Syntagma ad monachos

 τεταγμένη ἐστίν. 2.15 Καὶ εἴ τι περισσοτέρως ποιήσεις, τοῦτο παρὰ τὴν σεαυτοῦ προαίρεσιν· εἰ δὲ καὶ ὑπερ θέσεις δύνασαι ποιεῖν, γενναίως ἀσκεῖς. 2.16

 5.6 Τοῖς παροῦσιν ἀρκοῦ. Καὶ ἐὰν περισσοτέραν κρεῶν καὶ οἴνου ἔχῃς πολιτείαν, καὶ ἀπέλθῃς ἐπὶ ξένης, μὴ θελήσῃς ἑαυτὸν κομπάζειν, ἄλλ' ἴσος γίνου τοῖς

 ἐντολῶν, ἤτω νηφάλιος, σπουδαῖος, ἀνεξίκακος, χρηστός, φιλόρφανος, φιλόπτωχος, φιλόξενος, φιλάγαθος, ἥσυχος, στερεὸς πίστει καὶ γνώμῃ καὶ λόγῳ, ἀπεχόμ

τεταγμένη ἐστίν. 2.15 Καὶ εἴ τι περισσοτέρως ποιήσεις, τοῦτο παρὰ τὴν σεαυτοῦ προαίρεσιν· εἰ δὲ καὶ ὑπερ θέσεις δύνασαι ποιεῖν, γενναίως ἀσκεῖς. 2.16 Νηστεύων δὲ καὶ πολιτευόμενος βλέπε μὴ φυσιωθῇς· ἡ γὰρ φυσίωσις παγίς ἐστιν τοῦ διαβόλου, δι' ἧς ἀπ' οὐρανοῦ πέπτωκεν, ὁμοίως δὲ λοιπὸν δι' αὐτῆς τοὺς ἀνθρώπους παγιδεύων καταβάλλει. 2.17 Μή τίς σε πλανήσῃ ἐν κυριακῇ νηστεύειν τὸ παράπαν, μήτε γονυπετεῖν τὸ παράπαν, μήτε ἐν πεντηκοστῇ· οὐ γάρ ἐστιν θεσμὸς ἐκκλησίας 2.18 Καὶ μὴ ἀνέχου ἵνα πλανήσωσίν σέ τινες Μαρκιωνισταὶ ἢ ἑτέρα αἵρεσις νηστεύειν τὸ σάββατον ἰδίως καὶ κυριακῆς. 2.19 Τῶν δὲ συνάξεων μὴ ἀμέλει. 2.20 Τῶν μυστηρίων ἄξιον σεαυτὸν εὐτρέπιζε, μήπως εἰς κρῖμα συνέλθῃς. 2.21 Μὴ ἀμέλει πλύνειν πόδας ἀδελφῶν ἐρχομένων πρός σε· ζητηθήσεται γὰρ ἡ τοιαύτη ἐντολὴ περὶ τῶν ὑπερηφανευσάντων αὐτήν, κἂν ἐπίσκοποι ὦσιν· ὁ γὰρ ἡμῶν κύριος αὐτὸς πρῶτος ἔπλυνεν, παραγγείλας αὐτοῖς οὕτως ποιεῖν. 3.1 Μὴ γίνου φιλάργυρος, μὴ αἰσχροκερδής, μὴ φιλοκτήμων, μὴ φιλόπλουτος· οἱ γὰρ τοιοῦτοι θεῷ ἀρέσαι οὐ δύνανται. 3.2 Καὶ ὅλως μὴ πραγμα τεύου. 3.3 Πολλαὶ χῶραί εἰσι μὴ σπέρουσαι, καὶ οἱ οἰκοῦντες ἐὰν τέχνας μὴ ἔχωσιν ἀναγκάζονται πραγματεύεσθαι, κἂν μὴν ὦσι μονάζοντες, καὶ πραγ ματεύονται κακῶς μέν, πλὴν ἀνάγκη ποιεῖ. 3.4 Τόκον μὴ λάμβανε. 3.5 Μὴ προαγόραζέ τι ἥσσονος τῆς πολιτευομένης τιμῆς. 3.6 Ἀγάπα πάντα ἄνθρω πον καὶ εἰρήνευε μετὰ πάντων, καὶ μεθ' ὧν οὐκ εὔχῃ, εἰ δυνατὸν τὸ ἐκ σοῦ, χωρὶς αἱρέσεως. 3.7 Ἔχων δὲ μετάδιδε τῷ μὴ ἔχοντι, μὴ ἔχων δὲ οὐκ ἐγκλη θήσῃ. 3.8 Ἐὰν αἰτήσῃ τις παρὰ σοῦ, εἰς χρῆσιν δίδου, καὶ λάμβανε παρ' αὐτοῦ τὸ κεφάλαιον, ὅταν ἔχῃ, ἄνευ τόκου. 3.9 Μὴ δολιεύου ἐνώπιον κυρίου. 3.10 Ἐὰν γὰρ ἔχῃς γεννήματα ἢ ἀργύριον, καὶ ζητῇ τις δανείσασθαι παρὰ σοῦ, εἰ διὰ τὸ μὴ λαμβάνειν σε τόκον πωλεῖς τιμιωτέρως ἵνα ἀγοράσῃς εὐώ νως τῷ καιρῷ, τουτέστιν ὀλιγοτίμως, δράσσεται ὁ θεὸς τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ· σκέψαι γὰρ καὶ ὅρα ὅτι ἀνθ' ἑνὸς τόκου τρεῖς ἢ τέσσαρας τόκους εὑρήσεις λαμβάνων. 4.1 Γίνου ταπεινὸς καὶ ἡσύχιος, τρέμων διὰ παντὸς τὰ λόγια κυ ρίου. 4.2 Μὴ γίνου μάχιμος, μὴ τύπτε ἄνθρωπον, ἢ μόνον παιδίον σου μι κρὸν πρὸς παιδείαν, καὶ αὐτὸ παρατετηρημένως, σκοπῶν μή πως διὰ σοῦ φόνος γένηται, πολλαὶ γάρ εἰσιν ἀφορμαὶ τοῦ θανάτου. 4.3 Μὴ μυκτήριζε πάντα ἄνθρωπον. 4.4 Μὴ βδελύσσου τινὰ ἀπὸ σχήματος. 4.5 Παρατετηρημένως ἔχε τὴν ἐσθῆτα, μήτε μαλακοῖς χρώμενος ἱματίοις, μήτε ἐσθῆτι φαινομένῃ δικαίων ἐνδυσμενία τουτέστιν ῥυπαροῖς προερχόμενος. 4.6 Σάκκον δὲ ἐὰν ἔχῃς ἵνα πενθῇς τὰς ἁμαρτίας σου, σκόπει μὴ φανῇ σου ὁ σάκκος, ἀλλ' ἔστω κεκρυμμένος ἔσω. 4.7 Καὶ μήτε δέρματα ἀμφιάζου, μή πως δόξαν παρὰ ἀνθρώ πων λήψῃ. 4.8 Ὅλως τρίχας μὴ τρέφε· ἐξέκοψεν γὰρ τὸ τοιοῦτον σχῆμα ὁ ἀπόστολος. 4.9 Μὴ ξύρα τὸ γένειον, καὶ μὴ περικουρείοις χρῶ κειρόμενος. 5.1 Εἰ δύνασαι καὶ ἑβδομάδα νηστεύειν, μηδενὶ δείκνυε. 5.2 Κρεῶν ἀπέ χου, οὐχ ὡς βδελυσσόμενος ἀλλ' ὡς ἀνακόπτων τὸ σῶμα τῆς τρυφῆς καὶ ἀνάξιον ἑαυτὸν ἡγούμενος καὶ ἀντὶ τῶν ἐπιγείων τῶν οὐρανίων ὀρεγόμενος· πᾶς γὰρ μετριάζων δαψιλείᾳ τροφῶν βοηθεῖ τῷ σώματι αὐτοῦ πρὸς ἐγκράτειαν. 5.3 Οἴνου ὅλως μὴ λάμβανε, ἢ μόνον γεύεσθαι καὶ εὐλογεῖν τὸν κτίσαντα. Ἐὰν δὲ καὶ σὺ ὥσπερ Τιμόθεος διὰ τὴν πολλὴν πολιτείαν νόσοις περιπέσῃς, ὀλίγῳ οἴνῳ χρῶ· τὸ γὰρ ὀλίγον φάρμακόν ἐστιν ἰάσεως, πολιῷ δὲ αὐτῷ χρώμενος ἀμφοτέρας ἀσθενείας σεαυτὸν περιβαλεῖς· εἰ δέ, ἕως ἑνὸς ποτηρίου ἢ δύο, περισσὸν δὲ μή. 5.4 Εἰ δυνατόν σοι ἀνυπόδητον ὁδεύειν, γενναίως ἐναχθήσῃ· εἰ δὲ ἀνάγκη ἐστὶν πάντως ὑποδέεσθαι, ψιλὰ ἔσονταί σου τὰ ὑποδήματα. 5.5 Καὶ μὴ θέλε κατακεκοσμημένοις ὑποδήμασιν, ἑταιρισμοῦ σχήμασιν, ἐπαιρίδεσθαι.

2