1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

53

ἀγέννητός ἐστιν ὁ Θεὸς, ὅ τι ποτέ ἐστιν ὁ Θεὸς ἀκριβῶς ἔγνω, μεῖ ζον δὲ οὐδέν ἐστι τοῦ τὸν Θεὸν κατὰ τὴν αὐτοῦ φύσιν γνῶναι, ἀλλ' αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ὁ διδάξας ἡμᾶς, ὅτι ἀγέννητός ἐστιν ὁ Θεὸς, μείζων εὑρε θήσεται ὧν ὁ Θεὸς ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκείνων γὰρ οὐδὲν δυνατὸν ἄνθρωπον ὄντα γνῶναι· ὧν οὔτε ὀφθαλμός τις εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἀλλὰ μὴν καὶ ἁμαρ τωλοὶ τὸ ἀγέννητος ὄνομα ἤκουσαν. Τὸ μεῖζον οὖν ἢ δι' ἑαυτοῦ ἢ δι' ἑτέρου ὁ Θεὸς τοὺς ἁμαρτωλοὺς διδά ξας, τὸ ἧττον καὶ μηδὲν εἰς ζωὴν αἰώνιον συντελοῦν τοῖς δικαίοις ἐφύλαξε. Καὶ πῶς οὐκ ἄτοπον; Τὸ ἀγέν νητος οὔτε ὅρος ἐστὶ Θεοῦ, οὔτε ἴδιον. Ταῦτα γὰρ ἀν τιστρέφει ἐκείνοις ὧν ὅρος ἢ ἴδιον τυγχάνουσιν. Ἄν θρωπος γὰρ ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· καὶ εἴ τι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ἄνθρωπος τοῦτο· ἴδιον δὲ ἀνθρώπου τὸ γελαστικὸν, καὶ εἴ τι γελαστικὸν, ἄν θρωπος. Τὸ δὲ ἀγέννητος εἴ τις συγχωρήσει ἐπὶ μό νου Θεοῦ λέγεσθαι, οὐχ ἅμα καὶ εἴ τι Θεὸς, τοῦτο ἀγέννητον. Ὁ οὖν Υἱὸς, Θεὸς ὢν, οὐκ ἀγέννητός ἐστιν. Οὔτε γοῦν ὅρος οὔτε ἴδιον τὸ ἀγέννητος· οὐ γὰρ ἀντιστρέφει. Ὅτι οὐ κτίσμα ὁ Υἱός. Εἰ κτίσμα Θεοῦ ὁ Υἱὸς, πᾶν δὲ κτίσμα δοῦλον τοῦ κτίστου· δοῦλος ὁ Χριστὸς, καὶ οὐχ Υἱὸς τοῦ Θεοῦ. Οὐκ ἔλαβεν οὖν μορφὴν δούλου, Κύριος ὢν, ἀλλ' ἦν δοῦλος. Τὸ ποίημα τῷ ποιητῇ τῆς αὐτῆς δυ νάμεως οὐ κοινωνεῖ· οὐδὲν ἄρα κοινόν ἐστιν Υἱοῦ καὶ Πατρός· οὐδὲ ἡ κτίσις, εἴπερ ποίημα καὶ οὐ γέν νημα ὁ Υἱός. Εἰ γέννημα ὁ Υἱὸς, ὡς ἓν τῶν γεννη 29.689 μάτων, πᾶν δὲ γέννημα κτίσμα, οὐ κτίσμα ὁ Υἱός· οὐδὲ γὰρ γέννημα ὡς ἐκεῖνα. Εἰ ἐλάττονα ὁ Θεὸς δη μιουργεῖν οὐκ ἠδύνατο τοῦ ἑνὸς Υἱοῦ, διὰ τὸ μὴ πεφυκέναι· οὐδὲ ὁ Υἱὸς ἄρα διάφορα δημιουρ γήσει, ἀλλὰ ἕν τι. Εἰ τὰ ἐλάττω ὑπὸ ἐλάττονος δη μιουργεῖται, καὶ τὰ μείζονα δὲ ὑπὸ μείζονος· διὰ πολλῶν ἄρα ἡ κτίσις, ἐπεὶ οὐ πᾶσα ἴση. Εἰ δημιουρ γικὸς ὁ Θεὸς φύσει, οὐχ ἑνὸς ἔσται, ἀλλὰ πολλῶν. Ἢ γὰρ ἀσθενείᾳ ἄλλο οὐ δημιουργεῖ, ἢ φθόνῳ καὶ βασκανίᾳ. Εἰ διὰ Υἱοῦ Πατρὸς δύναμις ἐδημιούργησε, Πατὴρ καὶ οὐχ Υἱὸς ὁ δημιουργὸς, ὥσπερ οὐδὲ τὸ ἐργαλεῖον ὁ τεχνίτης. Οὐκ ἄρα οὖν ταπεινότερον ἢ κατὰ τὸν Πατέρα τὸ δημιουργεῖν τὰ ὑπὸ τοῦ Υἱοῦ γενόμενα. Εἰ τὴν δημιουργίαν τῆς οὔσης κτί σεως ἐπῃσχύνθη δι' ἑαυτοῦ ποιῆσαι ὁ Θεὸς, καὶ τὴν δοξολογίαν αὐτῆς οὐ προσίεται. Ἃ γὰρ ποιῆσαι ἐπ ησχύνετο, γενόμενα ἴδια νομισθῆναι οὐ θελήσει. Εἰ ταὐτὸν κτίζειν καὶ γεννᾷν τὸν Θεὸν, ἐπειδὴ ἁπλοῦς· ταὐτὸν καὶ τὸ σώζειν αὐτὸν καὶ ἀπολλύειν, καὶ ζωογονεῖν καὶ ἀποκτείνειν. Εἰ δὲ τοῦτο, ταὐτὸν ἄρα σωτηρία καὶ ἀπώλεια, καὶ ζωὴ καὶ θάνατος. Εἰ Θεοῦ Χριστὸς δύναμις καὶ σοφία, ταῦτα δὲ ἄκτιστα καὶ συναΐδια Θεῷ (οὐ γὰρ ἦν ποτε ἄσοφος καὶ ἀδύ ναμος)· ἄκτιστος καὶ συναΐδιος Χριστὸς Θεῷ· εἰ δὲ, καθὸ ἐνέργεια, δύναμις, καὶ σοφία Θεοῦ λέγεται, καὶ ἡμεῖς δύναμις καὶ σοφία Κυρίου λεγοίμεθα ἂν, ὡς αὐτὸς Θεοῦ. Ἀλλ' ἄτοπον. Εἰ μὴ ἀΐδιος Θεὸς ὁ Υἱὸς, ἐξ ἀνάγκης πρόσφατος· εἰ μὴ ἀληθινὸς, ψευ δής· εἰ μὴ φύσει, θέσει. Ἀσεβῶν δὲ προσφάτοις καὶ ψευδέσι καὶ μὴ φύσει λατρεύειν. Οὐκ ἔσται γάρ σοι, φησὶ, Θεὸς πρόσφατος· καὶ ὁ Παῦλος· Ἀλλὰ τότε μὴν, οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς. Ἢ ἀσεβεῖς οἱ οὕτω Χρι στῷ λατρεύοντες· ἢ φύσει καὶ ἀληθινὸς Θεὸς, καὶ εὐσεβεῖς. Εἰ ὁ Υἱὸς ἐνέργημα, καὶ οὐ γέννημα, οὔτε ὁ ἐνεργήσας, οὔτε μὴν τὸ ἐνεργηθὲν αὐτός ἐστιν (ἕτερον γὰρ ἦν ἡ ἐνέργεια παρὰ ταῦτα), ἀλλὰ καὶ ἀνυπόστατος· οὐδεμία γὰρ ἐνέργεια ἐνυπόστατος. Εἰ δὲ τὸ ἐνεργηθὲν, τρίτος ἐκ Πατρὸς, καὶ οὐκ ἀμε σίτευτος. Ὁ ἐνεργήσας γὰρ πρῶτος, εἶτα ἡ ἐνέρ γεια, καὶ οὕτω τὸ ἐνεργηθέν. Εἰ μονογενὴς ὁ Υἱὸς, διὰ τὸ μόνος ἐκ μόνου γεγεννῆσθαι· μονόκτιστος κυριώτερον ἂν λέγοιτο, κτίσμα μὲν ἀληθῶς κατ' Εὐ νόμιον ὢν, γέννημα δὲ ψευδωνύμως καλούμενος. Εἰ ὁ Υἱὸς δημιούργημα τοῦ Πατρὸς μόνος, τὰ δὲ πάντα τοῦ Υἱοῦ, εἰπὼν, Τὰ ἐμὰ πάντα σά ἐστι, δυνατὸν εἰπεῖν· ἐπαγαγὼν δὲ, Καὶ τὰ σὰ ἐμὰ, κατ' Εὐνό 29.692 μιον οὐκέτι καλῶς. Αὐτὸς γὰρ ἑαυτοῦ εἶναι οὐκ ἠδύ νατο. Φαίνεται