Symbolum quicumque

 ἀποδώσοντες περὶ τῶν ἰδίων ἔργων λόγον· καὶ οἱ καλὰ πράξαντες εἰσελεύ σονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ κακὰ εἰς πῦρ αἰώνιον. Αὕτη ἐστὶν ἡ καθολικὴ πίστι

 πράξαντες εἰς τὴν αἰώνιον ἀπελεύσονται ζωὴν, οἱ δὲ τὰ φαῦλα εἰς τὸ πῦρ τὸ αἰώνιον. Αὕτη ἐστὶν ἡ κα θολικὴ πίστις, ἣν εἰ μή τις πιστῶς καὶ βεβαίως πιστ

 ἡμέρᾳ ἐκ τῶν νεκρῶν. Ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς, κάθηται ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς παντοκράτορος, ὅθεν ἥξει κρῖναι ζῶντας καὶ νεκρούς. Οὗ τῇ παρουσ

 πρόσληψιν, τελείαν οὐσίαν ἀνθρωπίνην ἐνυπόστατον αὐτῷ καὶ ἀδιαίρετον ἐξ αὐτοῦ, ἁμαρτίας ἀμέ 28.1592 θεκτον· ἐκ τῶν παρθενικῶν ἁγνῶν αἱμάτων τῆς Θεομήτ

πράξαντες εἰς τὴν αἰώνιον ἀπελεύσονται ζωὴν, οἱ δὲ τὰ φαῦλα εἰς τὸ πῦρ τὸ αἰώνιον. Αὕτη ἐστὶν ἡ κα θολικὴ πίστις, ἣν εἰ μή τις πιστῶς καὶ βεβαίως πιστεύσειεν, οὐχ οἷός τε ἔσται σωθῆναι. 28.1585 Ἔκθεσις ὁμολογίας τῆς καθολικῆς πίστεως τοῦ μεγάλου Ἀθανασίου

πατριάρχου Ἀλεξανδρείας. Ὅστις ἂν βούληται σωθῆναι, πρὸ πάντων χρὴ κρατεῖν τὴν καθολικὴν πίστιν· ἣν εἰ μὴ εἷς ἕκαστος σώαν καὶ ἀμώμητον τηρήσῃ, ἄνευ δισταγμοῦ εἰς τὸν αἰῶνα ἀπολεῖται. Πίστις δὲ ἡ καθολικὴ αὕτη ἐστὶν, ἵνα ἕνα Θεὸν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι σεβώμεθα, μήτε συγ χέοντες τὰς ὑποστάσεις, μήτε τὴν οὐσίαν διαχωρί ζοντες. Ἄλλη γάρ ἐστιν ἡ ὑπόστασις τοῦ Πατρὸς, ἄλλη 28.1586.40 τοῦ Υἱοῦ, ἄλλη τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, μία ἐστὶν ἡ θεότης, μία ἐστὶν ἡ δόξα, συναΐδιος ἡ μεγαλειότης. Οἷος ὁ Πατὴρ, τοιοῦτος ὁ Υἱὸς, τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἀκατάληπτος ὁ Πατὴρ, ἀκατάληπτος ὁ Υἱὸς, 28.1587 ἀκατάληπτον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Αἰώ νιος ὁ Πατὴρ, αἰώνιος ὁ Υἱὸς, αἰώνιον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Πλὴν οὐ τρεῖς αἰώνιοι, ἀλλ' εἷς αἰώνιος· οὐδὲ τρεῖς ἄκτιστοι, οὐδὲ τρεῖς ἀκατάληπτοι, ἀλλ' εἷς ἄκτιστος, εἷς ἀκατάληπτος. Ὁμοίως παντοδύναμος ὁ Πατὴρ, παντοδύναμος ὁ Υἱὸς, καὶ παντοδύναμον καὶ τὸ Πνεῦμα τὸ ἅγιον· πλὴν οὐ τρεῖς παντοδύναμοι, ἀλλ' εἷς παντο δύναμος. Οὕτω Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· πλὴν οὐ τρεῖς θεοὶ, ἀλλ' εἷς Θεός. Ὁμοίως Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριον τὸ Πνεῦμα τὸ ἅγιον· πλὴν οὐ τρεῖς κύριοι, ἀλλ' εἷς ἐστι Κύριος Ὅτι ὡς ἰδίᾳ μίαν ἑκάστην ὑπόστασιν, Θεὸν καὶ Κύριον ὁμολογεῖν τῇ Χριστιανικῇ ἀληθείᾳ βιαζό μεθα· οὕτω τρεῖς θεοὺς ἢ τρεῖς κυρίους λέγειν, τῇ καθολικῇ ἀληθείᾳ κωλυόμεθα. Ὁ Πατὴρ ἀπ' οὐδενός ἐστιν, οὔτε μὴν κτιστὸς, οὔτε ποιητὸς, οὐδὲ γεννητός. Ὁ Υἱὸς ἀπὸ τοῦ Πατρὸς μόνου ἐστὶν, οὐ ποιη τὸς, οὐ κτιστὸς, ἀλλὰ γεννητός. Τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐ ποιητὸν, οὐ κτιστὸν, οὐδὲ γεννητὸν, ἀλλ' ἐκπορευτόν. Εἷς οὖν ὁ Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύματα τὰ ἅγια. Καὶ ἐν ταύτῃ τῇ Τριάδι οὐδὲν πρότερον ἢ ὕστερον, οὐδὲν μεῖζον ἢ ἔλαττον, ἀλλὰ πᾶσαι αἱ τρεῖς ὑποστάσεις συναΐδιοί εἰσιν ἑαυταῖς καὶ ἴσαι. Ὥστε κατὰ πάντα (καθὼς εἴρηται) καὶ τὴν μονάδα ἐν Τριάδι, καὶ τὴν Τριάδα ἐν μονάδι σέβεσθαι δεῖ. Ὁ γοῦν βουλόμενος σωθῆναι, οὕτω περὶ Τριάδος φρονείτω. 28.1588 Πλὴν ἀναγκαῖόν ἐστι πρὸς τὴν αἰώνιον σωτηρίαν, ὅπως καὶ τὴν ἐνσάρκωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀρθῶς πιστεύσῃ. Ἔστι γὰρ πίστις ὀρθὴ, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, Θεὸς καὶ ἄνθρωπός ἐστι. Θεὸς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς πρὸ αἰώνων γεννη θεὶς, καὶ ἄνθρωπος ἐκ τῆς οὐσίας τῆς Μητρὸς ἐν τῷ αἰῶνι τεχθείς. Τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρωπίνης σαρκὸς ὑφιστάμενος. Ἴσος τῷ Πατρὶ κατὰ τὴν θεότητα, ἐλάττων τοῦ Πατρὸς κατὰ τὴν ἀνθρωπότητα. Ὃς, εἰ καὶ Θεὸς καὶ ἄνθρωπός ἐστιν, οὐ δύο ὅμως, ἀλλ' εἷς ἐστι Χριστός. Εἷς δὲ οὐ τροπῇ τῆς θεότητος εἰς σάρκα, ἀλλὰ προσλήψει τῆς ἀνθρωπότητος εἰς Θεόν. Εἷς πάντως οὐ συγχύσει τῆς οὐσίας, ἀλλ' ἑνότητι τῆς ὑποστάσεως. Καὶ γὰρ ὡς ἡ ψυχὴ λογικὴ καὶ ἡ σὰρξ εἷς ἐστιν ἄνθρωπος, οὕτω καὶ ὁ θεάνθρωπος εἷς ἐστι Χριστός. Ὃς ἔπαθε διὰ τὴν σωτηρίαν ἡμῶν, καὶ κατῆλθεν εἰς ᾅδου, ἀνέστη ἐν τρίτῃ

3