Symbolum quicumque

 ἀποδώσοντες περὶ τῶν ἰδίων ἔργων λόγον· καὶ οἱ καλὰ πράξαντες εἰσελεύ σονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ κακὰ εἰς πῦρ αἰώνιον. Αὕτη ἐστὶν ἡ καθολικὴ πίστι

 πράξαντες εἰς τὴν αἰώνιον ἀπελεύσονται ζωὴν, οἱ δὲ τὰ φαῦλα εἰς τὸ πῦρ τὸ αἰώνιον. Αὕτη ἐστὶν ἡ κα θολικὴ πίστις, ἣν εἰ μή τις πιστῶς καὶ βεβαίως πιστ

 ἡμέρᾳ ἐκ τῶν νεκρῶν. Ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς, κάθηται ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς παντοκράτορος, ὅθεν ἥξει κρῖναι ζῶντας καὶ νεκρούς. Οὗ τῇ παρουσ

 πρόσληψιν, τελείαν οὐσίαν ἀνθρωπίνην ἐνυπόστατον αὐτῷ καὶ ἀδιαίρετον ἐξ αὐτοῦ, ἁμαρτίας ἀμέ 28.1592 θεκτον· ἐκ τῶν παρθενικῶν ἁγνῶν αἱμάτων τῆς Θεομήτ

ἀποδώσοντες περὶ τῶν ἰδίων ἔργων λόγον· καὶ οἱ καλὰ πράξαντες εἰσελεύ σονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ κακὰ εἰς πῦρ αἰώνιον. Αὕτη ἐστὶν ἡ καθολικὴ πίστις, ἣν εἰ μή τις πιστῶς τε καὶ βεβαίως πιστεύσῃ, σωθῆναι οὐ δυνήσεται. 28.1585 Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ μεγάλου ὁμολογία τῆς καθολικῆς πίστεως, ἢν ἔδωκε πρὸς Ἰούλιον πάπαν Ῥώμης. Τῷ θέλοντι σωθῆναι πρὸ πάντων ἀνάγκη τὴν καθολικὴν πίστιν κατέχειν· ἣν εἰ μή τις ἀκεραίαν καὶ ἀπαράθραυστον συντηρήσειεν, ἀναμφιβόλως εἰς τὸν αἰῶνα ἀπολεῖται. Αὕτη δέ ἐστιν ἡ καθολικὴ πίστις, ἕνα Θεὸν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι σέβειν ἡμᾶς, μήτε τὰ πρόσωπα συγχέοντας, μήτε τὴν οὐσίαν διαιροῦντας. Ἄλλο γάρ ἐστι τὸ τοῦ Πατρὸς πρόσωπον, ἄλλο τὸ τοῦ Υἱοῦ, ἄλλο τὸ τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος μία ἐστὶ θεότης, ἴση δόξα, συναΐ διος μεγαλειότης. Οἷος ὁ Πατὴρ, τοιοῦτος ὁ Υἱὸς, τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄπειρος ὁ Πατὴρ, ἄπειρος ὁ Υἱὸς, ἄπειρον τὸ Πνεῦμα τὸ ἅγιον. Ἀΐδιος ὁ Πατὴρ, ἀΐδιος ὁ Υἱὸς, ἀΐδιον τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ μὴν τρεῖς ἀΐδιοι, ἀλλ' εἷς ἀΐδιος. Οὕτως οὐδὲ τρεῖς ἄκτιστοι, οὔτε τρεῖς ἄπειροι, ἀλλ' εἷς ἄκτιστος, εἷς ἄπειρος. Ὁμοίως παντοδύνα μος ὁ Πατὴρ, παντοδύναμος ὁ Υἱὸς, παντοδύναμον τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς παντοδύναμοι, ἀλλ' εἷς παντοδύναμος. Οὕτω καὶ Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς θεοὶ, ἀλλ' εἷς Θεός. Οὕτω Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριος τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς κύριοι, ἀλλ' εἷς Κύριος· ἐπεὶ καθὼς ἕκαστον τῶν προσώπων Θεὸν ἢ Κύριον ὁμολογεῖν ὑπὸ τῆς Χριστιανικῆς ἀληθείας ἀναγκαζόμεθα, οὕτω καὶ τρεῖς θεοὺς ἢ κυρίους λέγειν ἡ καθολικὴ θρησκεία κωλύει. Ὁ Πατὴρ τοίνυν ὑπ' οὐδενὸς οὔτε πεποίηται, οὔτε ἔκτισται, οὔτε γεγέννηται. Μόνος Υἱὸς παρὰ τοῦ Πατρὸς μόνου ἐστὶν οὐ ποιηθεὶς, οὐ κτισθεὶς, ἀλλὰ γεννηθείς. Τὸ Πνεῦμα τὸ ἅγιον παρὰ Πατρὸς καὶ Υἱοῦ οὐ ποιηθὲν, οὐ κτισθὲν, οὐ γεννηθὲν, ἀλλ' ἐκπορευό μενον. Εἷς τοίνυν Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς ὁ Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύ 28.1586 ματα ἅγια. Ἀλλ' ἐν ταύτῃ τῇ Τριάδι οὐδὲν πρότερον ἢ ὕστερον, οὐδὲν μεῖζον ἢ ἔλαττον· ἀλλὰ τρία πρόσ ωπα συναΐδια ἑαυτοῖς ἐστι, καὶ διὰ πάντων ἴσα. Οὕτως ὡς κατὰ πάντα, καθὼς ἤδη εἴπομεν, καὶ τὴν Τριάδα ἐν τῇ μονάδι, καὶ τὴν μονάδα ἐν τῇ Τριάδι σέβειν ἡμᾶς. Ὁ βουλόμενος τοίνυν σωθῆναι, οὕτω περὶ τῆς Τριάδος φρονείτω. Ἀναγκαῖον δὲ πρὸς τὴν αἰώνιον σωτηρίαν, καὶ τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σάρκωσιν πιστῶς κατέχειν. Ἔστι τοίνυν βεβαία πίστις, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν τὸν Κύριον ἡμῶν Ἰη σοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, Θεὸν καὶ ἄνθρωπον εἶναι· Θεὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, πρὸ τῶν αἰώνων γεννηθέντα· τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρωπίνης σαρκὸς ὑφεστῶτα· ἴσον τῷ Πατρὶ κατὰ τὴν θεότητα, ἐλάττονα τοῦ Πατρὸς κατὰ τὴν ἀνθρωπότητα. Ὃς, εἰ καὶ Θεός ἐστι καὶ ἄνθρωπος, οὐ μὴ δύο, ἀλλ' εἷς ἐστι Χρι στός· εἷς δὲ, οὐ τῆς θεότητος μεταβληθείσης εἰς σάρκα, ἀλλὰ τῆς ἀνθρωπότητος ὑπὸ τοῦ Θεοῦ προσ ληφθείσης· εἷς παντελῶς, οὐ φυρμῷ τῆς οὐσίας, ἀλλὰ τῇ τοῦ προσώπου ἑνότητι. Ὥσπερ γὰρ ἡ λο γικὴ ψυχὴ καὶ ἡ σὰρξ εἷς ἐστιν ἄνθρωπος, οὕτω καὶ ὁ Θεὸς καὶ ἄνθρωπος εἷς ἐστι Χριστός· παθὼν ὑπὲρ τῆς σωτηρίας ἡμῶν, κατελθὼν εἰς τὸν ᾅδην, τῇ τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν ἀναστὰς, καὶ ἀνελθὼν εἰς τοὺς οὐρανοὺς, καὶ καθήμενος ἐκ δεξιῶν τοῦ παντοδυνάμου Θεοῦ καὶ Πατρὸς, ἐκεῖθεν ἥξων κρῖναι ζῶντας καὶ νεκρούς· οὗ πρὸς τὴν παρουσίαν πάντες οἱ ἄνθρωποι ἀναστήσονται μετὰ τῶν ἰδίων σωμάτων ἀποδώσοντες λόγον περὶ τῶν ἔργων αὐτῶν. Οἱ μὲν οὖν ἀγαθὰ

2