ἑτοίμη ἐγένετο· οὐ μέντοι καὶ παντάπασιν ἐσωφρονίσθη. τῶν γὰρ ὑπάτων πρὸς Κέρκυραν περαιωθέντων, ἀνεθάρσησε καὶ ἀποστᾶσα ἐπὶ Ἐπίδαμνον στράτευμα ἀπέστειλεν, τῶν δὲ Ῥωμαίων τὰς πόλεις ῥυσαμένων καὶ πλοῖα αὐτῆς μετὰ χρημάτων λαμβανόντων, ἐμέλλησεν αὖθις πειθαρχῆσαι σφίσιν· ἐπεὶ δὲ ἀναβάντες ὑπὲρ τῆς θαλάσσης κακῶς περὶ τὸν Ἀτύριον 84 λόφον ἀπήλλαξαν, ἐπέσχεν ἐλπίσασα αὐτούς (ἤδη γὰρ καὶ χειμὼν ἦν) ἀπαναστήσεσθαι. αἰσθομένη δὲ τὸν Ἀλβῖνον κατὰ χώραν μένειν, καὶ τὸν ∆ημήτριον ἔκ τε τῆς ἐμπληξίας ἐκείνης καὶ ἐκ τοῦ τῶν Ῥωμαίων φόβου μεθεστηκότα καί τινας ἄλλους αὐτομολῆσαι πεπεικότα, παντελῶς κατέδεισε καὶ τὴν ἀρχὴν ἀφῆκεν. 7. Ὅτι οἱ Ῥωμαῖοι διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ ἀνταπόδοσιντῶν αἰχμαλώτων ἀξιοῦντες γενέσθαι, οὐ κατηλλάξαντο δὲ αὐτούς, καίπερ καὶ ἐκείνου Καρθάλωνα ἐπ' αὐτὸ τοῦτο ἀντιπέμψαντος. ἐπειδὴ γὰρ οὐκ ἐδέξαντο αὐτὸν εἴσω τοῦ τείχους κατὰ τὸ πολέμιον, οὐδὲ ἐς λόγους αὐτοῖς ἐλθεῖν ἠθέλησεν, ἀλλ' εὐθὺς δι' ὀργῆς ἀνέστρεψεν. 8. Ὅτι ἦρξαν τῆς διαφορᾶς οἱ Ἀχαιοὶ τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες (διηνέχθησαν