Syntagma ad monachos

 τεταγμένη ἐστίν. 2.15 Καὶ εἴ τι περισσοτέρως ποιήσεις, τοῦτο παρὰ τὴν σεαυτοῦ προαίρεσιν· εἰ δὲ καὶ ὑπερ θέσεις δύνασαι ποιεῖν, γενναίως ἀσκεῖς. 2.16

 5.6 Τοῖς παροῦσιν ἀρκοῦ. Καὶ ἐὰν περισσοτέραν κρεῶν καὶ οἴνου ἔχῃς πολιτείαν, καὶ ἀπέλθῃς ἐπὶ ξένης, μὴ θελήσῃς ἑαυτὸν κομπάζειν, ἄλλ' ἴσος γίνου τοῖς

 ἐντολῶν, ἤτω νηφάλιος, σπουδαῖος, ἀνεξίκακος, χρηστός, φιλόρφανος, φιλόπτωχος, φιλόξενος, φιλάγαθος, ἥσυχος, στερεὸς πίστει καὶ γνώμῃ καὶ λόγῳ, ἀπεχόμ

ἐντολῶν, ἤτω νηφάλιος, σπουδαῖος, ἀνεξίκακος, χρηστός, φιλόρφανος, φιλόπτωχος, φιλόξενος, φιλάγαθος, ἥσυχος, στερεὸς πίστει καὶ γνώμῃ καὶ λόγῳ, ἀπεχόμενος γυναικός, μὴ ἀμελῶν τοῦ ποιμνίου, μὴ βδελυσσόμενός τινα. Μὴ προσωποληπτεῖν, ἐλέγχοντα ἐπὶ πάντων. 8.2 Μὴ ἐᾶν ψωριᾶν πρόβατον ἐν τῇ ποίμνη, ἀλλὰ καθαίρειν πρῶτον μετὰ μετανοίας, καὶ τότε συνάγειν ἐν τῇ μάνδρᾳ. 8.3 Εἰδέναι ἕκαστον ὡς ποιμαίνειν δεῖ, τί δὲ ταῖς χήραις παραγγέλλειν, τί μοναχοῖς, τί λαϊκοῖς, τί κατηχουμένοις. 8.4 Γυναιξὶ δὲ παραγγέλλειν ἐν ἐκκλησίᾳ μὴ λαλεῖν ὅλως, ἀλλ' ἐν πᾶσι σιγᾶν καὶ εὔχεσθαι, καὶ μὴ λαμπρύνειν ἑαυτὰς ἐν χρυσῷ ἢ ἐσθῆτι, τὰ δὲ πρόσωπα αὐτῶν μὴ φαίνεσθαι, χεῖρας ἀνδρῶν μὴ καταφιλεῖν. 8.5 Κατηχούμενοι δὲ ἰδίᾳ εὐχέσθωσαν ἢ ἔξωθεν τοῦ βηλοῦ. 8.6 Ὁ δὲ πᾶς λαὸς ἐν φόβῳ καὶ σιωπῇ ἀκουέτω τὸν λόγον τοῦ κυρίου. 8.7 Οὐ μόνον δὲ οἱ ἁμαρτάνοντες δίκην ἀποτίσουσιν, ἀλλὰ καὶ οἱ χαίροντες ἐπὶ τοῖς ἁμαρτάνουσιν. 8.8 Περὶ δὲ τῶν προσφορῶν ὀφείλει νήφειν ὁ ἱερεύς· ἐὰν γὰρ λάβῃ παρὰ στρατευομένου ἐκχέαντος αἷμα, ἢ διασείσαντος, ἢ κλέψαντος, ἢ πραγματευτοῦ, ἢ ἐπιόρκου, ἢ παρὰ πλουσίου ἀποστερητοῦ, ἢ παρὰ τελώνου ἐπιπράττοντος, ἢ τοκογλύφου, ἢ τιμιουλκοῦ ἐπὶ σίτου, ἢ παρὰ παντὸς ἁμαρτωλοῦ, ὁ τοιοῦτος ἱερεὺς ἀπὸ τοιούτων ἐὰν λάβῃ, χωλὸν καὶ τυφλὸν προσφέρει ἐξ αὐτῶν τῷ θεῷ. 8.9 Σοὶ δὲ τῷ λαϊκῷ οὐκ ἔξεστι κρῖναι τὸν ἱερέα, εἰ μὴ ἐὰν ἴδῃς παραβάτην φεῦγε ἀπ' αὐτοῦ. 8.10 Ἐὰν ταῦτα φυλάξῃς, ὁ ἱερεύς, βαθμὸν ἀγαθὸν ἑαυτῷ περιποιῇ καὶ πολλὴν παρρησίαν τὴν ἐν Χριστῷ Ἰησοῦ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.

4