Testimonia e scriptura de communi essentia patris et filii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

 δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ

 οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ ∆οξάσατε οὖν τὸν Θεὸν ἐνοικοῦντα ἐν ὑμῖν.» Εἰ δὲ οὐ δοξάζεις τὸν

 ἐκάλεσεν ἕνα ἄνθρωπον· ἵππον γὰρ καὶ ἀναβάτην εἶπε διὰ τὴν κοινωνίαν τῆς φύσεως. Εἰ οὖν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ τῆς φύσεως, ὅπου διάφορα

 Υἱοῦ· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα, ἐν μέσῳ λύκων.» Περὶ τοῦ Πνεύματος ἐν ταῖς Πράξεσι λέγει· «Οἱ μὲν οὖν ἀποσταλέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος ἦλθ

 ἔστιν ἐπινοῆσαι, ὅτι κατ' ἐπιτροπὴν εἶπε καὶ τῷ ἑαυ τοῦ Πνεύματι, Κάθου ἐξ εὐωνύμων μου. Τοῦ δὲ κα θημένου ἡ προσηγορία ἀξιώματός ἐστι σημασία· ὁ γὰρ

 τύπον τῆς σινδόνος, τῆς φανείσης Πέτρῳ ἐν Ἰόππῃ, ἐκ τοῦ οὐ ρανοῦ χαλασθείσης, διὰ τὸ τρίτον χαλασθῆναι. Καὶ ὅτε ὁ Θεὸς εἶπε τῷ Μωσεῖ εἰπεῖν Ἀαρὼν καὶ

 Γραφή. Ἄλλο· ∆ιὰτοὺς τρίτῳ τόπῳ τάσσοντας τὸ Πνεῦμα τὸ ἅγιον. Ἀντιστρέφει αὐτοῖς ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ, καὶ λέγει (ὅτε ἐν Βαβυλῶνι ἐξώριστο ὁ λαὸς), οὕ

 Πατέρα καὶ Υἱὸν τῷ Πνεύματι, ἐκ τῆς κατὰ φύσιν κοινωνίας καὶ οἰκειό τητος ἡ προσηγορία τούτων ἥνωται. Πόθεν γὰρ ἄλ λοθεν, πάλιν ἡγεμονικὸν, πάλιν Πνεῦ

 δόξης τοῦ με γάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὁ αὐτὸς πρὸς Ῥωμαίους· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ

 ∆όξα οὖν ἐστιν ἀπὸ δόξης· ὅθεν καὶ ὁ Παῦλος λέγει· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά σεως.» Πατὴρ οὖν ἐστι τῆς δόξης τοῦ Μονογενοῦς·

 τὸ ὄνομα τοῦ Πατρὸς ἔχει, ὡς Θεὸς καὶ Κύριος. Μαρτυρεῖ ὁ Πατὴρ ἐν τῇ Ἐξόδῳ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ

 «Γνῶτε, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός·» καὶ πάλιν· «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός.» Ἐλέγχων δὲ εἰς τὰς βασιλείας λέγει· «Πνεῦμα ἐλά λησεν

 Μαρτυρεῖ Μωσῆς λέγων· «Καὶ ἦν ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ, ὡς πῦρ καιόμενον·» ἵνα πληρωθῇ τό· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,» πῦρ οὐκ ἀφανι

 ἐποίησε τὴν μνήμην τοῦ θανάτου. Κατῆλθε γὰρ εἰς τὸ κῆτος, καὶ διὰ τριῶν ἡμερῶν ἀνεδόθη, καὶ ἐγίνετο τύπος τῆς ἀνα στάσεως. Τοῦτο πάλιν καὶ ὁ Σωτὴρ ἀνα

 ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θέρμην ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν αὐτοῦ ἀνατρέχει ἡ ὕβρις· οὕτως καὶ ἐπὶ τοῦ τρισηλίου τῆς ἁγία

 ἐπιθυμητικοῦ, ἤτοι ἐμψύχου. Ὡς ἐδίδαξεν ὁ Παῦλος, σαρκὸς μὲν τὸ ἐπιθυμητικὸν τῇ ψυχῇ προσνείμας, ὃ καὶ σάρκα προσεῖπεν ἅμα τῷ ἑαυτῆς θελήματι τὴν ἀνθρ

ἐπιθυμητικοῦ, ἤτοι ἐμψύχου. Ὡς ἐδίδαξεν ὁ Παῦλος, σαρκὸς μὲν τὸ ἐπιθυμητικὸν τῇ ψυχῇ προσνείμας, ὃ καὶ σάρκα προσεῖπεν ἅμα τῷ ἑαυτῆς θελήματι τὴν ἀνθρώπου σάρκα, ἣν καὶ στρατεύεσθαι ἔφη κατὰ τοῦ πνεύματος· οὐ στρατεύεται δὲ τὸ μὴ κίνησιν ἔχον, μηδὲ θέλησιν ἰδίαν. Ταύτην δὲ τὴν σάρκα, πρὸς τὸ πνεῦμα ἔφη 28.80 διαμάχεσθαι, οὐ τὴν ἀκίνητον, οὐδὲ τὴν ἄψυχον. Φυσικὸν γὰρ ἐνέσπαρται ταύτῃ κίνημα παθητικὸν, μεθ' οὗ σὰρξ ὀνομάζεται, ὡς ἐν τῇ πρὸς Ῥωμαίους ἔτι σαφέστερον ἡρμήνευσε, τὸ ἐν τῇ σαρκὶ διασαφήσας κίνημα, διαμαχόμενον πρὸς νοῦν καὶ ἀντιπάσχον, ὡς οὐ ταὐτὸν δήπου, ἀλλ' ἕτερον ὂν τῷ νῷ· «Συνήδομαι γὰρ,» φησὶ, «τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με.» Τοῦτο δὲ τὸ θέλημα καὶ ψυχὴν ἰδίως ὁ Παῦλος ἐκάλεσεν, χωρίσας ἀπὸ τοῦ πνεύματος, ὅτε φησίν· «Ὁ Θεὸς ἁγιάσῃ ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη·» ἐν δὲ τούτῳ τὸ πνεῦμα, καὶ ψυχὴν, καὶ σῶμα, τὸν ὁλοτελῆ ἄνθρωπον ἑρμηνεύσας, καὶ ὑπευξάμενος αὐτὸν ἁγιασθῆναι, καὶ ἀμέμπτως τηρηθῆναι. Πνεῦμα μὲν οὖν ἔδειξε τὸ ἁγιαζόμενον, ὅπερ ἐστὶν ὁ νοῦς ὁ ἀνθρώπινος· ψυχὴν δὲ μετὰ τοῦτο τὸ ἐπιθυμητικὸν, καὶ σῶμα σκῆνος τὸ γήϊνον· ὥστε κατὰ ταύτην τὴν διαίρεσιν τρία εἶναι τὸν ἄνθρωπον τὸν γηγενῆ· τὸ νοερὸν, τὸ ἐπιθυμητικὸν, τὸ σωματικόν. Τοῦτο τὸ θέλημα, ἤτοι ἡ ψυχὴ, τὸ ἐπιθυμητικὸν, ἥνωται τῷ νῷ τῷ τοῦ ἀνθρώπου καὶ τῷ σώματι. Ἐπικρατοῦντος οὖν τοῦ νοεροῦ, τὸ ὅλον ἐστὶ νοερὸς ἄνθρωπος· καίτοιγε συμπεπλεγμένον ἔχων ἐν ταῖς σαρκικαῖς ἐπιθυμίαις, κατὰ τὴν πρόδηλον διαφορὰν καὶ μάχην λογικοῦ τε καὶ ἀλόγου, τοῦ ἐν τῷ ἀνθρώπῳ, ἀλλ' οὐκ ἐπικρατοῦντος, ἀλλὰ ἐπικρατουμένου. Ἡγεμονικὸν δὲ λέγεται, καθὼς ὁ νοῦς ἡγεῖται τοῦ ζωτικοῦ σώματος. Ἄνθρωπος οὖν καθ' ἡγεμονίαν νοῦ μετέσχε θεότητος, νοερὸν ζῶον ὤν· διὰ τοῦτο λέγει· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.»

17