1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

13

θερμότης, ἢ αἱ κατὰ τοὺς χυμοὺς ποιότητες, ἢ αἱ κατὰ σχῆμα δια φοραί· ὧν οὐδὲν ἂν οὐσίαν εἴποιεν οὗτοι, οὐδὲ εἰ πάντα ῥᾳδίως λέγοιεν. Λόγῳ δὲ πάλιν οὐδενὶ γέ γονε θεωρητὴ τῶν σοφῶν καὶ μακαρίων ἀνδρῶν· ποῖος οὖν ἔτι τρόπος τῆς γνώσεως ὑπολείπεται; Ἀποκρινάσθωσαν ἡμῖν οἱ περιφρονοῦντες μὲν πάντα τὰ ἐν ποσὶ, διαβαίνοντες δὲ τὸν οὐρανὸν, καὶ πάσας τὰς ὑπερκοσμίους δυνάμεις, αὐτῇ δὲ τῇ πρώτῃ οὐσίᾳ διὰ τοῦ νοῦ συναπτόμενοι. Ἀλλ' ἔοικεν ὁ τῦφος πάν των εἶναι τῶν ἐν ἀνθρώποις παθῶν χαλεπώτα τον, καὶ ὄντως τῷ τοῦ διαβόλου κρίματι περιβάλ λειν, οἷς ἂν προσγένηται. Ὅθεν καὶ οὗτοι οὐδὲ τῆς γῆς, ἣν καταπατοῦσι, τὴν φύσιν, ἥτις ἐστὶν, ἐπιστάμενοι, αὐτὴν ἐμβατεύειν τὴν οὐσίαν τοῦ Θεοῦ τῶν ὅλων ἀλαζονεύονται. Καὶ τοῖς μὲν ἁγίοις αὐτοῦ ὁ Θεὸς, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ, ὧν, διὰ τὸ εἰς πᾶσαν ἀρετὴν τελεῖν, καὶ τὸ Θεὸς ὀνομάζεσθαι, ὥς τι ἐξαίρετον καὶ πρέπον τῇ ἑαυτοῦ μεγαλειότητι, προετίμησε, λέγων ἑαυτὸν Θεὸν Ἀβραὰμ, καὶ Θεὸν Ἰσαὰκ, καὶ Θεὸν Ἰακώβ· Τοῦτογάρ μού ἐστιν ὄνομα αἰώνιον, φησὶ, καὶ μνη μόσυνον γενεῶν γενεαῖς. Τούτοις τοίνυν οὐδὲ τὸ ὄνομα ἑαυτοῦ ἐδήλωσεν ὁ Θεὸς, ἤπου γε τὴν οὐσίαν ἥτις ἐστὶν ἀπεκάλυψεν. Ἐγὼ γὰρ, φησὶ, Κύριος· καὶ ὤφθην πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς· ὡς μεῖζον δηλονότι ἢ ὥστε ἀν θρωπίνῃ ἀκοῇ χωρηθῆναι. Εὐνομίῳ δὲ, ὡς ἔοι 29.544 κεν, οὐ τὸ ὄνομα μόνον, ἀλλὰ καὶ αὐτὴν αὐτοῦ τὴν οὐσίαν ὁ Θεὸς ἐνεφάνισε· καὶ τὸ τοσοῦτον ἀπόῤ ῥητον, ὃ μηδενὶ τῶν ἁγίων ἐφανερώθη, αὐτὸς ἐν βί βλοις γράφων δημοσιεύει καὶ ἐκλαλεῖ πᾶσιν ἀνθρώ ποις ἀπερισκέπτως. Καὶ τὰ μὲν ἐν ἐπαγγελίαις ἀπο κείμενα ἡμῖν ὑπὲρ πᾶσαν γνῶσίν ἐστιν ἀνθρωπίνην, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ὑπερέχει πάντα νοῦν· αὐτὴν δὲ τὴν οὐσίαν τοῦ Θεοῦ οὐ καταδέχεται ὑπὲρ πάντα νοῦν καὶ ὑπὲρ πᾶσαν γνῶσιν ἀνθρώπων εἶναι. Οἶμαι δὲ οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ πᾶ σαν λογικὴν φύσιν ὑπερβαίνειν αὐτῆς τὴν κατάλη ψιν. Λογικὴν δὲ νῦν τὴν ἐν τῇ κτίσει λέγω. Υἱῷ γὰρ μόνῳ γνωστὸς ὁ Πατὴρ, καὶ τῷ ἁγίῳ Πνεύματι· ὅτι Οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός· καὶ, Τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Οὐδεὶς γὰρ οἶδε, φησὶ, τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ. Τί οὖν ἐξαίρετον τῇ γνώσει τοῦ Μονογε νοῦς ἢ τοῦ ἁγίου Πνεύματος καταλείψουσιν, εἴπερ αὐτοὶ τῆς οὐσίας αὐτῆς ἔχουσι τὴν κατάληψιν; Οὐ γὰρ δὴ, τῆς δυνάμεως, καὶ τῆς ἀγαθότητος, καὶ τῆς σοφίας τοῦ Θεοῦ τῷ Μονογενεῖ τὴν θεωρίαν προσνεί μαντες, σύμμετρον ἑαυτοῖς θήσονται τῆς οὐσίας τὴν κατανόησιν. Πᾶν γάρ που τὸ ἐναντίον, εἰκὸς αὐτὴν μὲν τὴν οὐσίαν ἀπερίοπτον εἶναι παντὶ, πλὴν εἰ τῷ Μονογενεῖ καὶ τῷ ἁγίῳ Πνεύματι· ἐκ δὲ τῶν ἐνεργειῶν τοῦ Θεοῦ ἀναγομένους ἡμᾶς, καὶ διὰ τῶν ποιημάτων τὸν ποιητὴν ἐννοοῦντας, τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς σοφίας λαμβάνειν τὴν σύνεσιν. Τοῦτο γάρ ἐστι τὸ γνωστὸν τοῦ Θεοῦ, ὃ πᾶσιν ἀνθρώ ποις ὁ Θεὸς ἐφανέρωσεν. Ἐπεί γε ὅσα παρὰ τοῖς θεολόγοις περὶ οὐσίας Θεοῦ ἀναγεγράφθαι δοκεῖ τρο πολογίαις τισὶν ἢ καὶ ἀλληγορίαις, πρὸς ἑτέρας ἐν νοίας οἱ λόγοι φέρουσιν. Ὥστε εἴ τις ἀβασανίστως κατὰ τὴν πρόχειρον ἐκδοχὴν ψιλῷ παρίστασθαι φι λονεικοίη τῷ γράμματι, πρὸς Ἰουδαϊκοὺς καὶ γραώ δεις μύθους ἐκτραπεὶς, πτωχὸς παντελῶς τῶν ἀξίων περὶ Θεοῦ νοημάτων καταγηράσει. Πρὸς γὰρ τῷ ὑλι κήν τινα ἐννοεῖν τὴν οὐσίαν τοῦ Θεοῦ, καὶ κατὰ τοῦτο τοῖς ἀθέοις τῶν Ἑλλήνων συμφέρεσθαι, ἔτι καὶ ποι κίλην καὶ σύνθετον ὑπολήψεται ταύτην. Ἠλέκτρινον μὲν τὸ ἀπὸ ὀσφύος ἕως ἄνω τὸν Θεὸν εἶναι τοῦ προ φήτου διηγουμένου, ἐκ πυρὸς δὲ συμβεβλῆσθαι τὰ κάτω· ὁ δὲ μὴ πρὸς ὑψηλοτέρας ἐννοίας ἀναβαίνων διὰ τοῦ γράμματος, ἀλλ' αὐτοῦ που ταῖς σωμα τικαῖς ἐγκαταμένων ὑπογραφαῖς, καὶ τοιαύτην τοῦ 29.545 Θεοῦ τὴν οὐσίαν παρὰ τοῦ Ἰεζεκιὴλ διδαχθεὶς, πά λιν πῦρ εἶναι τὸν Θεὸν παρὰ τοῦ Μωσέως ἀκούσεται, καὶ παρὰ τοῦ σοφοῦ ∆ανιὴλ