1

 2

 3

 4

3

Θεὸς ἀνατέλλει, καταυγάζων τῇ ἑκάστου ψυχῇ· διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτη ρίῳ πάθει οὐκ ἔφανεν ἥλιος, σημαίνων τέλος μὲν τῆς προτέρας κτίσεως, ἀρχὴν δὲ ἑτέρας, τὴν ἐκ τοῦ Σωτῆρος ἀνατέλλουσαν· ἣν ἑωρακὼς ὁ προφήτης φησίν· «Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ·» καὶ πάλιν· «Ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖ ἥλιος δικαιοσύνης.» Οὐ γὰρ πάντων ἡμέρα αὕτη, ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ, ζώντων δὲ τῷ Κυρίῳ. ∆ιὰ τοῦτο γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέ μνεσθαι ἐκέλευσεν ὁ νόμος· καὶ ἀπαράβατος ἦν ἡ ἐντολὴ, σημαίνουσα τὴν μετὰ τὴν ἑβδόμην ἀναγέννησιν πάντων. Ἡ γὰρ περιτομὴ οὐδὲν ἄλλο ἐδήλου ἢ τὴν τῆς γενέσεως ἀπέκδυσιν· τὸν γὰρ τῇ ἕκτῃ ἀποθανόντα ἀπεκδιδυσκόμεθα, καὶ ἀνακαινούμεθα τῇ Κυριακῇ, ὅτε ὁ παλαιὸς, ἀπεκδυθεὶς, ἀνεγεννήθη τῇ ἀναστάσει. Τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν ἐν τῇ πρὸς Κολοσσαεῖς· «Ἐν ᾧ καὶ περιετμήθητε πε ριτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι εἰς τὸν ᾅδην, ἐν ᾧ καὶ συνηγέρθητε.» Τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀπεκδύσεως τύπος ἦν ἡ περιτομή· ἣν ἐν ἐκείνοις τοῖς μέλεσιν ἐνετείλατο γίνεσθαι, δι' ὧν καὶ γεννᾶται τὸ σῶμα, ἵν' εἰδοῖεν οἱ περιτεμνόμενοι, ὅτι ἀπεκδύσεως παλαιότητός ἐστι σημεῖον. Πιστεύσας γὰρ Ἀβραὰμ ἔλαβε τὴν περιτομὴν, σημεῖον οὖσαν τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως. ∆ιὰ τοῦτο ἐλθόντος τοῦ σημαινομένου, πέπαυται τὸ σημεῖον. Ἡ μὲν γὰρ περιτομὴ σημεῖον ἦν, τὸ δέ γε λουτρὸν τῆς 28.141 παλιγγενεσίας τὸ σημαινόμενον. Ὅλου γὰρ τοῦ πα λαιοῦ ἀπεκδιδυσκομένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία. Καὶ ὥσπερ ἡ Κυριακὴ ἀρχὴ τῆς κτίσεώς ἐστι, καὶ παύει τὸ Σάββατον· οὕτως ἡ αὐτὴ ἀναγεν νήσασα τὸν ἄνθρωπον ἔπαυσε τὴν περιτομήν. Ἀμ φότερα γὰρ ἐν τῇ ὀγδόῃ κατώρθωται, καὶ ἡ ἀρχὴ τῆς κτίσεως, καὶ ἡ ἀναγέννησις τοῦ ἀνθρώπου. ∆ιὰ τοῦτο ἡ ὀγδόη τὸ Σάββατον ἔλυσε, καὶ οὐ τὸ Σάββα τον τὴν ὀγδόην. Ἐν μὲν γὰρ Σαββάτῳ περιετέμνετο ὁ ἄνθρωπος· ἐν δὲ τῷ Σαββάτῳ οὐκ ἤργει ἡ πε ριτομή. Ἡ γὰρ ὀγδόη, ἀρχὴ οὖσα τῆς ἀνακτίσεως,κατέπαυσε τὴν πρώτην. Ἡγοῦμαι δὲ καὶ διὰ τοῦτο τὴν περιτομὴν δεδόσθαι. Τοῦ γὰρ Ἀδὰμ ἀκούσαντος· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» ἔθνησκε, καὶ διεφθείρετο τὸ σῶμα· ὅθεν μέρος τι τοῦ σώματος, καὶ τοῦτο τὸ αἴτιον τῆς τοῦ σώματος γενέσεως προσετάχθησαν ἐκτιννύειν, προδιδασκόμενοι τὴν τοῦ ὅλου ἀπέκδυσιν, ἵν', ὥσπερ ἀποδιδόντες τὸ κατακριθὲν, διασωθῆναι δυνηθῶσι. Καὶ ὥσπερ αἱ θυσίαι σκιαὶ ἦσαν τῶν μελλόντων, οὕτως καὶ ἡ ἐκ μέρους περιτομὴ τοῦ ὅλου ἦν σκιά. Τοῦτο δὲ καὶ ἐν τῷ Ἰησοῦ τῷ τοῦ Ναυῆ φανερῶς ὁ λόγος σημαίνει· τοῦ γὰρ Ἰησοῦ κατὰ πρόσταξιν τοῦ Θεοῦ περιτέμνοντος τὸν λαὸν ἐν Γαλγάλοις πέραν τοῦ Ἰορδάνου, εἶπε Κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ· «Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμῶν. Καὶ ἐκάλεσα, φησὶν, ὄνομα τοῦ τόπου ἐκείνου Γάλγαλα.» Εἰ γὰρ ἡ περιτομὴ ἀφαίρεσίς ἐστι τῆς ἐν Αἰγύπτῳ γενέσεως, δηλονότι ἡ ἀκροβυστία, Αἰγυπτιακῆς σχέσεως καὶ γενέσεως γνώρισμά ἐστι. Τοῦτο δὲ ἀφεῖλεν ὁ Θεὸς, ἵνα μηκέτι ὡς ἐν Αἰγύπτῳ γεννηθέντες ὦσιν, ἀλλὰ τῆς ἐπαγγελίας, εἰς ἣν εἰσῆξεν αὐτοὺς ὁ Κύριος, τέκνα λογίζωνται. Τούτων δὲ οὕτως ὄντων, φαίνεται καθόλου ἡ περιτομὴ δοθεῖσα, ἵν' ἀφαιρεθῇ ὁ ὀνειδισμὸς τῆς γηΐνης γενέσεως ἀπὸ τῶν Ἀβραμιαίων, καὶ μηκέτι ὑπεύθυνοι ὦμεν τῷ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἀφῃρέθη γὰρ ὁ ὀνειδισμὸς τοῦ παραπτώματος. Τοῦτο δὲ ἐγένετο τότε εἰς τύπον τοῦ διὰ Χριστοῦ βαπτίσματος. Τότε γὰρ ἐκ μέρους ἐγένετο, ὡς ἐν σκιᾷ, νῦν δὲ, ὥσπερ εἶπεν ὁ Ἀπόστολος, ὅλην τὴν γηΐνην γένεσιν ἀπεκδιδυσκόμεθα, διὰ τοῦ λουτροῦ ἀναγεννώμενοι, ἵνα μηκέτι κατὰ τὴν πρώτην γένεσιν ἀποθνήσκωμεν, ἀλλὰ κατὰ τὴν περιτομὴν τῆς ἀπεκδύσεως τοῦ σώματος, ἣν διὰ τοῦ λουτροῦ ἀπεκδιδυσκόμεθα, ζήσωμεν. Ὥσπερ δὲ εἶπεν ὁ Κύριος τῷ Ἰησοῦ· «Ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἐν τῇ σήμερον ἡμέρᾳ ἀφ' ὑμῶν·» οὕτως πολλῷ πλέον λεχθείη ἂν ἑκάστῳ τῶν νῦν