Stromata ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ
συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.
γίνεται. ἔστι δὲ καὶ ἄλλως ὁ ἑκατὸν εἴκοσι τρίγωνος ἀριθμὸς καὶ συνέστηκεν ἐξ ἰσότητος μὲν τοῦ ξδʹ, ὧν ἡ κατὰ μέρος σύνθεσις τετραγώνους γεννᾷ, αʹ γʹ εʹ ζʹ θʹ ιαʹ ιγʹ ιεʹ, ἐξ ἀνισότητος δὲ τοῦ νʹ, ἑπτὰ τῶν ἀπὸ δυάδος ἀρτίων, οἳ γεν6.11.85.2 νῶσι τοὺς ἑτερομήκεις, βʹ δʹ ʹ ηʹ ιʹ ιβʹ ιδʹ. κατ' ἄλλο πάλιν σημαινόμενον συνέστηκεν ὁ ἑκατὸν κʹ ἀριθμὸς ἐκ τεσσάρων, ἑνὸς μὲν τριγώνου τοῦ πεντεκαιδεκάτου, ἑτέρου δὲ τετραγώνου τοῦ κεʹ, τρίτου 6.11.85.3 δὲ πενταγώνου τοῦ λεʹ, τετάρτου δὲ ἑξαγώνου τοῦ μεʹ. κατὰ γὰρ τὴν αὐτὴν ἀναλογίαν ὁ εʹ παρείληπται καθ' ἕκαστον εἶδος· τῶν μὲν γὰρ τριγώνων ἀπὸ μονάδος εʹ δὲ ὁ ιεʹ, τῶν δὲ τετραγώνων ὁ 6.11.85.4 κεʹ, καὶ τῶν ἑξῆς ἀναλόγως. ναὶ μὴν ὁ κεʹ ἀριθμός, εʹ ἀπὸ μονάδος ὤν, τῆς Λευιτικῆς φυλῆς εἶναι σύμβολον λέγεται, ὁ δὲ λεʹ καὶ αὐτὸς ἔχεται τοῦ ἐκ τῶν διπλασίων διαγράμματος ἀριθμητικοῦ καὶ γεωμετρικοῦ καὶ ἁρμονικοῦ τοῦ ʹ ηʹ θʹ ιβʹ, ὧν ἡ σύνθεσις γεννᾷ τὸν λεʹ· ἐν ταύταις ταῖς ἡμέραις Ἰουδαῖοι διαπλάσσεσθαι τὰ ἑπτάμηνα λέγουσιν. ὁ δὲ μεʹ τοῦ ἐκ τῶν τριπλασίων διαγράμματος τοῦ ʹ θʹ ιβʹ ιηʹ, ὧν ἡ σύνθεσις γεννᾷ τὸν μεʹ, καὶ ἐν ταύταις ὁμοίως ταῖς ἡμέραις τὰ ἐννεάμηνα διαπλάσσεσθαί φασι. 6.11.86.1 Τοῦτο μὲν οὖν τὸ εἶδος τοῦ ἀριθμητικοῦ ὑποδείγματος· γεωμετρίας δὲ ἔστω μαρτύριον ἡ κατασκευαζομένη σκηνὴ καὶ τεκταινομένη κιβωτός, ἀναλογίαις τισὶ λογικωτάταις, θείαις ἐπινοίαις κατασκευαζόμεναι, κατὰ συνέσεως δόσιν, ἐκ τῶν αἰσθητῶν εἰς τὰ νοητά, μᾶλλον δὲ ἐκ τῶνδε εἰς τὰ ἅγια καὶ τῶν ἁγίων τὰ ἅγια μεταγούσης 6.11.86.2 ἡμᾶς. τὰ μὲν γὰρ τετράγωνα ξύλα <τῷ> τὸ τετράγωνον σχῆμα πάντῃ βεβηκέναι ὀρθὰς γωνίας ἐπιτελοῦν τὸ ἀσφαλὲς δηλοῖ. καὶ μῆκος μὲν τριακόσιοι πήχεις τοῦ κατασκευάσματος, πλάτος δὲ νʹ, βάθος δὲ λʹ· καὶ εἰς πῆχυν ἄνωθεν συντελεῖται, ἐκ τῆς πλατείας 6.11.86.3 βάσεως ἀποξυνομένη πυραμίδος τρόπον, ἡ κιβωτός, τῶν διὰ πυρὸς καθαιρομένων καὶ δοκιμαζομένων σύμβολον. ἡ γεωμετρικὴ αὕτη παρέχεται ἀναλογία εἰς παραπομπὴν τῶν ἁγίων ἐκείνων μονῶν, ὧν τὰς διαφορὰς αἱ διαφοραὶ τῶν ἀριθμῶν τῶν ὑποτεταγμένων μη6.11.87.1 νύουσιν. οἱ δὲ ἐμφερόμενοι λόγοι εἰσὶν ἑξαπλάσιοι ὡς τὰ τριακόσια τῶν νʹ, καὶ δεκαπλάσιοι ὡς τῶν λʹ δεκαπλάσια τὰ τριακόσια, καὶ 6.11.87.2 ἐπιδίμοιροι· τὰ γὰρ νʹ τῶν λʹ ἐπιδίμοιρα. εἰσὶ δ' οἳ τοὺς τριακοσίους πήχεις σύμβολον τοῦ κυριακοῦ σημείου λέγουσι, τοὺς νʹ δὲ τῆς ἐλπίδος καὶ τῆς ἀφέσεως τῆς κατὰ τὴν πεντηκοστήν, καὶ τοὺς λʹ ἤ, ὡς ἔν τισι, δώδεκα τὸ κήρυγμα δηλοῦν ἱστοροῦσιν, ὅτι τριακοστῷ μὲν ἐκήρυξεν ὁ κύριος ἔτει, ιβʹ δὲ ἦσαν οἱ ἀπόστολοι, καὶ εἰς πῆχυν συντελεῖσθαι τὸ κατασκεύασμα, εἰς μονάδα τελευτώσης τῆς τοῦ δικαίου προκοπῆς καὶ εἰς τὴν ἑνότητα τῆς πίστεως. 6.11.87.3 Ἡ δὲ τράπεζα ἡ ἐν τῷ ναῷ πηχῶν ἐγεγόνει ἕξ, καὶ πόδες οἱ τέσσαρες ἀνὰ πῆχυν ἕνα ἥμισυ. συνάγουσιν οὖν τοὺς πάντας πήχεις δώδεκα, συμφώνως τῷ κατὰ τὸν ἐνιαύσιον κύκλον ἑλιγμῷ τῶν μηνῶν τῶν ιβʹ, καθ' οὓς τὰ πάντα φύει τε καὶ τελεσφορεῖ ἡ γῆ ταῖς 6.11.87.4 τέσσαρσιν ὥραις οἰκειουμένη. γῆς δ', οἶμαι, εἰκόνα ἡ τράπεζα δηλοῖ, τέσσαρσιν ἐπερειδομένη ποσί, θέρει, μετοπώρῳ, ἔαρι, χειμῶνι, δι' ὧν ὁδεύει τὸ ἔτος. διὸ καὶ κυμάτια στρεπτά φησιν ἔχειν τὴν τράπεζαν, ἤτοι ὅτι περιόδοις καιρῶν κυκλεῖται τὰ πάντα, ἢ καὶ τάχα τὴν ὠκεανῷ περιρρεομένην ἐδήλου γῆν. 6.11.88.1 Ἔτι τῆς μουσικῆς παράδειγμα ψάλλων ὁμοῦ καὶ προφητεύων ἐκκείσθω ∆αβίδ, ὑμνῶν τὸν θεὸν ἐμμελῶς. προσήκει δὲ εὖ μάλα τὸ ἐναρμόνιον γένος τῇ δωριστὶ ἁρμονίᾳ καὶ τῇ φρυγιστὶ τὸ διάτονον, 6.11.88.2 ὥς φησιν Ἀριστόξενος. ἡ τοίνυν ἁρμονία τοῦ βαρβάρου ψαλτηρίου, τὸ σεμνὸν ἐμφαίνουσα τοῦ μέλους, ἀρχαιοτάτη τυγχάνουσα, ὑπόδειγμα Τερπάνδρῳ μάλιστα γίνεται πρὸς ἁρμονίαν τὴν ∆ώριον ὑμνοῦντι τὸν ∆ία ὧδέ πως· Ζεῦ πάντων ἀρχά, πάντων ἁγήτωρ, Ζεῦ, σοὶ πέμπω ταύταν ὕμνων ἀρχάν. 6.11.88.3 εἴη δ' ἂν τῷ ψαλμῳδῷ κιθάρα ἀλληγορουμένη κατὰ μὲν τὸ πρῶτον σημαινόμενον ὁ κύριος, κατὰ δὲ τὸ δεύτερον οἱ προσεχῶς κρούοντες 6.11.88.4 τὰς ψυχὰς ὑπὸ μουσηγέτῃ τῷ κυρίῳ. κἂν ὁ σῳζόμενος λέγηται λαὸς κιθάρα, κατ' ἐπίπνοιαν τοῦ λόγου καὶ κατ' ἐπίγνωσιν