Stromata ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ
συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.
θεὸς 5.14.136.4 ποιητής. τό τε αὐτεξούσιον ὁ Πλάτων ἐνδείκνυται διὰ τῶνδε· ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον ἕκαστος αὐτῆς μεθέξει. αἰτία ἑλομένου· θεὸς ἀναίτιος. κακῶν γὰρ ὁ θεὸς οὔποτε αἴτιος. 5.14.136.5 Ὦ Τρῶες ἀρηίφιλοι, ὁ λυρικός φησι, Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων· ἀλλ' ἐν μέσῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποισι ∆ίκαν ὁσίαν, ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιδος· ὀλβίων παῖδες οἵ νιν εὑρόντες σύνοικον. 5.14.137.1 Πίνδαρος δὲ ἄντικρυς καὶ σωτῆρα ∆ία συνοικοῦντα Θέμιδι εἰσάγει, βασιλέα, σωτῆρα δίκαιον, ἑρμηνεύων ὧδέ πως· πρῶτα μὲν εὔβουλον Θέμιν οὐρανίαν χρυσέαισιν ἵπποισιν Ὠκεανοῦ παρὰ παγᾶν Μοῖραι ποτὶ κλίμακα σεμνὰν ἆγον Ὀλύμπου λιπαρὰν καθ' ὁδόν, σωτῆρος ἀρχαίαν ἄλοχον ∆ιὸς ἔμμεν· ἁ δὲ τὰς χρυσάμπυκας ἀγλαοκάρπους τίκτεν ἀλαθέας Ὥρας. 5.14.137.2 ὁ τοίνυν μὴ πειθόμενος τῇ ἀληθείᾳ, διδασκαλίᾳ δὲ ἀνθρωπίνῃ τετυφωμένος, δυσδαίμων, ἄθλιός τε καὶ κατὰ τὸν Εὐριπίδην, ὃς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ, μετεωρολόγων δ' ἑκὰς ἔρριψεν σκολιὰς ἀπάτας, ὧν ἀτηρὰ γλῶσσα εἰκοβολεῖ περὶ τῶν ἀφανῶν, οὐδὲν γνώμης μετέχουσα. 5.14.138.1 Ἀφικόμενος οὖν ἐπὶ τὴν ἀληθῆ μάθησιν ὁ βουλόμενος ἀκουέτω μὲν Παρμενίδου τοῦ Ἐλεάτου ὑπισχνουμένου· εἴσῃ δ' αἰθερίαν τε φύσιν τά τ' ἐν αἰθέρι πάντα σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο λαμπάδος ἔργ' ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο, ἔργα τε κύκλωπος πεύσῃ περίφοιτα σελήνης καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα, ἔνθεν μὲν γὰρ ἔφυ τε καὶ ὥς μιν ἄγουσα ἐπέδησεν Ἀνάγκη πείρατ' ἔχειν ἄστρων, 5.14.138.2 Μητροδώρου τε, καίτοι Ἐπικουρείου γενομένου, ἐνθέως ταῦτά γε εἰρηκότος· μέμνησο, Μενέστρατε, διότι, θνητὸς φὺς καὶ λαβὼν βίον ὡρισμένον, ἀναβὰς τῇ ψυχῇ ἕως ἐπὶ τὸν αἰῶνα καὶ τὴν ἀπειρίαν 5.14.138.3 τῶν πραγμάτων κατεῖδες καὶ "7τὰ ἐσσόμενα πρό τ' ἐόντα"7. ὅτε σὺν εὐδαίμονι χορῷ κατὰ τὸν Πλάτωνα μακαρίαν ὄψιν τε καὶ θέαν ἐποπτεύσομεν, ἑπόμενοι μετὰ μὲν ∆ιὸς ἡμεῖς, ἄλλοι δὲ μετ' ἄλλων θεῶν, τελετῶν, ᾗ θέμις λέγειν, μακαριωτάτην τελούμενοι, ἣν ὀργιάζομεν, ὁλόκληροι μὲν αὐτοὶ καὶ ἀπαθεῖς κακῶν, ὅσα ἡμᾶς ἐν ὑστέρῳ χρόνῳ ὑπέμεινεν, ὁλόκληρα δὲ καὶ ἀτρεμῆ φάσματα μυούμενοί τε καὶ ἐποπτεύοντες ἐν αὐγῇ καθαρᾷ, καθαροὶ καὶ ἀσήμαντοι τούτου, ὃ νῦν σῶμα περιφέροντες ὀνομάζομεν, ὀστρέου τρόπον δεδεσμευμένοι. 5.14.139.1 Οἱ δὲ Πυθαγόρειοι τὸν οὐρανὸν τὸν ἀντίχθονα καλοῦσιν, ἐφ' ἧς γῆς δι' Ἱερεμίου· τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος, ἣν οἱ κληρονομήσαντες βασιλεύσουσι γῆς. 5.14.139.2 Καὶ μυρία ἐπὶ μυρία ἐπὶ μυρίοις ἐπιρρεῖ μοι παρατίθεσθαι, συμμετρίας δ' οὖν ἕνεκα καταπαυστέον ἤδη τὸν λόγον, ὅπως μὴ τὸ τοῦ τραγῳδοποιοῦ Ἀγάθωνος πάθωμεν καὶ αὐτοί· τὸ μὲν πάρεργον ἔργον ὣς ἡγούμενοι, τὸ δ' ἔργον ὡς πάρεργον ἐκπονούμενοι. 5.14.140.1 ∆εδειγμένου τοίνυν σαφῶς, ὡς οἶμαι, ὅπως κλέπτας εἰρῆσθαι πρὸς τοῦ κυρίου τοὺς Ἕλληνας ἐξακουστέον, ἑκὼν παραλείπω τὰ 5.14.140.2 τῶν φιλοσόφων δόγματα. εἰ γὰρ καὶ τὰς λέξεις ἐπίοιμεν αὐτῶν, οὐκ ἂν φθάνοιμεν, πλῆθος ὅσον ὑπομνημάτων συνερανίζοντες, ἐκ τῆς βαρβάρου φιλοσοφίας πᾶσαν φερομένην τὴν παρ' Ἕλλησιν ἐν5.14.140.3 δεικνύμενοι σοφίαν. ἧς θεωρίας οὐδὲν ἧττον αὖθις ἐφαψόμεθα κατὰ τὸ ἀναγκαῖον, ὁπηνίκα ἂν τὰς περὶ ἀρχῶν δόξας τὰς παρ' Ἕλλησι 5.14.140.4 φερομένας ἀναλεγώμεθα. πλὴν καὶ τοῦτο ἡμῖν ἐκ τῶν εἰρημένων ἡμῖν ἡσυχῇ παρίσταται σκοπεῖν, ὃν τρόπον ταῖς Ἑλληνικαῖς τῷ οἵῳ τε ὄντι διανήχεσθαι τὰ ἐν αὐτοῖς κύματα ἐντευκτέον βίβλοις. 5.14.140.5 ὄλβιος, ὡς ἔοικεν, ἄρα ἐστὶν κατὰ τὸν Ἐμπεδοκλέα, ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, δειλὸς δ' ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν. γνῶσιν καὶ ἀγνωσίαν ὅρους εὐδαιμονίας κακοδαιμονίας τε θείως ἐδή5.14.140.6 λωσεν. χρὴ γὰρ εὖ μάλα πολλῶν ἴστορας φιλοσόφους ἄνδρας εἶναι καθ' Ἡράκλειτον, καὶ τῷ ὄντι ἀνάγκη πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν. 5.14.141.1 ἤδη μὲν οὖν δῆλον ἡμῖν ἐκ τῶν προειρημένων ὡς ἀίδιος ἡ τοῦ θεοῦ