Testimonia e scriptura de communi essentia patris et filii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

 δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ

 οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ ∆οξάσατε οὖν τὸν Θεὸν ἐνοικοῦντα ἐν ὑμῖν.» Εἰ δὲ οὐ δοξάζεις τὸν

 ἐκάλεσεν ἕνα ἄνθρωπον· ἵππον γὰρ καὶ ἀναβάτην εἶπε διὰ τὴν κοινωνίαν τῆς φύσεως. Εἰ οὖν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ τῆς φύσεως, ὅπου διάφορα

 Υἱοῦ· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα, ἐν μέσῳ λύκων.» Περὶ τοῦ Πνεύματος ἐν ταῖς Πράξεσι λέγει· «Οἱ μὲν οὖν ἀποσταλέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος ἦλθ

 ἔστιν ἐπινοῆσαι, ὅτι κατ' ἐπιτροπὴν εἶπε καὶ τῷ ἑαυ τοῦ Πνεύματι, Κάθου ἐξ εὐωνύμων μου. Τοῦ δὲ κα θημένου ἡ προσηγορία ἀξιώματός ἐστι σημασία· ὁ γὰρ

 τύπον τῆς σινδόνος, τῆς φανείσης Πέτρῳ ἐν Ἰόππῃ, ἐκ τοῦ οὐ ρανοῦ χαλασθείσης, διὰ τὸ τρίτον χαλασθῆναι. Καὶ ὅτε ὁ Θεὸς εἶπε τῷ Μωσεῖ εἰπεῖν Ἀαρὼν καὶ

 Γραφή. Ἄλλο· ∆ιὰτοὺς τρίτῳ τόπῳ τάσσοντας τὸ Πνεῦμα τὸ ἅγιον. Ἀντιστρέφει αὐτοῖς ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ, καὶ λέγει (ὅτε ἐν Βαβυλῶνι ἐξώριστο ὁ λαὸς), οὕ

 Πατέρα καὶ Υἱὸν τῷ Πνεύματι, ἐκ τῆς κατὰ φύσιν κοινωνίας καὶ οἰκειό τητος ἡ προσηγορία τούτων ἥνωται. Πόθεν γὰρ ἄλ λοθεν, πάλιν ἡγεμονικὸν, πάλιν Πνεῦ

 δόξης τοῦ με γάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὁ αὐτὸς πρὸς Ῥωμαίους· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ

 ∆όξα οὖν ἐστιν ἀπὸ δόξης· ὅθεν καὶ ὁ Παῦλος λέγει· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά σεως.» Πατὴρ οὖν ἐστι τῆς δόξης τοῦ Μονογενοῦς·

 τὸ ὄνομα τοῦ Πατρὸς ἔχει, ὡς Θεὸς καὶ Κύριος. Μαρτυρεῖ ὁ Πατὴρ ἐν τῇ Ἐξόδῳ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ

 «Γνῶτε, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός·» καὶ πάλιν· «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός.» Ἐλέγχων δὲ εἰς τὰς βασιλείας λέγει· «Πνεῦμα ἐλά λησεν

 Μαρτυρεῖ Μωσῆς λέγων· «Καὶ ἦν ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ, ὡς πῦρ καιόμενον·» ἵνα πληρωθῇ τό· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,» πῦρ οὐκ ἀφανι

 ἐποίησε τὴν μνήμην τοῦ θανάτου. Κατῆλθε γὰρ εἰς τὸ κῆτος, καὶ διὰ τριῶν ἡμερῶν ἀνεδόθη, καὶ ἐγίνετο τύπος τῆς ἀνα στάσεως. Τοῦτο πάλιν καὶ ὁ Σωτὴρ ἀνα

 ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θέρμην ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν αὐτοῦ ἀνατρέχει ἡ ὕβρις· οὕτως καὶ ἐπὶ τοῦ τρισηλίου τῆς ἁγία

 ἐπιθυμητικοῦ, ἤτοι ἐμψύχου. Ὡς ἐδίδαξεν ὁ Παῦλος, σαρκὸς μὲν τὸ ἐπιθυμητικὸν τῇ ψυχῇ προσνείμας, ὃ καὶ σάρκα προσεῖπεν ἅμα τῷ ἑαυτῆς θελήματι τὴν ἀνθρ

«Γνῶτε, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός·» καὶ πάλιν· «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός.» Ἐλέγχων δὲ εἰς τὰς βασιλείας λέγει· «Πνεῦμα ἐλά λησεν ἐν ἐμοὶ,» οὐ δι' ἐμοῦ. Καὶ ἵνα μαρτυρήσῃ Παῦλος, τίς ἦν ὁ λαλῶν διὰ τῶν προφητῶν, ἀνάγνωθι τὰ γραφέντα παρ' αὐτοῦ ἐν τῇ πρὸς Ἑβραίους· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Οὐκοῦν πεφανέρωται, ὅτι Θεός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. Πάλιν ἴδωμεν, πῶς ἔχει ὁ χρηματισμὸς, ὃν ἐχρημάτισεν ὁ Θεὸς πρὸς τὸν Ἠλίαν. Τότε γὰρ ὁ Ἠλίας κατενετύγχανεν τῷ Θεῷ, λέγων· «Τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν· κἀγὼ περιελείφθην μόνος· καὶ ζητοῦσι τὴν ψυχήν μου ἆραι.» Ἀποκρί 28.68 νεται αὐτῷ ὁ χρηματισμός· «Ἐξελεξάμην ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.» Ἴδωμεν οὖν, εἰ καὶ τὸ Πνεῦμα ἔχει χρηματισμόν. Τῷ Συμεὼν, ἱερεῖ ὄντι καὶ γέροντι, ἐχρημα τίσθη αὐτῷ ὑπὸ τοῦ Πνεύματος, ὅτι «Οὐ μὴ ἀπο θάνῃς, πρὶν ἂν ἴδῃς τὸν Χριστόν.» Καὶ ὅτε παιδίον εἰσηνέχθη εἰς τὸ ἱερὸν, καὶ ἐβάστασεν αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτοῦ, τότε ἀποκρίνεται Συμεών· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ.» Οὐκοῦν Κύριος καὶ δεσπότης τὸ Πνεῦμα. Ὅτι λέγουσι τὸ Πνεῦμα ἁγιαστικὸν εἶναι. Εἰ μὲν ἐδόθη αὐτῷ τὸ ἁγιάζειν κατὰ χάριν, εὑρί σκεται ἱερέων ποιοῦν ἔργον. Οὐ γὰρ δύναται καὶ δεσπότης εἶναι καὶ ὑπουργός. Καὶ εἰ μὲν ὑπουργὸς, περιττὸν τὸ βαπτίζεσθαι ἡμᾶς εἰς τὸ ὄνομα τοῦ ὑπουρ γοῦ. Καὶ γὰρ ὁ ἱερεὺς οὐ τὸ ὕδωρ ἁγιάζει, ἀλλὰ τὴν δέουσαν ὑπηρεσίαν ἀποπληροῖ, εἰληφὼς παρὰ τοῦ Θεοῦ κατὰ χάριν. Εἰ οὖν τὸ αὐτὸ ποιεῖ τὸ Πνεῦμα, ὃ καὶ ὁ ἱερεὺς, εἰ ἐδόθη αὐτῷ τὸ ἁγιάζειν, ὡς σὺ φῂς, διὰ τί ὁ Πατὴρ ἁγιάζει; Βασιλεὺς γὰρ, ἐπιτάτ των τινὶ ἔργον, ἐκείνῳ συγχωρεῖ, ᾧ ἐπιτάττει ποιεῖν· καὶ οὐκ αὐτὸς ἐργάζεται. Πάλιν ὁ αἱρετικὸς, θέλων δεῖξαι, ὅτι τὸ Πνεῦμα Κύριον καλεῖ τὸν Λόγον τοῦ Θεοῦ, λέγει. «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δε ξιῶν μου.» Θέλων δὲ ὁ Σωτὴρ δεῖξαι ὅτι οὐ μόνον τὸ Πνεῦμα Κύριον καλεῖ τὸν Χριστὸν, ἀλλὰ καὶ αὐτὸς ὁ Χριστὸς Κύριος καὶ Θεός ἐστιν, ἐξετασθεὶς παρὰ Ἰουδαίου λέγοντος· «Ἐπιστάτα, ποία ἐστὶ πρώτη ἐντολή; λέγει αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης καρδίας σου· καὶ γὰρ γέγρα πται· Κύριος Θεὸς εἷς ἐστιν. Ἡ δευτέρα ἐντολή· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Τότε ἀπεκρίθη ὁ Ἰουδαῖος· Ὀρθῶς εἶπας, ἐπιστάτα, ὅτι ὁ Θεὸς εἷς ἐστι.» Τοῦτο δὲ ἔλεγεν, ἵνα τὴν θεότητα τοῦ Υἱοῦ ἀρνήσηται. Ὁ δὲ Σωτὴρ, βουλόμενος τὴν κυριότητα αὐτοῦ συνάψαι τῇ τοῦ Πατρὸς, ἐξετά ζει αὐτόν· «Περὶ τοῦ Χριστοῦ τί λέγετε; τίνος ἐστὶν υἱός; Λέγουσι Τοῦ ∆αβίδ.» Ἀποκρίνεται ὁ Σωτήρ· «Πῶς οὖν ∆αβὶδ ἐν Πνεύματι ἁγίῳ Κύριον αὐτὸν καλεῖ; Εἰ οὖν Υἱὸς αὐτοῦ ἐστι, πῶς αὐτὸν Κύριον καλεῖ;» Πάλιν ἔλεγον αὐτῷ, ὅτε ἐξέβαλλε τὰ δαιμόνια· «Οὗτος ἐν Βεελζεβοὺλ, ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.» Εἶτα λέγει· «Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω, τὰ τέκνα ὑμῶν ἐν τίνι ἐκβάλ λουσιν;» Αἰνίττεται δὲ αὐτοὺς τέκνα, λέγων γεννη θέντας μὲν ἐξ αὐτῶν τοὺς ἀποστόλους, ἐκβάλλοντας 28.69 δὲ τὰ δαιμόνια ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζαραίου, ὥς φησιν· Εἰ τὰ τέκνα ὑμῶν πρὸς τὸ ἀπελάσαι δαίμονας ἀρκοῦνται τῷ ὀνόματί μου, ἐγὼ εἰς τὸ ὄνομα Βεελ ζεβοὺλ οὐκ ἐκβάλλω τὰ δαιμόνια. Πρὸς τοὺς λέγοντας ὅτι αἰτεῖ ὁ Υἱός. Κατασκευάζει ὁ αἱρετικὸς, καὶ λέγει ἔλαττον εἶναι τὸν αἰτοῦντα διδόντος. Ἐὰν οὖν τὸν Πατέρα αἰτοῦντα παρὰ ἀνθρώπων εὕρωμεν ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ, τί λέγεις; «Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος αἰτεῖ παρὰ σοῦ, ἀλλ' ἢ τὸ φοβεῖσθαι αὐτόν;» Περὶ τοῦ ὁμοιοτρόπως δεδόσθαι τὸν νόμον ὑπὸ τοῦ Πνεύματος, ὅτε ἐδόθη ὁ νόμος τῇ Πεντηκοστῇ, ὡς ἐν τῷ ὄρει Σινᾶ.

13